§6.775ΑΘ. ὅσα δὲ προτέλεια γάμων ἤ τις ἄλλη περὶ τὰ τοιαῦτα ἱερουργία μελλόντων ἢ γιγνομένων ἢ γεγονότων προσήκουσά ἐστιν τελεῖσθαι, τοὺς ἐξηγητὰς ἐρωτῶντα χρὴ καὶ πειθόμενον ἐκείνοις ἕκαστον ἡγεῖσθαι πάντα ἑαυτῷ μετρίως γίγνεσθαι.
ΑΘ. 結婚の婚前儀礼や、これから行われようとする、あるいは現在行われている、あるいはすでに行われた、こうした結婚に関わる他のどのような宗教儀礼にせよ、執り行うにふさわしいものについては、各人が解釈官たちに問い、彼らに従って、自分自身にとってすべてが程よく運んでいると考えるべきである。
περὶ δὲ τῶν ἑστιάσεων, φίλους μὲν χρὴ καὶ φίλας μὴ πλείους πέντε ἑκατέρων συγκαλεῖν, συγγενῶν δὲ καὶ οἰκείων ὡσαύτως τοσούτους ἄλλους ἑκατέρων·
祝宴に関しては、友人は男女それぞれ5人を超えて招いてはならず、親族や親しい者たちも同様に男女それぞれ同数招くべきである。
ἀνάλωμα δὲ μὴ γίγνεσθαι πλέον ἢ κατὰ τὴν οὐσίαν μηδενί, τῷ μὲν εἰς χρήματα μεγίστῳ μνᾶν, τῷ δʼ ἥμισυ τοῦ τοσούτου, τῷ δʼ ἐφεξῆς οὕτω, καθάπερ ὑποβέβηκεν ἑκάστῳ τὸ τίμημα.
そして、何人にとっても、費用はその資産に応じた額を超えるべきではない。 すなわち金銭に関して最大の者は1ミナ、その次の者はその半額、さらにその次の者もこのように、各人の財産評価額が下がるに従って減らしていくべきである。
καὶ τὸν μὲν πειθόμενον τῷ νόμῳ ἐπαινεῖν χρὴ πάντας, τὸν δὲ ἀπειθοῦντα κολαζόντων οἱ νομοφύλακες ὡς ἀπειρόκαλόν τε ὄντα καὶ ἀπαίδευτον τῶν περὶ τὰς νυμφικὰς μούσας νόμων.
そして、この法律に従う者を皆が称賛すべきであり、従わない者を国法守護職たちは、婚礼の女神たちに関する法に対して無粋であり、また教養を欠いているとして懲らしめるべきである。
πίνειν δὲ εἰς μέθην οὔτε ἄλλοθί που πρέπει, πλὴν ἐν ταῖς τοῦ τὸν οἶνον δόντος θεοῦ ἑορταῖς, οὐδʼ ἀσφαλές, οὔτʼ οὖν δὴ περὶ γάμους ἐσπουδακότα, ἐν οἷς ἔμφρονα μάλιστα εἶναι πρέπει νύμφην καὶ νυμφίον μεταβολὴν οὐ σμικρὰν βίου μεταλλάττοντας, ἅμα δὲ καὶ τὸ γεννώμενον ὅπως ὅτι μάλιστα ἐξ ἐμφρόνων ἀεὶ γίγνηται·
泥酔するまで飲むことは、ワインを与えてくれた神の祝祭において以外はどこであってもふさわしくなく、安全でもない。 ましてや、結婚に真剣に取り組んでいる最中にはなおさらである。 その結婚においては、人生の決して小さくない変化を経験しようとしている新婦と新郎が何よりも思慮深くあるべきであり、同時に生まれてくる子供が常に思慮深い親から生まれるように、最大限そうあるべきだからである。
σχεδὸν γὰρ ἄδηλον ὁποία νὺξ ἢ φῶς αὐτὸ γεννήσει μετὰ θεοῦ.
なぜなら、どのような夜あるいは昼が神の恩恵によってその子を誕生させることになるかは、ほとんど分からないからである。
καὶ πρὸς τούτοις δεῖ μὴ τῶν σωμάτων διακεχυμένων ὑπὸ μέθης γίγνεσθαι τὴν παιδουργίαν, ἀλλʼ εὐπαγὲς ἀπλανὲς ἡσυχαῖόν τε ἐν μοίρᾳ συνίστασθαι τὸ φυόμενον.
さらにこれらに加えて、肉体が泥酔によって緩み弛緩した状態で子作りが行われるべきではなく、生まれてくるものは、しっかりとした、揺るぎない、穏やかで秩序あるものとして形作られるべきである。
ὁ δὲ διῳνωμένος αὐτός τε φέρεται πάντῃ καὶ φέρει, λυττῶν κατά τε σῶμα καὶ ψυχήν·
酒浸りになった者は、自分自身もあちこちへふらつき、また他のものをもふらつかせ、肉体も魂も狂乱している。
σπείρειν οὖν παράφορος ἅμα καὶ κακὸς ὁ μεθύων, ὥστʼ ἀνώμαλα καὶ ἄπιστα καὶ οὐδὲν εὐθύπορον ἦθος οὐδὲ σῶμα ἐκ τῶν εἰκότων γεννῴη ποτʼ ἄν.
したがって、酔っ払いは狂乱し、同時に不適切な状態で種をまくことになり、結果として、性格も肉体も不均整で、信頼できず、全くまっすぐでないものが道理上生まれることになるだろう。
διὸ μᾶλλον μὲν ὅλον τὸν ἐνιαυτὸν καὶ βίον χρή, μάλιστα δὲ ὁπόσον ἂν γεννᾷ χρόνον, εὐλαβεῖσθαι καὶ μὴ πράττειν μήτε ὅσα νοσώδη ἑκόντα εἶναι μήτε ὅσα ὕβρεως ἢ ἀδικίας ἐχόμενα—εἰς γὰρ τὰς τῶν γεννωμένων ψυχὰς καὶ σώματα ἀναγκαῖον ἐξομοργνύμενον ἐκτυποῦσθαι καὶ τίκτειν πάντῃ φαυλότερα—διαφερόντως δὲ ἐκείνην τὴν ἡμέραν καὶ νύκτα ἀπέχεσθαι τῶν περὶ τὰ τοιαῦτα·
それゆえ、むしろ一年中、そして生涯にわたって、特に子供を作る期間は、注意深くあるべきであり、病的なことや傲慢・不義を伴うようなことを、自発的に行うべきではない。 なぜなら、生まれてくる子供の魂や肉体に親の属性が拭い去りがたく刻印され、あらゆる点でより劣ったものを生み出すことになるからである。 とりわけ、その日と夜には、そうした行為を慎むべきである。
ἀρχὴ γὰρ καὶ θεὸς ἐν ἀνθρώποις ἱδρυμένη σῴζει πάντα, τιμῆς ἐὰν τῆς προσηκούσης αὐτῇ παρʼ ἑκάστου τῶν χρωμένων λαγχάνῃ.
というのも、人間の間に据えられた「始まり」すなわち「神」が、それを用いる個々の人々からふさわしい敬意を受け取るならば、万物を救うからである。
§6.776ΑΘ. νομίσαντα δʼ εἶναι χρὴ τὸν γαμοῦντα ταῖν οἰκίαιν ταῖν ἐν τῷ κλήρῳ τὴν ἑτέραν οἷον νεοττῶν ἐγγέννησιν καὶ τροφήν, χωρισθέντα ἀπὸ πατρὸς καὶ μητρὸς τὸν γάμον ἐκεῖ ποιεῖσθαι καὶ τὴν οἴκησιν καὶ τὴν τροφὴν αὑτοῦ καὶ τῶν τέκνων.
ΑΘ. また、結婚する者は、割り当てられた土地にある二つの家のうちの一方を、いわば雛の誕生と育成の場所と考え、父と母から離れて、そこで結婚生活を送り、自分自身と子供たちの住居および養育の場とすべきである。
ἐν γὰρ ταῖς φιλίαις ἐὰν μὲν πόθος ἐνῇ τις, κολλᾷ καὶ συνδεῖ πάντα ἤθη· κατακορὴς δὲ συνουσία καὶ οὐκ ἴσχουσα τὸν διὰ χρόνου πόθον ἀπορρεῖν ἀλλήλων ποιεῖ ὑπερβολαῖς πλησμονῆς.
なぜなら、愛情関係においては、もしある種の切望が存在するならば、それはあらゆる性質を膠着させ結びつけるが、過度な同居は、時の経過に伴う切望を維持することができず、満腹の過剰のせいで、互いに離れ去らせてしまうからである。
ὧν δὴ χάριν μητρὶ καὶ πατρὶ καὶ τοῖς τῆς γυναικὸς οἰκείοις παρέντας χρὴ τὰς αὑτῶν οἰκήσεις, οἷον εἰς ἀποικίαν ἀφικομένους, αὐτοὺς ἐπισκοποῦντάς τε ἅμα καὶ ἐπισκοπουμένους οἰκεῖν, γεννῶντάς τε καὶ ἐκτρέφοντας παῖδας, καθάπερ λαμπάδα τὸν βίον παραδιδόντας ἄλλοις ἐξ ἄλλων, θεραπεύοντας ἀεὶ θεοὺς κατὰ νόμους.
このゆえに、母や父、そして妻の親族に対しては、彼ら自身の住居を任せておき、自分たちはまるで植民地に入植したかのように、見守り見守られつつ暮らし、子供を産み育て、松明を継ぐように命を次世代へと受け渡し、常に法律に従って神々を敬うべきである。
κτήματα δὲ τὸ μετὰ τοῦτο ποῖα ἄν τις κεκτημένος ἐμμελεστάτην οὐσίαν κεκτῇτο;
この次に、どのような財産を所有すれば、人は最も調和の取れた資産を所有することになるだろうか。
τὰ μὲν οὖν πολλὰ οὔτε νοῆσαι χαλεπὸν οὔτε κτήσασθαι, τὰ δὲ δὴ τῶν οἰκετῶν χαλεπὰ πάντῃ.
他の多くの財産については、考えることも獲得することも難しくはないが、召使いたちに関する事柄はあらゆる点で困難である。
τὸ δʼ αἴτιον, οὐκ ὀρθῶς πως καί τινα τρόπον ὀρθῶς περὶ αὐτῶν λέγομεν·
その原因は、私たちが彼らについて、ある意味では正しくなく、またある意味では正しく語っていることにある。
ἐναντία γὰρ ταῖς χρείαις, καὶ κατὰ τὰς χρείας αὖ, ποιούμεθα περὶ δούλων καὶ τὰ λεγόμενα.
なぜなら、実用に反することも、また実用に従うことも、私たちは奴隷に関することや彼らについての言論で行っているからである。
ΜΕ. πῶς δʼ αὖ τοῦτο λέγομεν;
ΜΕ. それにしても、それはどういう意味で言っているのですか。
οὐ γάρ πω μανθάνομεν, ὦ ξένε, ὅτι τὰ νῦν φράζεις.
異邦人よ、あなたが今述べていることが、私たちはまだ理解できません。
ΑΘ. καὶ μάλα γε, ὦ Μέγιλλε, εἰκότως·
ΑΘ. まったくもって、メギロスよ、それはもっともなことです。
σχεδὸν γὰρ πάντων τῶν Ἑλλήνων ἡ Λακεδαιμονίων εἱλωτεία πλείστην ἀπορίαν παράσχοιτʼ ἂν καὶ ἔριν τοῖς μὲν ὡς εὖ, τοῖς δʼ ὡς οὐκ εὖ γεγονυῖά ἐστιν—ἐλάττω δὲ ἥ τε Ἡρακλεωτῶν δουλεία τῆς τῶν Μαριανδυνῶν καταδουλώσεως ἔριν ἂν ἔχοι, τὸ Θετταλῶν τʼ αὖ πενεστικὸν ἔθνος—εἰς ἃ καὶ πάντα τὰ τοιαῦτα βλέψαντας ἡμᾶς τί χρὴ ποιεῖν περὶ κτήσεως οἰκετῶν;
というのも、ギリシア人全体のほぼすべての制度の中でも、ラケダイモン人のヘイロータイ制度は、ある人々にとっては良くできたもの、他の人々にとっては良くないものとして、最大の困惑と争いをもたらすでしょうから。 そして、ヘラクレアの人々の奴隷状態や、テッサリア人のペネスタイ階級の存在なども、それほどではないにせよ争いを引き起こすものです。 これらすべての事例に目を向けて、私たちは召使いの所有に関してどうすべきでしょうか。
ὃ δὴ παριὼν τῷ λόγῳ ἔτυχον εἰπών, καὶ σύ με εἰκότως τί ποτε φράζοιμι ἠρώτησας, τόδε ἐστίν.
私が先ほど議論の中で通りがかりに口にし、あなたがもっともなことに「一体どういう意味か」と尋ねたのは、次のようなことです。
ἴσμεν ὅτι που πάντες εἴποιμεν ἂν ὡς χρὴ δούλους ὡς εὐμενεστάτους ἐκτῆσθαι καὶ ἀρίστους·
私たちは、奴隷はできる限り好意的で優れた者を所有すべきだと、おそらく誰もが言うだろうということを知っています。
πολλοὶ γὰρ ἀδελφῶν ἤδη δοῦλοι καὶ ὑέων τισὶν κρείττους πρὸς ἀρετὴν πᾶσαν γενόμενοι, σεσώκασιν δεσπότας καὶ κτήματα τάς τε οἰκήσεις αὐτῶν ὅλας.
なぜなら、多くの奴隷が、ある人々にとっては兄弟や息子たちよりもあらゆる徳において優れており、主人たちやその財産、そして彼らの家全体を救ってきたからです。
ταῦτα γὰρ ἴσμεν που περὶ δούλων λεγόμενα.
私たちは奴隷についてこのようなことが語られるのを知っていますから。
ΜΕ. τί μήν;
ΜΕ. その通りです。