Humanitext Reader

プラトン · 法律 §6.777-6.778

奴隷の適切な管理方法と都市の建築計画

81 / 186 箇所 · ギリシア語

要旨

アテナイの異邦人は、奴隷の魂の扱い難さと、反乱を防ぐための最善の管理・養育方法について説明する。さらに、新設する都市の神殿、法廷、および城壁の配置計画について、結婚制度の前提となる建築の観点から議論を展開する。

§6.777ΑΘ. οὐκοῦν καὶ τοὐναντίον, ὡς ὑγιὲς οὐδὲν ψυχῆς δούλης, οὐδὲ πιστεύειν οὐδέποτʼ οὐδὲν τῷ γένει δεῖ τὸν νοῦν κεκτημένον;
ΑΘ. それならば、その反対のこと、すなわち、奴隷の魂には健全なものは何一つなく、理性を備えた者なら彼らの一族を決して何事においても信頼すべきではない、ということも言えるのではないでしょうか。
ὁ δὲ σοφώτατος ἡμῖν τῶν ποιητῶν καὶ ἀπεφήνατο, ὑπὲρ τοῦ Διὸς ἀγορεύων, ὡς— " ἥμισυ γάρ τε νόου " , φησίν, " ἀπαμείρεται εὐρύοπα Ζεύς ἀνδρῶν, οὓς ἂν δὴ κατὰ δούλιον ἦμαρ ἕλῃσι.
私たちのうち最も知恵ある詩人も、ゼウスの代弁をして次のように言明しています。 「広き声なるゼウスは、奴隷の身となる日が捕らえた人々の、理性の半分を奪い去る」と。
" ταῦτα δὴ διαλαβόντες ἕκαστοι τοῖς διανοήμασιν οἱ μὲν πιστεύουσί τε οὐδὲν γένει οἰκετῶν, κατὰ δὲ θηρίων φύσιν κέντροις καὶ μάστιξιν οὐ τρὶς μόνον ἀλλὰ πολλάκις ἀπεργάζονται δούλας τὰς ψυχὰς τῶν οἰκετῶν·
このような考えをめぐって、人々は各々の思惑でそれらを受け入れ、ある人々は召使いたちの一族を全く信用せず、野獣の性質に対するかのように、突き棒や鞭によって、単に三度ならず何度も叩いて彼らの魂を奴隷のように卑屈にしてしまいます。
οἱ δʼ αὖ τἀναντία τούτων δρῶσι πάντα.
一方で他の人々は、これとは全く反対のことを行います。
ΜΕ. τί μήν;
ΜΕ. まったくその通りです。
ΚΛ. τί οὖν δὴ χρὴ ποιεῖν, τούτων, ὦ ξένε, διαφερομένων οὕτω, περὶ τῆς ἡμετέρας αὖ χώρας ἡμᾶς, τῆς τε κτήσεως ἅμα καὶ κολάσεως τῶν δούλων πέρι;
ΚΛ. それでは異邦人よ、これらの意見がこのように対立している中で、私たちの国において、奴隷の所有と、同時にその処罰について、私たちは一体どうすべきでしょうか。
ΑΘ. τί δʼ, ὦ Κλεινία;
ΑΘ. それはどうでしょうか、クレイニアス。
δῆλον ὡς ἐπειδὴ δύσκολόν ἐστι τὸ θρέμμα ἄνθρωπος, καὶ πρὸς τὴν ἀναγκαίαν διόρισιν, τὸ δοῦλόν τε ἔργῳ διορίζεσθαι καὶ ἐλεύθερον καὶ δεσπότην, οὐδαμῶς εὔχρηστον ἐθέλειν εἶναί τε καὶ γίγνεσθαι φαίνεται, χαλεπὸν δὴ τὸ κτῆμα·
人間という飼育動物は厄介なものであり、実際問題として「奴隷」と「自由人」と「主人」を明確に区別するという必要な画定に対して、全く従順でありたいとも、従順になるようにも見えないのですから、所有物としては確かに扱いにくいものであることは明らかです。
ἔργῳ γὰρ πολλάκις ἐπιδέδεικται περὶ τὰς Μεσσηνίων συχνὰς εἰωθυίας ἀποστάσεις γίγνεσθαι, καὶ περί γε τὰς τῶν ἐκ μιᾶς φωνῆς πολλοὺς οἰκέτας κτωμένων πόλεις, ὅσα κακὰ συμβαίνει, καὶ ἔτι τὰ τῶν λεγομένων περιδίνων τῶν περὶ τὴν Ἰταλίαν γιγνομένων παντοδαπὰ κλωπῶν ἔργα τε καὶ παθήματα.
事実、メッセニア人のたび重なる不穏な反乱の慣行において、また、単一の言語を話す多くの召使を所有する都市において生じる数々の悪しき事態において、さらに、イタリア周辺で起こる、いわゆる「周辺掠奪者たち」による、あらゆる種類の盗賊行為やその被害において、このことは実証されてきました。
πρὸς ἅ τις ἂν πάντα βλέψας διαπορήσειε τί χρὴ δρᾶν περὶ ἁπάντων τῶν τοιούτων.
これらすべてに目を向けるならば、このような諸々の事態に関して一体何をすべきか、誰もが途方に暮れるでしょう。
δύο δὴ λείπεσθον μόνω μηχανά, μήτε πατριώτας ἀλλήλων εἶναι τοὺς μέλλοντας ῥᾷον δουλεύσειν, ἀσυμφώνους τε εἰς δύναμιν ὅτι μάλιστα, τρέφειν δʼ αὐτοὺς ὀρθῶς, μὴ μόνον ἐκείνων ἕνεκα, πλέον δὲ αὑτῶν προτιμῶντας·
それゆえ、残された方策は二つだけです。 一つは、より容易に奴隷役を務めることになる者たち同士を同郷の者にせず、できる限り互いに言葉が通じないようにすること。 もう一つは、彼らを正しく養うことであり、それは彼らのためだけではなく、それ以上に自分たち自身を重んじるがゆえです。
ἡ δὲ τροφὴ τῶν τοιούτων μήτε τινὰ ὕβριν ὑβρίζειν εἰς τοὺς οἰκέτας, ἧττον δέ, εἰ δυνατόν, ἀδικεῖν ἢ τοὺς ἐξ ἴσου.
こうした者たちの養い方とは、召使いたちに対して決して傲慢な扱いをせず、可能であれば、対等な人々に対するよりも彼らを不当に扱うことを少なくすることです。
διάδηλος γὰρ ὁ φύσει καὶ μὴ πλαστῶς σέβων τὴν δίκην, μισῶν δὲ ὄντως τὸ ἄδικον, ἐν τούτοις τῶν ἀνθρώπων ἐν οἷς αὐτῷ ῥᾴδιον ἀδικεῖν·
というのも、見せかけではなく本性から正義を尊び、不正を真に憎む人というのは、自分が容易に不当な扱いをしうる人々の間でこそ、明らかになるからです。
ὁ περὶ τὰ τῶν δούλων οὖν ἤθη καὶ πράξεις γιγνόμενός τις ἀμίαντος τοῦ τε ἀνοσίου πέρι καὶ ἀδίκου, σπείρειν εἰς ἀρετῆς ἔκφυσιν ἱκανώτατος ἂν εἴη, ταὐτὸν δʼ ἔστʼ εἰπεῖν τοῦτο ὀρθῶς ἅμα λέγοντα ἐπί τε δεσπότῃ καὶ τυράννῳ καὶ πᾶσαν δυναστείαν δυναστεύοντι πρὸς ἀσθενέστερον ἑαυτοῦ.
したがって、奴隷たちの習慣や行動に接するにあたって、不信心や不義に関して汚れなき者であり続ける人は、徳を芽生えさせるために種をまくのに最も適した者となるでしょう。 そしてこれと同じことは、主人であれ、僭主であれ、自分より弱い者に対してあらゆる支配権を行使しているいかなる者に対しても、そのまま正しく当てはまるのです。
§6.778ΑΘ. κολάζειν γε μὴν ἐν δίκῃ δούλους δεῖ, καὶ μὴ νουθετοῦντας ὡς ἐλευθέρους θρύπτεσθαι ποιεῖν·
ΑΘ. さらに、奴隷を処罰する際には当然、正当に処罰すべきであり、自由人のように訓戒を与えることで彼らをのぼせ上がらせてはなりません。
τὴν δὲ οἰκέτου πρόσρησιν χρὴ σχεδὸν ἐπίταξιν πᾶσαν γίγνεσθαι, μὴ προσπαίζοντας μηδαμῇ μηδαμῶς οἰκέταις, μήτʼ οὖν θηλείαις μήτε ἄρρεσιν, ἃ δὴ πρὸς δούλους φιλοῦσι πολλοὶ σφόδρα ἀνοήτως θρύπτοντες χαλεπώτερον ἀπεργάζεσθαι τὸν βίον ἐκείνοις τε ἄρχεσθαι καὶ ἑαυτοῖς ἄρχειν.
召使いへの言葉かけは、ほとんどすべて命令であるべきであり、女性であれ男性であれ、召使いに対してはいかなる形でも冗談を言いたり戯れたりしてはなりません。 多くの主人が、奴隷に対してきわめて愚かにも戯れて甘やかし、その結果、奴隷にとっては服従することを、主人にとっては支配することを、より困難なものにしてしまっているからです。
ΚΛ. ὀρθῶς λέγεις.
ΚΛ. おっしゃる通りです。
ΑΘ. οὐκοῦν ὅτε τις οἰκέταις κατεσκευασμένος εἰς δύναμιν εἴη πλήθει καὶ ἐπιτηδειότητι πρὸς ἑκάστας τὰς τῶν ἔργων παραβοηθείας, τὸ δὴ μετὰ τοῦτο οἰκήσεις χρὴ διαγράφειν τῷ λόγῳ;
ΑΘ. それでは、ある人が、諸々の仕事を助けさせるのにふさわしい、質・量ともに十分な召使いたちを整えたとき、その次に、議論の上で住居を設計すべきでしょうか。
ΚΛ. πάνυ μὲν οὖν.
ΚΛ. もちろんです。
ΑΘ. καὶ συμπάσης γε ὡς ἔπος εἰπεῖν ἔοικεν τῆς οἰκοδομικῆς πέρι τήν γε δὴ νέαν καὶ ἀοίκητον ἐν τῷ πρόσθεν πόλιν ἐπιμελητέον εἶναι, τίνα τρόπον ἕκαστα ἕξει τούτων περί τε ἱερὰ καὶ τείχη.
ΑΘ. そして、ほぼすべての建築全般に関して、以前に言及したあの新しく未入居の都市について、神殿や城壁に関わるこれらの事項が、それぞれどのような状態にあるべきかを配慮しなければならないようです。
γάμων δʼ ἦν ἔμπροσθεν ταῦτα, ὦ Κλεινία, νῦν δʼ ἔπειπερ λόγῳ γίγνεται, καὶ μάλʼ ἐγχωρεῖ ταύτῃ γίγνεσθαι τὰ νῦν·
これらは、クレイニアス、本来は結婚の前になされるべきものであったが、今は議論の中で行われているのですから、現状このように議論されることも十分認められます。
ἔργῳ μὴν ὅταν γίγνηται, ταῦτʼ ἔμπροσθεν τῶν γάμων, ἐὰν θεὸς ἐθέλῃ, ποιήσαντες, ἐκεῖνα ἤδη τότε ἐπὶ πᾶσιν τοῖς τοιούτοις ἀποτελοῦμεν.
だが、実際に建設される時には、神が望まれるなら、これらを結婚の前に建設しておき、その後に初めて、こうしたすべての婚礼の事柄を執り行うことになります。
νῦν δὲ μόνον ὅσον τινὰ τύπον αὐτῶν διʼ ὀλίγων ἐπεξέλθωμεν.
今は、ただそれらの大枠を簡単になぞるだけにしましょう。
ΚΛ. πάνυ μὲν οὖν.
ΚΛ. もちろんです。
ΑΘ. τὰ μὲν τοίνυν ἱερὰ πᾶσαν πέριξ τήν τε ἀγορὰν χρὴ κατασκευάζειν, καὶ τὴν πόλιν ὅλην ἐν κύκλῳ πρὸς τοῖς ὑψηλοῖς τῶν τόπων, εὐερκείας τε καὶ καθαρότητος χάριν·
ΑΘ. そこでまず神殿は、広場の周囲いたるところに、そして都市全体の環状の防衛線に沿った高地に建設すべきです。 それは防御の堅固さと、神聖な清らかさのためです。
πρὸς δὲ αὐτοῖς οἰκήσεις τε ἀρχόντων καὶ δικαστηρίων, ἐν οἷς τὰς δίκας ὡς ἱερωτάτοις οὖσιν λήψονταί τε καὶ δώσουσι, τὰ μὲν ὡς ὁσίων πέρι, τὰ δὲ καὶ τοιούτων θεῶν ἱδρύματα, καὶ ἐν τούτοις δικαστήρια, ἐν οἷς αἵ τε τῶν φόνων πρέπουσαι δίκαι γίγνοιντʼ ἂν καὶ ὅσα θανάτων ἄξια ἀδικήματα.
そしてこれら神殿の隣には、役人たちの官舎や裁判所を配置すべきであり、その裁判所はきわめて神聖な場所として、裁判を行い、また受ける場となります。 そこは、あるものは神聖な事柄に関する法廷であり、他のものはそうした性質を持つ神々の聖所であり、その中にこそ、殺人に関するふさわしい裁判や、死に値するほどの不正行為に関する裁判が行われる法廷が置かれるべきです。
περὶ δὲ τειχῶν, ὦ Μέγιλλε, ἔγωγʼ ἂν τῇ Σπάρτῃ συμφεροίμην τὸ καθεύδειν ἐᾶν ἐν τῇ γῇ κατακείμενα τὰ τείχη καὶ μὴ ἐπανιστάναι, τῶνδε εἵνεκα.
さて、城壁に関して言えば、メギロスよ、私はスパルタの意見に賛成したい。 すなわち、城壁は地表に倒れたまま眠らせておき、立ち上げないでおくという意見です。 その理由は以下の通りです。
καλῶς μὲν καὶ ὁ ποιητικὸς ὑπὲρ αὐτῶν λόγος ὑμνεῖται, τὸ χαλκᾶ καὶ σιδηρᾶ δεῖν εἶναι τὰ τείχη μᾶλλον ἢ γήινα·
詩が城壁について「城壁は土で作られるよりも、むしろ青銅や鉄で作られるべきである」と歌うのは美しく讃えられてはいますが、……

語釈・文法注

  1. 777aἀνδρῶν, οὓς ἂν δὴ κατὰ δούλιον ἦμαρ ἕλῃσι — 関係代名詞 οὕς の先行詞は ἀνδρῶν であり、関係節内の動詞 ἕλῃσι(接続法・叙事詩形)は ἄν とともに一般的な条件を表している。ἀνδρῶν は主節の ἀπαμείρεται(通常二重対格をとる動詞)の奪取の対象を示す属格、または νόου にかかる所有属格として機能している。
  2. 777cμήτε πατριώτας ἀλλήλων εἶναι τοὺς μέλλοντας ῥᾷον δουλεύσειν — 主節の 「δύο ... μηχανά」(二つの方法)の具体的内容を説明する不定詞句「εἶναι... τρέφειν...」の最初の部分。不定詞 εἶναι の意味上の主語は対格の 「τοὺς μέλλοντας ῥᾷον δουλεύσειν」(より容易に奴隷となるであろう人々)であり、πατριώτας はその補語である。
  3. 778cτὰ μὲν ὡς ὁσίων πέρι, τὰ δὲ καὶ τοιούτων θεῶν ἱδρύματα — 「tὰ μὲν... τὰ δὲ...」の対比構造。直前の 「δικαστηρίων」(裁判所)を修飾、または同格的に説明している。「ある裁判所は神聖な事柄(ὁσίων)に関わるものであり、他の裁判所は特定の神々の聖所(ἱδρύματα)である」という意味。

この箇所を引用する

プラトン, 法律 §6.777-6.778. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0059.tlg034.humanitext-grc2:6.777-6.778

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。