§6.775ΑΘ. ὅσα δὲ προτέλεια γάμων ἤ τις ἄλλη περὶ τὰ τοιαῦτα ἱερουργία μελλόντων ἢ γιγνομένων ἢ γεγονότων προσήκουσά ἐστιν τελεῖσθαι, τοὺς ἐξηγητὰς ἐρωτῶντα χρὴ καὶ πειθόμενον ἐκείνοις ἕκαστον ἡγεῖσθαι πάντα ἑαυτῷ μετρίως γίγνεσθαι.
ATH.:至于所有婚礼前祭,或者任何其他关于此类事情而应当履行的神圣仪式,无论是对于将要结婚的、正在结婚的还是已经结婚的人,每个人都应该向解经官们请教,并听从他们的意见,以此认为对自己而言一切都进行得恰到好处。
περὶ δὲ τῶν ἑστιάσεων, φίλους μὲν χρὴ καὶ φίλας μὴ πλείους πέντε ἑκατέρων συγκαλεῖν, συγγενῶν δὲ καὶ οἰκείων ὡσαύτως τοσούτους ἄλλους ἑκατέρων·
关于婚宴,应当邀请的朋友,男女双方各不得超过五人,而亲戚和熟人也同样如此,双方各是同等数量。
ἀνάλωμα δὲ μὴ γίγνεσθαι πλέον ἢ κατὰ τὴν οὐσίαν μηδενί, τῷ μὲν εἰς χρήματα μεγίστῳ μνᾶν, τῷ δʼ ἥμισυ τοῦ τοσούτου, τῷ δʼ ἐφεξῆς οὕτω, καθάπερ ὑποβέβηκεν ἑκάστῳ τὸ τίμημα.
任何人的花费都不应当超过其财产限度:对于财富处于最高等的人,一米纳;第二等的人,其半数;而对于依次往下的人,则根据每个人的财产评级递减。
καὶ τὸν μὲν πειθόμενον τῷ νόμῳ ἐπαινεῖν χρὴ πάντας, τὸν δὲ ἀπειθοῦντα κολαζόντων οἱ νομοφύλακες ὡς ἀπειρόκαλόν τε ὄντα καὶ ἀπαίδευτον τῶν περὶ τὰς νυμφικὰς μούσας νόμων.
凡服从法律的人,大家应当称赞;而不服从的人,立法护卫官们应该予以惩治,斥其在关于婚礼缪斯的法律上既缺乏审美又没有教养。
πίνειν δὲ εἰς μέθην οὔτε ἄλλοθί που πρέπει, πλὴν ἐν ταῖς τοῦ τὸν οἶνον δόντος θεοῦ ἑορταῖς, οὐδʼ ἀσφαλές, οὔτʼ οὖν δὴ περὶ γάμους ἐσπουδακότα, ἐν οἷς ἔμφρονα μάλιστα εἶναι πρέπει νύμφην καὶ νυμφίον μεταβολὴν οὐ σμικρὰν βίου μεταλλάττοντας, ἅμα δὲ καὶ τὸ γεννώμενον ὅπως ὅτι μάλιστα ἐξ ἐμφρόνων ἀεὶ γίγνηται· σχεδὸν γὰρ ἄδηλον ὁποία νὺξ ἢ φῶς αὐτὸ γεννήσει μετὰ θεοῦ.
饮酒至醉,除在赐予葡萄酒之神的节日外,在其他任何地方都是不合适也不安全的,当然更不适合认真对待婚礼的人,在婚礼中,新娘和新郎应当最为清醒,因为他们正在经历人生的重大转变,同时也是为了使出生的孩子尽可能始终由清醒的父母所生;因为几乎无法预料在神明的帮助下,哪一个夜晚或白昼会使孩子诞生。
καὶ πρὸς τούτοις δεῖ μὴ τῶν σωμάτων διακεχυμένων ὑπὸ μέθης γίγνεσθαι τὴν παιδουργίαν, ἀλλʼ εὐπαγὲς ἀπλανὲς ἡσυχαῖόν τε ἐν μοίρᾳ συνίστασθαι τὸ φυόμενον.
此外,不应当在身体因醉酒而松弛的情况下进行生育,而是应当使孕育的生命形成得结实、稳定、平静且合乎秩序。
ὁ δὲ διῳνωμένος αὐτός τε φέρεται πάντῃ καὶ φέρει, λυττῶν κατά τε σῶμα καὶ ψυχήν· σπείρειν οὖν παράφορος ἅμα καὶ κακὸς ὁ μεθύων, ὥστʼ ἀνώμαλα καὶ ἄπιστα καὶ οὐδὲν εὐθύπορον ἦθος οὐδὲ σῶμα ἐκ τῶν εἰκότων γεννῴη ποτʼ ἄν.
醉酒的人自己会四处摇晃,同时也让别人摇晃,其身体和灵魂都处于狂乱之中;因此,醉酒者生育是狂乱且不善的,其结果是,按照常理,他只会生出在品格和身体上都极其不规整、不可信、且绝非正直的后代。
διὸ μᾶλλον μὲν ὅλον τὸν ἐνιαυτὸν καὶ βίον χρή, μάλιστα δὲ ὁπόσον ἂν γεννᾷ χρόνον, εὐλαβεῖσθαι καὶ μὴ πράττειν μήτε ὅσα νοσώδη ἑκόντα εἶναι μήτε ὅσα ὕβρεως ἢ ἀδικίας ἐχόμενα—εἰς γὰρ τὰς τῶν γεννωμένων ψυχὰς καὶ σώματα ἀναγκαῖον ἐξομοργνύμενον ἐκτυποῦσθαι καὶ τίκτειν πάντῃ φαυλότερα—διαφερόντως δὲ ἐκείνην τὴν ἡμέραν καὶ νύκτα ἀπέχεσθαι τῶν περὶ τὰ τοιαῦτα·
因此,人们倒不如在一整年、乃至一生中,特别是正在生育的时期,保持谨慎,绝不自愿做出任何病态的、或带有傲慢与不义的事;因为这些必然会烙印并形塑在所生孩子的灵魂和身体上,从而在各个方面都产下较差的后代。
ἀρχὴ γὰρ καὶ θεὸς ἐν ἀνθρώποις ἱδρυμένη σῴζει πάντα, τιμῆς ἐὰν τῆς προσηκούσης αὐτῇ παρʼ ἑκάστου τῶν χρωμένων λαγχάνῃ.
特别是,在那个日子和夜晚,必须禁绝此类行为;因为在人类中建立起来的“起点”和“神明”,如果能从每个运用它的人那里获得应有的敬意,就会保全万物。
§6.776ΑΘ. νομίσαντα δʼ εἶναι χρὴ τὸν γαμοῦντα ταῖν οἰκίαιν ταῖν ἐν τῷ κλήρῳ τὴν ἑτέραν οἷον νεοττῶν ἐγγέννησιν καὶ τροφήν, χωρισθέντα ἀπὸ πατρὸς καὶ μητρὸς τὸν γάμον ἐκεῖ ποιεῖσθαι καὶ τὴν οἴκησιν καὶ τὴν τροφὴν αὑτοῦ καὶ τῶν τέκνων.
ATH.:结婚的人必须将份地里两栋房子中的一栋看作是孕育和抚育幼雏的巢穴,离开父母,在那里举行婚礼、安家并养活自己和孩子们。
ἐν γὰρ ταῖς φιλίαις ἐὰν μὲν πόθος ἐνῇ τις, κολλᾷ καὶ συνδεῖ πάντα ἤθη· κατακορὴς δὲ συνουσία καὶ οὐκ ἴσχουσα τὸν διὰ χρόνου πόθον ἀπορρεῖν ἀλλήλων ποιεῖ ὑπερβολαῖς πλησμονῆς.
因为在情感关系中,如果有某种渴望存在,它就会粘合并束缚住所有的性格;但过度的相处,无法保有因时间间隔而产生的渴望,反而会因为过度饱和而使彼此疏离。
ὧν δὴ χάριν μητρὶ καὶ πατρὶ καὶ τοῖς τῆς γυναικὸς οἰκείοις παρέντας χρὴ τὰς αὑτῶν οἰκήσεις, οἷον εἰς ἀποικίαν ἀφικομένους, αὐτοὺς ἐπισκοποῦντάς τε ἅμα καὶ ἐπισκοπουμένους οἰκεῖν, γεννῶντάς τε καὶ ἐκτρέφοντας παῖδας, καθάπερ λαμπάδα τὸν βίον παραδιδόντας ἄλλοις ἐξ ἄλλων, θεραπεύοντας ἀεὶ θεοὺς κατὰ νόμους.
正因为这些原因,应当把他们原先的住所让给父母和妻子的亲属,自己则像是来到殖民地一样去居住,既观察他人同时也接受他人的观察,生育并抚养孩子,像传递火炬一样把生命一代代传递下去,并始终依法敬奉神明。
κτήματα δὲ τὸ μετὰ τοῦτο ποῖα ἄν τις κεκτημένος ἐμμελεστάτην οὐσίαν κεκτῇτο;
此后,拥有什么样的财产,一个人才算是拥有了最得体的资产?
τὰ μὲν οὖν πολλὰ οὔτε νοῆσαι χαλεπὸν οὔτε κτήσασθαι, τὰ δὲ δὴ τῶν οἰκετῶν χαλεπὰ πάντῃ.
对于大多数其他财产,既不难想象也不难获得,但关于家仆的事,在各个方面都是困难的。
τὸ δʼ αἴτιον, οὐκ ὀρθῶς πως καί τινα τρόπον ὀρθῶς περὶ αὐτῶν λέγομεν· ἐναντία γὰρ ταῖς χρείαις, καὶ κατὰ τὰς χρείας αὖ, ποιούμεθα περὶ δούλων καὶ τὰ λεγόμενα.
其原因在于,我们关于他们的说法,某种意义上不正确,而在某种意义上又是正确的;因为我们对待奴隶的做法以及关于他们的说法,既有违背实用需要的,也有顺应实用需要的。
ΜΕ. πῶς δʼ αὖ τοῦτο λέγομεν;
MEG.:这又是什么意思?
οὐ γάρ πω μανθάνομεν, ὦ ξένε, ὅτι τὰ νῦν φράζεις.
异邦人啊,我们现在还没听懂你所说的话。
ΑΘ. καὶ μάλα γε, ὦ Μέγιλλε, εἰκότως· σχεδὸν γὰρ πάντων τῶν Ἑλλήνων ἡ Λακεδαιμονίων εἱλωτεία πλείστην ἀπορίαν παράσχοιτʼ ἂν καὶ ἔριν τοῖς μὲν ὡς εὖ, τοῖς δʼ ὡς οὐκ εὖ γεγονυῖά ἐστιν—ἐλάττω δὲ ἥ τε Ἡρακλεωτῶν δουλεία τῆς τῶν Μαριανδυνῶν καταδουλώσεως ἔριν ἂν ἔχοι, τὸ Θετταλῶν τʼ αὖ πενεστικὸν ἔθνος—εἰς ἃ καὶ πάντα τὰ τοιαῦτα βλέψαντας ἡμᾶς τί χρὴ ποιεῖν περὶ κτήσεως οἰκετῶν;
ATH.:确实,梅吉洛斯,这很自然;因为在几乎所有希腊人的制度中,拉栖代梦人的黑劳士制度可能会引起最大的困惑和争议,有的人认为它好,有的人认为它不好。 而赫拉克利亚人的奴役与玛里安杜尼亚人的受奴役相比争议会少一些,色萨利人的佩涅斯泰阶层也是如此。 审视所有这些,我们在获取家仆的事情上应当怎么做?
ὃ δὴ παριὼν τῷ λόγῳ ἔτυχον εἰπών, καὶ σύ με εἰκότως τί ποτε φράζοιμι ἠρώτησας, τόδε ἐστίν.
我刚才在讨论中顺便提到、而你自然会问我到底是什么意思的,就是这件事。
ἴσμεν ὅτι που πάντες εἴποιμεν ἂν ὡς χρὴ δούλους ὡς εὐμενεστάτους ἐκτῆσθαι καὶ ἀρίστους· πολλοὶ γὰρ ἀδελφῶν ἤδη δοῦλοι καὶ ὑέων τισὶν κρείττους πρὸς ἀρετὴν πᾶσαν γενόμενοι, σεσώκασιν δεσπότας καὶ κτήματα τάς τε οἰκήσεις αὐτῶν ὅλας.
我们知道,大约所有人都会说,我们应当拥有尽可能忠诚和优秀的奴隶;因为许多奴隶已经在各种美德上向某些人证明了自己比兄弟和儿子还要优秀,并且挽救了他们的主人、财产以及他们的整个家园。
ταῦτα γὰρ ἴσμεν που περὶ δούλων λεγόμενα.
因为我想我们都知道,关于奴隶是这样说的。
ΜΕ. τί μήν;
MEG.:当然。