§6.779ΑΘ. τὸ δʼ ἡμέτερον ἔτι πρὸς τούτοις γέλωτʼ ἂν δικαίως πάμπολυν ὄφλοι, τὸ κατʼ ἐνιαυτὸν μὲν ἐκπέμπειν εἰς τὴν χώραν τοὺς νέους, τὰ μὲν σκάψοντας, τὰ δὲ ταφρεύσοντας, τὰ δὲ καὶ διά τινων οἰκοδομήσεων εἴρξοντας τοὺς πολεμίους, ὡς δὴ τῶν ὅρων τῆς χώρας οὐκ ἐάσοντας ἐπιβαίνειν, τεῖχος δὲ περιβαλοίμεθα, ὃ πρῶτον μὲν πρὸς ὑγίειαν ταῖς πόλεσιν οὐδαμῶς συμφέρει, πρὸς δέ τινα μαλθακὴν ἕξιν ταῖς ψυχαῖς τῶν ἐνοικούντων εἴωθε ποιεῖν, προκαλούμενον εἰς αὐτὸ καταφεύγοντας μὴ ἀμύνεσθαι τοὺς πολεμίους, μηδὲ τῷ φρουρεῖν ἀεί τινας ἐν αὐτῇ νύκτωρ καὶ μεθʼ ἡμέραν, τούτῳ τῆς σωτηρίας τυγχάνειν, τείχεσι δὲ καὶ πύλαις διανοεῖσθαι φραχθέντας τε καὶ καθεύδοντας σωτηρίας ὄντως ἕξειν μηχανάς, ὡς ἐπὶ τὸ μὴ πονεῖν γεγονότας, ἀγνοοῦντας δʼ αὖ τὴν ῥᾳστώνην ὡς ὄντως ἐστὶν ἐκ τῶν πόνων·
ΑΘ. さらに、これらに加えて、私たちのやり方は正当にもきわめて大きな物笑いの種になるでしょう。 すなわち、毎年、若者たちを地方へと送り出し、ある者には溝を掘らせ、ある者には塹壕を掘らせ、またある者にはある種の建築物によって敵を阻ませ、まるで国の境界に敵を踏み込ませないようにするかのようにしながら、その一方で城壁を周囲に巡らせるというのは。 これは、第一に、都市の健康にとって決して有益ではありませんし、住人の魂に軟弱な性質をもたらすのが常であり、城壁の内部に逃げ込んで敵を防がないよう仕向けたり、昼夜を問わず常に誰かがその中で警備をすることによって安全を得るのではなく、城壁や城門によって囲まれて眠っていることが、本当に安全を得る手段であると彼らに考えさせたりします。 それはまるで、彼らが労苦を避けるために生まれてきたかのようであり、本当の安らぎが労苦から生じるものであることを知らないかのようです。
ἐκ ῥᾳστώνης δέ γε, οἶμαι, τῆς αἰσχρᾶς οἱ πόνοι καὶ ῥᾳθυμίας πεφύκασι γίγνεσθαι πάλιν.
しかし、見苦しい安らぎと怠惰からは、再び労苦が生じるのが常であると私は思います。
ἀλλʼ εἰ δὴ τεῖχός γέ τι χρεὼν ἀνθρώποις εἶναι, τὰς οἰκοδομίας χρὴ τὰς τῶν ἰδίων οἰκήσεων οὕτως ἐξ ἀρχῆς βάλλεσθαι, ὅπως ἂν ᾖ πᾶσα ἡ πόλις ἓν τεῖχος, ὁμαλότητί τε καὶ ὁμοιότησιν εἰς τὰς ὁδοὺς πασῶν τῶν οἰκήσεων ἐχουσῶν εὐέρκειαν, ἰδεῖν τε οὐκ ἀηδὲς μιᾶς οἰκίας σχῆμα ἐχούσης αὐτῆς, εἴς τε τὴν τῆς φυλακῆς ῥᾳστώνην ὅλῳ καὶ παντὶ πρὸς σωτηρίαν γίγνοιτʼ ἂν διάφορος.
しかし、もし人間に城壁のようなものが必要であるなら、私有の住居の建築を最初から、都市全体が一つの城壁となるように、すべての住居が道路に対して平坦かつ均一になり、防御が容易になるように建てるべきです。 そして、それ自体が一つの家のような外観を持っていて見栄えも悪くなく、防衛の容易さにおいても安全のために全面的に有利となるでしょう。
τούτων δέ, ὡς ἂν μένῃ τὰ κατʼ ἀρχὰς οἰκοδομηθέντα, μέλειν μὲν μάλιστα τοῖς ἐνοικοῦσι πρέπον ἂν εἴη, τοὺς δὲ ἀστυνόμους ἐπιμελεῖσθαι καὶ προσαναγκάζοντας τὸν ὀλιγωροῦντα ζημιοῦντας, καὶ πάντων δὴ τῶν κατὰ τὸ ἄστυ καθαρότητός τʼ ἐπιμελεῖσθαι, καὶ ὅπως ἰδιώτης μηδεὶς μηδὲν τῶν τῆς πόλεως μήτε οἰκοδομήμασι μήτε οὖν ὀρύγμασιν ἐπιλήψεται.
これらの住居が、最初に建てられたまま維持されるように、住人たちが特に配慮することがふさわしいでしょうし、アストゥノモス(都市管理者)たちは、怠る者を罰して強制することで配慮し、都市のすべての清潔さに配慮し、個人の誰もが、建築物であれ掘削物であれ、都市の公共の場所を侵害しないように配慮すべきです。
καὶ δὴ καὶ ὑδάτων τῶν ἐκ Διὸς εὐροίας τούτους ἐπιμελεῖσθαι χρεών, καὶ ὅσα ἐντὸς πόλεως ἢ ὁπόσα ἔξω πρέπον ἂν οἰκεῖν εἴη·
さらに、雨水の排水についても彼らが配慮すべきであり、都市の内側、あるいは外側で居住するのにふさわしいすべてのものについてもそうです。
ταῦτα δὲ πάντα συνιδόντες ταῖς χρείαις οἱ νομοφύλακες ἐπινομοθετούντων καὶ τῶν ἄλλων ὁπόσα ἂν ὁ νόμος ἐκλείπῃ διʼ ἀπορίαν.
これらすべてを必要に応じて考慮した上で、ノモピュラケス(法律守護者)たちが補足的な立法を行い、法律が困難のために欠いている他のすべての事柄をも規定すべきです。
ὅτε δὲ ταῦτά τε καὶ τὰ περὶ ἀγορὰν οἰκοδομήματα καὶ τὰ περὶ τὰ γυμνάσια καὶ πάντα ὅσα διδασκαλεῖα κατεσκευασμένα περιμένει τοὺς φοιτητὰς καὶ θεατὰς θέατρα, πορευώμεθα ἐπὶ τὰ μετὰ τοὺς γάμους, τῆς νομοθεσίας ἑξῆς ἐχόμενοι.
そして、これらや広場周辺の建物、体育館、すべての学校が整えられて学生を待ち、劇場が観客を待っているとき、法律制定の順序に従って、結婚の後の事柄へと進みましょう。
ΚΛ. πάνυ μὲν οὖν.
ΚΛ. まったくその通りです。
ΑΘ. γάμοι μὲν τοίνυν ἡμῖν ἔστωσαν γεγονότες, ὦ Κλεινία·
ΑΘ. それでは、クレイニアスよ、結婚はすでに行われたものとしましょう。
δίαιτα δὲ πρὸ παιδογονίας οὐκ ἐλάττων ἐνιαυσίας γίγνοιτʼ ἂν τὸ μετὰ τοῦτο, ἣν δὴ τίνα τρόπον χρὴ ζῆν νυμφίον καὶ νύμφην ἐν πόλει διαφερούσῃ τῶν πολλῶν ἐσομένῃ—τὸ δὴ τῶν νῦν εἰρημένων ἐχόμενον—εἰπεῖν οὐ πάντων εὐκολώτατον, ἀλλὰ ὄντων οὐκ ὀλίγων τῶν ἔμπροσθεν τοιούτων, τοῦτο ἔτι ἐκείνων τῶν πολλῶν δυσχερέστερον ἀποδέχεσθαι τῷ πλήθει.
その後に、子供を産む前の、1年を下回らない生活のあり方があるはずですが、他の多くの都市とは異なることになるこの都市において、新郎と新婦がどのように生きるべきか、これこそが、今言われたことに続くことなのですが、語ることはおよそ最も容易なことではありません。 これ以前の多くのそのような事柄がそうであったように、これはさらに、それら多くのことよりも一般の人々に受け入れられがたいものです。
τό γε μὴν δοκοῦν ὀρθὸν καὶ ἀληθὲς εἶναι πάντως ῥητέον, ὦ Κλεινία.
しかし、クレイニアスよ、正しく真実であると思われることは、どうしても語られねばならないのです。
ΚΛ. πάνυ μὲν οὖν.
ΚΛ. まったくその通りです。