Humanitext Reader

柏拉图 · 法律篇 §6.774

未婚者的惩罚、嫁妆限制与婚约规定

第 79 段,共 186 段 · 希腊语

内容简介

雅典客人规定了对三十五岁以上未婚者的分级罚款和名誉剥夺处罚,限制了婚礼衣物的支出以杜绝高额嫁妆,并确立了合法婚约决定权的家庭成员优先顺序。

§6.774ΑΘ. περὶ γάμων δὴ ταῦτʼ ἔστω παραμύθια λεγόμενα, καὶ δὴ καὶ τὰ ἔμπροσθε τούτων ῥηθέντα, ὡς χρὴ τῆς ἀειγενοῦς φύσεως ἀντέχεσθαι τῷ παῖδας παίδων καταλείποντα ἀεὶ τῷ θεῷ ὑπηρέτας ἀνθʼ αὑτοῦ παραδιδόναι.
ATH.:关于婚姻,就让这些以及在此之前所说的话作为劝说之词,即应当通过留下子孙,始终向神明奉献代替自己的仆人,以此来紧紧依附于永恒的自然。
πάντα οὖν ταῦτα καὶ ἔτι πλείω τις ἂν εἴποι περὶ γάμων, ὡς χρὴ γαμεῖν, προοιμιαζόμενος ὀρθῶς·
因此,如果能够正确地作序,任何人都可以就婚姻以及应当如何结婚说出所有这些、甚至更多的话。
ἂν δʼ ἄρα τις μὴ πείθηται ἑκών, ἀλλότριον δὲ αὑτὸν καὶ ἀκοινώνητον ἐν τῇ πόλει ἔχῃ καὶ ἄγαμος ὢν γένηται πεντεκαιτριακοντούτης, ζημιούσθω κατʼ ἐνιαυτὸν ἕκαστον, ὁ μέγιστον μὲν τίμημα κεκτημένος ἑκατὸν δραχμαῖς, ὁ δὲ τὸ δεύτερον ἑβδομήκοντα, τρίτον δὲ ἑξήκοντα, ὁ δὲ τὸ τέταρτον τριάκοντα.
但如果有人终究不自愿听从,反而使自己在这城邦中变得疏离且不合群,并且在未婚的状态下到了三十五岁,他应当每年被罚款:拥有最高财产评级的人罚一百德拉克马,第二等的罚七十,第三等的罚六十,第四等的罚三十。
τοῦτο δʼ ἔστω τῆς Ἥρας ἱερόν.
这应当作为献给赫拉的圣物。
ὁ δὲ μὴ ἐκτίνων κατʼ ἐνιαυτὸν δεκαπλάσιον ὀφειλέτω· πραττέσθω δὲ ὁ ταμίας τῆς θεοῦ, μὴ ἐκπράξας δὲ αὐτὸς ὀφειλέτω καὶ ἐν ταῖς εὐθύναις τοῦ τοιούτου λόγον ὑπεχέτω πᾶς.
每年不缴纳的人应当欠下十倍的数额;并且由女神的财务官来征收,如果不征收,他自己就应当欠下这笔钱,而且在审计中,每个人都应当对此类账目承担责任。
εἰς μὲν οὖν χρήματα ὁ μὴ ʼθέλων γαμεῖν ταῦτα ζημιούσθω, τιμῆς δὲ παρὰ τῶν νεωτέρων ἄτιμος πάσης ἔστω, καὶ μηδεὶς ὑπακουέτω μηδὲν αὐτῷ ἑκὼν τῶν νέων· ἐὰν δὲ κολάζειν τινὰ ἐπιχειρῇ, πᾶς τῷ ἀδικουμένῳ βοηθείτω καὶ ἀμυνέτω, μὴ βοηθῶν δὲ ὁ παραγενόμενος δειλός τε ἅμα καὶ κακὸς ὑπὸ τοῦ νόμου πολίτης εἶναι λεγέσθω.
因此,关于金钱,不愿结婚的人应当受到这样的处罚,至于来自年轻人的尊敬,他应当被剥夺一切尊荣,年轻的一代中没有人应当自愿服从他任何事;如果他企图惩治任何人,大家都应当帮助并保护受害者,而当时在场却不提供帮助的人,应当被法律斥为既胆怯又是坏公民。
περὶ δὲ προικὸς εἴρηται μὲν καὶ πρότερον, εἰρήσθω δὲ πάλιν ὡς ἴσα ἀντὶ ἴσων ἐστὶν τὸ μήτε λαμβάνοντι μήτʼ ἐκδιδόντι διὰ χρημάτων ἀπορίαν γηράσκειν τοὺς πένητας· τὰ γὰρ ἀναγκαῖα ὑπάρχοντά ἐστι πᾶσι τῶν ἐν ταύτῃ τῇ πόλει, ὕβρις δὲ ἧττον γυναιξὶ καὶ δουλεία ταπεινὴ καὶ ἀνελεύθερος διὰ χρήματα τοῖς γήμασι γίγνοιτο ἄν.
关于嫁妆,虽然以前也曾谈过,但这里还是应该再说一遍,即所谓同等对待同等,指穷人们不至于因为缺乏资金而无法娶妻或嫁女,以致终老;因为这城邦里的所有人都有生活必需品保障,这样一来,妻子们由于金钱而产生的傲慢,以及丈夫们因此产生的卑微和不自由的奴役就会减少。
καὶ ὁ μὲν πειθόμενος ἓν τῶν καλῶν δρῴη τοῦτʼ ἄν· ὁ δὲ μὴ πειθόμενος ἢ διδοὺς ἢ λαμβάνων πλέον ἢ πεντήκοντα ἄξια δραχμῶν ἐσθῆτος χάριν, ὁ δὲ μνᾶς, ὁ δὲ τριῶν ἡμιμναίων, ὁ δὲ δυοῖν μναῖν, ὁ τὸ μέγιστον τίμημα κεκτημένος, ὀφειλέτω μὲν τῷ δημοσίῳ τοσοῦτον ἕτερον, τὸ δὲ δοθὲν ἢ ληφθὲν ἱερὸν ἔστω τῆς Ἥρας τε καὶ τοῦ Διός, πραττόντων δὲ οἱ ταμίαι τούτοιν τοῖν θεοῖν, καθάπερ ἐρρήθη τῶν μὴ γαμούντων πέρι τοὺς ταμίας ἐκπράττειν ἑκάστοτε τοὺς τῆς Ἥρας ἢ παρʼ αὑτῶν ἑκάστους τὴν ζημίαν ἐκτίνειν.
服从的人就等于是做了一件美事;而不服从的人,无论是为了衣物而给予还是接受价值超过五十德拉克马的东西——有的人是一米纳,有的人是一点五米纳,有的人是两米纳,即拥有最高财产评级的人——应当向公库缴纳等额的罚款,而给予或接受的财产应当作为献给赫拉与宙斯的圣物,并由这两位神明的财务官来征收,正如之前关于不结婚的人所说的那样,赫拉的财务官每次都必须征收,否则就必须由他们各自自己支付罚金。
ἐγγύην δὲ εἶναι κυρίαν πατρὸς μὲν πρῶτον, δευτέραν πάππου, τρίτην δὲ ἀδελφῶν ὁμοπατρίων, ἐὰν δὲ μηδὲ εἷς ᾖ τούτων, τὴν πρὸς μητρὸς μετὰ τοῦτο εἶναι κυρίαν ὡσαύτως· ἐὰν δʼ ἄρα τύχη τις ἀήθης συμβαίνῃ, τοὺς ἐγγύτατα γένους ἀεὶ κυρίους εἶναι μετὰ τῶν ἐπιτρόπων.
婚约的有效决定权,首先在于父亲,其次在于祖父,第三在于同父异母的兄弟;如果这些人一个也没有,那么此后由母亲一方同样具有决定权;但如果发生某种不寻常的变故,则应当始终由最亲近的血亲与监护人共同拥有决定权。

词汇与语法注释

  1. 774aὡς χρὴ — 由连词 ὡς 引导的从句起同位语作用,具体解释了前文包含指示代名词的短语 τὰ ἔμπροσθε τούτων ῥηθέντα(在此之前所说的话)的具体内容。
  2. 774dὁ δὲ μνᾶς — 承接前文的分词结构 ἢ διδοὺς ἢ λαμβάνων πλέον ἢ...(给予或接受超过……之物),此处以 ὁ δὲ(而有的人……)并列列出不同财产等级(τίμημα)所对应的衣物限额:紧接着最低等级第四等的“五十德拉克马(半米纳)”,第三等为“一米纳(μνᾶς)”,第二等为“一点五米纳(τριῶν ἡμιμναίων)”,最高财产的第一等则为“两米纳(δυοῖν μναῖν)”。
  3. 774eτῶν μὴ γαμούντων πέρι — 这个带有介词 πέρι 的属格短语依附于主句动词 ἐρρήθη(曾说)。其具体的规定内容随后通过宾格加不定式(AcI)结构 τοὺς ταμίας ἐκπράττειν...(财务官们进行征收)展开。

引用这一段

柏拉图, 法律篇 §6.774. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg034.humanitext-grc2:6.774

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。