§6.774ΑΘ. περὶ γάμων δὴ ταῦτʼ ἔστω παραμύθια λεγόμενα, καὶ δὴ καὶ τὰ ἔμπροσθε τούτων ῥηθέντα, ὡς χρὴ τῆς ἀειγενοῦς φύσεως ἀντέχεσθαι τῷ παῖδας παίδων καταλείποντα ἀεὶ τῷ θεῷ ὑπηρέτας ἀνθʼ αὑτοῦ παραδιδόναι.
ΑΘ. 結婚に関しては、これらおよびこれより前に語られたことを説得の言葉とするべきである。 すなわち、子々孫々を常に残して、神に自分に代わる奉仕者を引き渡すことによって、永遠なる自然に執着すべきであるということである。
πάντα οὖν ταῦτα καὶ ἔτι πλείω τις ἂν εἴποι περὶ γάμων, ὡς χρὴ γαμεῖν, προοιμιαζόμενος ὀρθῶς·
したがって、正しく前奏を行うならば、人は結婚について、どのように結婚すべきかに関して、これらすべて、そしてさらに多くのことを言うであろう。
ἂν δʼ ἄρα τις μὴ πείθηται ἑκών, ἀλλότριον δὲ αὑτὸν καὶ ἀκοινώνητον ἐν τῇ πόλει ἔχῃ καὶ ἄγαμος ὢν γένηται πεντεκαιτριακοντούτης, ζημιούσθω κατʼ ἐνιαυτὸν ἕκαστον, ὁ μέγιστον μὲν τίμημα κεκτημένος ἑκατὸν δραχμαῖς, ὁ δὲ τὸ δεύτερον ἑβδομήκοντα, τρίτον δὲ ἑξήκοντα, ὁ δὲ τὸ τέταρτον τριάκοντα.
しかし、もし誰かが自発的に従わず、自分自身を都市の中で疎遠で非社交的なものとし、未婚のまま35歳に達するならば、毎年罰金を科されるべきである。 最大財産を所有する者は100ドラクマ、第2等の者は70ドラクマ、第3等の者は60ドラクマ、第4等の者は30ドラクマ。
τοῦτο δʼ ἔστω τῆς Ἥρας ἱερόν.
そしてこれはヘラの聖なる財産とされるべきである。
ὁ δὲ μὴ ἐκτίνων κατʼ ἐνιαυτὸν δεκαπλάσιον ὀφειλέτω·
毎年それを支払わない者は、10倍の額を負うべきである。
πραττέσθω δὲ ὁ ταμίας τῆς θεοῦ, μὴ ἐκπράξας δὲ αὐτὸς ὀφειλέτω καὶ ἐν ταῖς εὐθύναις τοῦ τοιούτου λόγον ὑπεχέτω πᾶς.
そして女神の財務官がこれを取り立てるべきであり、もし取り立てないならば彼自身が負うものとし、また監査において誰もがこのことについて責任を負わされるべきである。
εἰς μὲν οὖν χρήματα ὁ μὴ ʼθέλων γαμεῖν ταῦτα ζημιούσθω, τιμῆς δὲ παρὰ τῶν νεωτέρων ἄτιμος πάσης ἔστω, καὶ μηδεὶς ὑπακουέτω μηδὲν αὐτῷ ἑκὼν τῶν νέων·
金銭に関しては、結婚を望まない者はこのように罰せられるべきである。 しかし、若い者たちから受ける敬意に関しては、あらゆる名誉を奪われた者とされるべきであり、若い者たちの誰もが自発的に彼に全く従わないものとする。
ἐὰν δὲ κολάζειν τινὰ ἐπιχειρῇ, πᾶς τῷ ἀδικουμένῳ βοηθείτω καὶ ἀμυνέτω, μὴ βοηθῶν δὲ ὁ παραγενόμενος δειλός τε ἅμα καὶ κακὸς ὑπὸ τοῦ νόμου πολίτης εἶναι λεγέσθω.
そして、もし彼が誰かを懲らしめようと試みるならば、すべての者が不当な扱いを受けている者を助け、守るべきである。 その場に居合わせながら助けない者は、臆病者であり、同時に法律によって悪しき市民であると言われるべきである。
περὶ δὲ προικὸς εἴρηται μὲν καὶ πρότερον, εἰρήσθω δὲ πάλιν ὡς ἴσα ἀντὶ ἴσων ἐστὶν τὸ μήτε λαμβάνοντι μήτʼ ἐκδιδόντι διὰ χρημάτων ἀπορίαν γηράσκειν τοὺς πένητας·
持参金については以前にも言われたが、等しいものを等しいものに対してここでもう一度言っておこう。 すなわち、金銭の欠乏のゆえに、貧しい人々が妻を得ることも娘を嫁がせることもできずに年老いていくことがないということである。
τὰ γὰρ ἀναγκαῖα ὑπάρχοντά ἐστι πᾶσι τῶν ἐν ταύτῃ τῇ πόλει, ὕβρις δὲ ἧττον γυναιξὶ καὶ δουλεία ταπεινὴ καὶ ἀνελεύθερος διὰ χρήματα τοῖς γήμασι γίγνοιτο ἄν.
この都市のすべての人々には生活必需品が備わっており、金銭のせいで、妻たちには傲慢が、夫たちには卑屈で不自由な隷属が生じることが少なくなるからである。
καὶ ὁ μὲν πειθόμενος ἓν τῶν καλῶν δρῴη τοῦτʼ ἄν·
そして、従う者は、この一つの美わしい行いをするであろう。
ὁ δὲ μὴ πειθόμενος ἢ διδοὺς ἢ λαμβάνων πλέον ἢ πεντήκοντα ἄξια δραχμῶν ἐσθῆτος χάριν, ὁ δὲ μνᾶς, ὁ δὲ τριῶν ἡμιμναίων, ὁ δὲ δυοῖν μναῖν, ὁ τὸ μέγιστον τίμημα κεκτημένος, ὀφειλέτω μὲν τῷ δημοσίῳ τοσοῦτον ἕτερον, τὸ δὲ δοθὲν ἢ ληφθὲν ἱερὸν ἔστω τῆς Ἥρας τε καὶ τοῦ Διός, πραττόντων δὲ οἱ ταμίαι τούτοιν τοῖν θεοῖν, καθάπερ ἐρρήθη τῶν μὴ γαμούντων πέρι τοὺς ταμίας ἐκπράττειν ἑκάστοτε τοὺς τῆς Ἥρας ἢ παρʼ αὑτῶν ἑκάστους τὴν ζημίαν ἐκτίνειν.
しかし、従わずに、衣服のために50ドラクマ以上の価値のあるものを与えるか受け取るかする者は――ある者は1ミナ、ある者は1.5ミナ、ある者は2ミナ、すなわち最大財産を所有する者――公庫にそれと同額の別の額を負うものとし、与えられたか受け取られたものは、ヘラとゼウスの聖なる財産とされるべきである。 そして、これら二柱の神の財務官たちがこれを取り立てるべきである。 それは未婚者に関して、ヘラの財務官たちがその都度取り立てるか、あるいは自分たち自身の懐からそれぞれが罰金を支払うべきであると語られたのと同様である。
ἐγγύην δὲ εἶναι κυρίαν πατρὸς μὲν πρῶτον, δευτέραν πάππου, τρίτην δὲ ἀδελφῶν ὁμοπατρίων, ἐὰν δὲ μηδὲ εἷς ᾖ τούτων, τὴν πρὸς μητρὸς μετὰ τοῦτο εἶναι κυρίαν ὡσαύτως·
婚約については、まず第一に父のものが有効であり、第二に祖父のもの、第三に異母の兄弟のものが有効とされる。 もしこれらの者が一人もいないならば、その次に、母方の者によるものが同様に有効である。
ἐὰν δʼ ἄρα τύχη τις ἀήθης συμβαίνῃ, τοὺς ἐγγύτατα γένους ἀεὶ κυρίους εἶναι μετὰ τῶν ἐπιτρόπων.
しかし、もし何か異常な運命が起こるならば、常に後見人とともに、最も近い親族が決定権を持つものとする。