Humanitext Reader

柏拉图 · 法律篇 §6.777-6.778

奴隶的适宜管理方法与城市建筑规划

第 81 段,共 186 段 · 希腊语

内容简介

雅典来客讨论了管理奴隶的困难,以及对待奴隶和防止其反叛的最佳方法。随后,他从婚姻制度的前提条件出发,规划了新城市中神殿、法庭和城墙的布局。

§6.777ΑΘ. οὐκοῦν καὶ τοὐναντίον, ὡς ὑγιὲς οὐδὲν ψυχῆς δούλης, οὐδὲ πιστεύειν οὐδέποτʼ οὐδὲν τῷ γένει δεῖ τὸν νοῦν κεκτημένον;
ATH.:那么,相反的看法不也是存在的吗? 即奴隶的灵魂中没有什么是健康的,拥有理性的人绝不应该在任何事情上信任这一族群。
ὁ δὲ σοφώτατος ἡμῖν τῶν ποιητῶν καὶ ἀπεφήνατο, ὑπὲρ τοῦ Διὸς ἀγορεύων, ὡς— " ἥμισυ γάρ τε νόου " , φησίν, " ἀπαμείρεται εὐρύοπα Ζεύς ἀνδρῶν, οὓς ἂν δὴ κατὰ δούλιον ἦμαρ ἕλῃσι.
而我们中最聪明的诗人也已经表明,他代表宙斯说道: “因为广声的宙斯,” 他说,“夺去了那些被奴役之日所俘获之人的半数智慧。
" ταῦτα δὴ διαλαβόντες ἕκαστοι τοῖς διανοήμασιν οἱ μὲν πιστεύουσί τε οὐδὲν γένει οἰκετῶν, κατὰ δὲ θηρίων φύσιν κέντροις καὶ μάστιξιν οὐ τρὶς μόνον ἀλλὰ πολλάκις ἀπεργάζονται δούλας τὰς ψυχὰς τῶν οἰκετῶν· οἱ δʼ αὖ τἀναντία τούτων δρῶσι πάντα.
” 每个人在心思中对此各有领会:有些人对家仆的族群不抱任何信任,反而像对待野兽的本性那样,用刺棒和皮鞭,不仅是三次而是多次地把仆人的灵魂锤炼得极其卑屈;而另一些人则做着与此完全相反的事。
ΜΕ. τί μήν;
MEG.:确实如此。
ΚΛ. τί οὖν δὴ χρὴ ποιεῖν, τούτων, ὦ ξένε, διαφερομένων οὕτω, περὶ τῆς ἡμετέρας αὖ χώρας ἡμᾶς, τῆς τε κτήσεως ἅμα καὶ κολάσεως τῶν δούλων πέρι;
CLE.:那么,异邦人啊,既然这些观点存在如此大的分歧,关于我们自己的国家,在奴隶的获取以及惩罚这两方面,我们究竟该怎么做呢?
ΑΘ. τί δʼ, ὦ Κλεινία;
ATH.:还能怎么做呢,克莱尼亚斯?
δῆλον ὡς ἐπειδὴ δύσκολόν ἐστι τὸ θρέμμα ἄνθρωπος, καὶ πρὸς τὴν ἀναγκαίαν διόρισιν, τὸ δοῦλόν τε ἔργῳ διορίζεσθαι καὶ ἐλεύθερον καὶ δεσπότην, οὐδαμῶς εὔχρηστον ἐθέλειν εἶναί τε καὶ γίγνεσθαι φαίνεται, χαλεπὸν δὴ τὸ κτῆμα·
显然,既然人是一种难以驯服的动物,而且对于必要的划分——即在实际中区分奴隶、自由人和主人——他似乎绝不愿意变得易于管理,那么这种财产确实是难以对付的。
ἔργῳ γὰρ πολλάκις ἐπιδέδεικται περὶ τὰς Μεσσηνίων συχνὰς εἰωθυίας ἀποστάσεις γίγνεσθαι, καὶ περί γε τὰς τῶν ἐκ μιᾶς φωνῆς πολλοὺς οἰκέτας κτωμένων πόλεις, ὅσα κακὰ συμβαίνει, καὶ ἔτι τὰ τῶν λεγομένων περιδίνων τῶν περὶ τὴν Ἰταλίαν γιγνομένων παντοδαπὰ κλωπῶν ἔργα τε καὶ παθήματα.
事实上,美塞尼亚人频繁发生的、已成惯例的反叛,以及在那些拥有许多说同一种语言的家仆的城市里所发生的种种恶果,还有在意大利周边被称为“流匪”的人所造成的各种盗窃行为和劫难,都多次在实际中证明了这一点。
πρὸς ἅ τις ἂν πάντα βλέψας διαπορήσειε τί χρὴ δρᾶν περὶ ἁπάντων τῶν τοιούτων.
面对这一切,任何人都会感到困惑:关于所有这些事情,究竟该怎么办。
δύο δὴ λείπεσθον μόνω μηχανά, μήτε πατριώτας ἀλλήλων εἶναι τοὺς μέλλοντας ῥᾷον δουλεύσειν, ἀσυμφώνους τε εἰς δύναμιν ὅτι μάλιστα, τρέφειν δʼ αὐτοὺς ὀρθῶς, μὴ μόνον ἐκείνων ἕνεκα, πλέον δὲ αὑτῶν προτιμῶντας·
因此,仅剩下两种应对方法:第一,使那些将要较容易地服侍奴役的人彼此不要成为同乡,并且在语言上尽可能地互不相通;第二,正确地对待他们,这不仅是为了他们,更是出于对我们自身的尊重。
ἡ δὲ τροφὴ τῶν τοιούτων μήτε τινὰ ὕβριν ὑβρίζειν εἰς τοὺς οἰκέτας, ἧττον δέ, εἰ δυνατόν, ἀδικεῖν ἢ τοὺς ἐξ ἴσου.
对这类人的对待方式是,不对家仆施加任何傲慢,并且如果可能的话,比对待同等地位的人更少地去不公地对待他们。
διάδηλος γὰρ ὁ φύσει καὶ μὴ πλαστῶς σέβων τὴν δίκην, μισῶν δὲ ὄντως τὸ ἄδικον, ἐν τούτοις τῶν ἀνθρώπων ἐν οἷς αὐτῷ ῥᾴδιον ἀδικεῖν·
因为,一个出于本性而非伪装地敬畏正义、并真心憎恶不正义的人,在那些他可以轻易对其行不义的人群中,会表现得最为明显。
ὁ περὶ τὰ τῶν δούλων οὖν ἤθη καὶ πράξεις γιγνόμενός τις ἀμίαντος τοῦ τε ἀνοσίου πέρι καὶ ἀδίκου, σπείρειν εἰς ἀρετῆς ἔκφυσιν ἱκανώτατος ἂν εἴη, ταὐτὸν δʼ ἔστʼ εἰπεῖν τοῦτο ὀρθῶς ἅμα λέγοντα ἐπί τε δεσπότῃ καὶ τυράννῳ καὶ πᾶσαν δυναστείαν δυναστεύοντι πρὸς ἀσθενέστερον ἑαυτοῦ.
因此,任何人在与奴隶的性格和行为接触时,如果能在不虔敬和不正义的事上保持清白,他就最能为美德的萌芽播下种子;我们同样可以正确地将这一原则应用于主人、僭主,以及任何对弱于自己的人行使一切统治权力的人。
§6.778ΑΘ. κολάζειν γε μὴν ἐν δίκῃ δούλους δεῖ, καὶ μὴ νουθετοῦντας ὡς ἐλευθέρους θρύπτεσθαι ποιεῖν·
ATH.:此外,惩罚奴隶时应当合乎正义,而不要像对待自由人那样通过训诫使他们变得骄纵。
τὴν δὲ οἰκέτου πρόσρησιν χρὴ σχεδὸν ἐπίταξιν πᾶσαν γίγνεσθαι, μὴ προσπαίζοντας μηδαμῇ μηδαμῶς οἰκέταις, μήτʼ οὖν θηλείαις μήτε ἄρρεσιν, ἃ δὴ πρὸς δούλους φιλοῦσι πολλοὶ σφόδρα ἀνοήτως θρύπτοντες χαλεπώτερον ἀπεργάζεσθαι τὸν βίον ἐκείνοις τε ἄρχεσθαι καὶ ἑαυτοῖς ἄρχειν.
而对家仆的言语,基本上应当完全是命令,绝不要以任何方式与仆人嬉戏,无论是女仆还是男仆——许多人对待奴隶确实喜欢这么做,极其愚蠢地娇惯他们,从而使这些奴隶服从管理以及他们自己进行统治的生活都变得更加艰难。
ΚΛ. ὀρθῶς λέγεις.
CLE.:你说得对。
ΑΘ. οὐκοῦν ὅτε τις οἰκέταις κατεσκευασμένος εἰς δύναμιν εἴη πλήθει καὶ ἐπιτηδειότητι πρὸς ἑκάστας τὰς τῶν ἔργων παραβοηθείας, τὸ δὴ μετὰ τοῦτο οἰκήσεις χρὴ διαγράφειν τῷ λόγῳ;
ATH.:那么,当一个人在数量和适用性上尽可能配备了适合协助各项工作的仆人之后,接下来我们是否应该在讨论中规划住地了呢?
ΚΛ. πάνυ μὲν οὖν.
CLE.:当然如此。
ΑΘ. καὶ συμπάσης γε ὡς ἔπος εἰπεῖν ἔοικεν τῆς οἰκοδομικῆς πέρι τήν γε δὴ νέαν καὶ ἀοίκητον ἐν τῷ πρόσθεν πόλιν ἐπιμελητέον εἶναι, τίνα τρόπον ἕκαστα ἕξει τούτων περί τε ἱερὰ καὶ τείχη.
ATH.:而且,对于几乎整个建筑事务,看来我们必须对之前提到的那座崭新且尚未有人居住的城市予以关注,看看在神殿和城壁这些方面,各项事务应当以何种方式安排。
γάμων δʼ ἦν ἔμπροσθεν ταῦτα, ὦ Κλεινία, νῦν δʼ ἔπειπερ λόγῳ γίγνεται, καὶ μάλʼ ἐγχωρεῖ ταύτῃ γίγνεσθαι τὰ νῦν· ἔργῳ μὴν ὅταν γίγνηται, ταῦτʼ ἔμπροσθεν τῶν γάμων, ἐὰν θεὸς ἐθέλῃ, ποιήσαντες, ἐκεῖνα ἤδη τότε ἐπὶ πᾶσιν τοῖς τοιούτοις ἀποτελοῦμεν.
克莱尼亚斯,这些事情本应在婚礼之前进行,但既然现在是在讨论中进行,那么现在以这种方式安排也完全是可以接受的;不过在实际进行时,如果神明愿意,我们将在婚礼之前完成这些建设,到那时才在所有这些事情的基础之上举行婚礼。
νῦν δὲ μόνον ὅσον τινὰ τύπον αὐτῶν διʼ ὀλίγων ἐπεξέλθωμεν.
现在,我们且简要地勾勒一下它们的大致轮廓。
ΚΛ. πάνυ μὲν οὖν.
CLE.:当然如此。
ΑΘ. τὰ μὲν τοίνυν ἱερὰ πᾶσαν πέριξ τήν τε ἀγορὰν χρὴ κατασκευάζειν, καὶ τὴν πόλιν ὅλην ἐν κύκλῳ πρὸς τοῖς ὑψηλοῖς τῶν τόπων, εὐερκείας τε καὶ καθαρότητος χάριν·
ATH.:那么,神殿应当建在集市周围,以及整座城市环形边缘的高处,这既为了防御安全,也为了神圣整洁。
πρὸς δὲ αὐτοῖς οἰκήσεις τε ἀρχόντων καὶ δικαστηρίων, ἐν οἷς τὰς δίκας ὡς ἱερωτάτοις οὖσιν λήψονταί τε καὶ δώσουσι, τὰ μὲν ὡς ὁσίων πέρι, τὰ δὲ καὶ τοιούτων θεῶν ἱδρύματα, καὶ ἐν τούτοις δικαστήρια, ἐν οἷς αἵ τε τῶν φόνων πρέπουσαι δίκαι γίγνοιντʼ ἂν καὶ ὅσα θανάτων ἄξια ἀδικήματα.
而在神殿旁边,则要建造官员的办公处和法庭。 在这些极其神圣的地方,他们将进行裁判和接受裁决,其中一些关乎神圣事务,另一些则是此类神明的神庙,法庭便设在其中,这里应当进行合宜的杀人案审判以及一切应处死刑的罪案审判。
περὶ δὲ τειχῶν, ὦ Μέγιλλε, ἔγωγʼ ἂν τῇ Σπάρτῃ συμφεροίμην τὸ καθεύδειν ἐᾶν ἐν τῇ γῇ κατακείμενα τὰ τείχη καὶ μὴ ἐπανιστάναι, τῶνδε εἵνεκα.
至于城墙,梅吉洛斯,我赞同斯巴达的做法,即让城墙躺在地下睡觉而不重建它们,原因如下。
καλῶς μὲν καὶ ὁ ποιητικὸς ὑπὲρ αὐτῶν λόγος ὑμνεῖται, τὸ χαλκᾶ καὶ σιδηρᾶ δεῖν εἶναι τὰ τείχη μᾶλλον ἢ γήινα·
诗歌中关于城墙的歌颂确实十分优美,说城墙应当是青铜和黑铁的,而不应当是泥土的……

词汇与语法注释

  1. 777aἀνδρῶν, οὓς ἂν δὴ κατὰ δούλιον ἦμαρ ἕλῃσι — 关系代词 οὕς 的先行词是 ἀνδρῶν,关系从句中的动词 ἕλῃσι(史诗级虚拟式)与 ἄν 连用,表示普遍条件。ἀνδρῶν 在主句中作为夺取动词 ἀπαμείρεται 的属格(夺取属格),或作为 νόου 的所有格。
  2. 777cμήτε πατριώτας ἀλλήλων εἶναι τοὺς μέλλοντας ῥᾷον δουλεύσειν — 这是说明“两种方法”(δύο ... μηχανά)具体内容的不定式短语(εἶναι... τρέφειν...)的第一部分。不定式 εἶναι 的逻辑主语是宾格短语“τοὺς μέλλοντας ῥᾷον δουλεύσειν”(那些将更容易服从奴役的人),而 πατριώτας 是其表语。
  3. 778cτὰ μὲν ὡς ὁσίων πέρι, τὰ δὲ καὶ τοιούτων θεῶν ἱδρύματα — 使用 “τὰ μὲν... τὰ δὲ...” 的对比结构,修饰或同位语式地解释前文的 “δικαστηρίων”(法庭),意为“一些是关于神圣事务的法庭,另一些则是此类神明的圣所”。

引用这一段

柏拉图, 法律篇 §6.777-6.778. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg034.humanitext-grc2:6.777-6.778

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。