§5.741ΑΘ. ἐάν τʼ αὖ καὶ τοὐναντίον ἐπέλθῃ ποτὲ κῦμα κατακλυσμὸν φέρον νόσων, ἢ πολέμων φθορά, ἐλάττους δὲ πολὺ τοῦ τεταγμένου ἀριθμοῦ διʼ ὀρφανίας γένωνται, ἑκόντας μὲν οὐ δεῖ πολίτας παρεμβάλλειν νόθῃ παιδείᾳ πεπαιδευμένους, ἀνάγκην δὲ οὐδὲ θεὸς εἶναι λέγεται δυνατὸς βιάζεσθαι.
ΑΘ. 他方、これとは逆に、いつか疫病という洪水をもたらす波、あるいは戦争による破滅が襲いかかり、身寄りを失うことによって[世帯の数が]規定の数よりはるかに少なくなった場合には、好ましくない教育によって育てられた市民を自発的に(意図的に)割り込ませるべきではありませんが、必然性(不可抗力)に対しては神さえも抗うことはできないと言われています。
ταῦτʼ οὖν δὴ τὸν νῦν λεγόμενον λόγον ἡμῖν φῶμεν παραινεῖν λέγοντα·
それゆえ、現在語られているこの議論が、次のように述べて私たちに勧告しているのだとすることにしましょう。
ὦ πάντων ἀνδρῶν ἄριστοι, τὴν ὁμοιότητα καὶ ἰσότητα καὶ τὸ ταὐτὸν καὶ ὁμολογούμενον τιμῶντες κατὰ φύσιν μὴ ἀνίετε κατά τε ἀριθμὸν καὶ πᾶσαν δύναμιν τὴν τῶν καλῶν κἀγαθῶν πραγμάτων·
「おお、あらゆる人々の中で最も優れた者たちよ、あなた方は類似性と平等性、そして同一性と調和を自然に従って重んじ、数においても、また美しく優れた事柄のあらゆる力においても、たゆまずこれを維持しなさい。
καὶ δὴ καὶ νῦν τὸν ἀριθμὸν μὲν πρῶτον διὰ βίου παντὸς φυλάξατε τὸν εἰρημένον, εἶτα τὸ τῆς οὐσίας ὕψος τε καὶ μέγεθος, ὃ τὸ πρῶτον ἐνείμασθε μέτριον ὄν, μὴ ἀτιμάσητε τῷ τε ὠνεῖσθαι καὶ τῷ πωλεῖν πρὸς ἀλλήλους—οὔτε γὰρ ὁ νείμας κλῆρος ὢν θεὸς ὑμῖν σύμμαχος οὔτε ὁ νομοθέτης—νῦν γὰρ δὴ πρῶτον τῷ ἀπειθοῦντι νόμος προστάττει, προειπὼν ἐπὶ τούτοις κληροῦσθαι τὸν ἐθέλοντα ἢ μὴ κληροῦσθαι, ὡς πρῶτον μὲν τῆς γῆς ἱερᾶς οὔσης τῶν πάντων θεῶν, εἶτα ἱερέων τε καὶ ἱερειῶν εὐχὰς ποιησομένων ἐπὶ τοῖς πρώτοις θύμασι καὶ δευτέροις καὶ μέχρι τριῶν, τὸν πριάμενον ἢ ἀποδόμενον ὧν ἔλαχεν οἰκοπέδων ἢ γηπέδων τὰ ἐπὶ τούτοις πρέποντα πάσχειν πάθη·
そして今、とりわけ第一に、言及されたあの数を生涯にわたって維持しなさい。 次に、最初に分配された、中庸であるところの財産の高まりや規模を、互いに売買することによって損なってはならない。 なぜなら、それを分配した、クレーロス(土地の割り当て)である神も、立法者も、あなた方の味方にはならないからである。 事実、今や何よりもまず、従わない者に対して法律が次のように命じています。 すなわち、こうした条件のもとで、くじ引きに応じるか応じないかをあらかじめ告げた上で、第一に土地はすべての神々に捧げられた神聖なものであること、第二に神官や巫女たちが、第一、第二、さらに第三に及ぶ犠牲の儀式において祈りを捧げることで、分配された宅地や耕地を買った者や売った者は、こうした行為に対して受けるべき報いを受けることになる、ということです。
γράψαντες δὲ ἐν τοῖς ἱεροῖς θήσουσι κυπαριττίνας μνήμας εἰς τὸν ἔπειτα χρόνον καταγεγραμμένας, πρὸς τούτοις δʼ ἔτι φυλακτήρια τούτων, ὅπως ἂν γίγνηται, καταστήσουσιν ἐν ταύτῃ τῶν ἀρχῶν ἥτις ἂν ὀξύτατον ὁρᾶν δοκῇ, ἵνα αἱ παρὰ ταῦτα ἑκάστοτε παραγωγαὶ γιγνόμεναι μὴ λανθάνωσιν αὐτούς, ἀλλὰ κολάζωσι τὸν ἀπειθοῦντα ἅμα νόμῳ καὶ τῷ θεῷ.
そして、これらを書き記した糸杉材の記念碑を、将来のために神殿に奉納して書き残すものとし、さらに、これらが遵守されるよう、最も鋭い監視力を持つと思われる職掌のもとに監視の体制を確立し、これに違背する逸脱行為が起こるたびにそれを見逃すことなく、法律と神の双方に背くその不従順な者を処罰するようにするのです。
ὅσον γὰρ δὴ τὸ νῦν ἐπιταττόμενον ἀγαθὸν ὂν τυγχάνει πάσαις ταῖς πειθομέναις πόλεσι, τὴν ἑπομένην κατασκευὴν προσλαβόν, κατὰ τὴν παλαιὰν παροιμίαν οὐδεὶς εἴσεταί ποτε κακὸς ὤν, ἀλλʼ ἔμπειρός τε καὶ ἐπιεικὴς ἔθεσι γενόμενος·
なぜなら、現在命じられているこの事柄は、それに従うすべての国家にとって大いなる善であり、それに伴う制度が付け加わるなら、古い諺にあるように『悪人であってもそれを知る(そのままでいる)者は誰もいなくなる』のであり、むしろ誰もが経験を積み、その習俗において徳を積んだ者となるからです。
χρηματισμὸς γὰρ οὔτʼ ἔνεστιν σφόδρα ἐν τῇ τοιαύτῃ κατασκευῇ, συνέπεταί τε αὐτῇ μηδὲ δεῖν μηδʼ ἐξεῖναι χρηματίζεσθαι τῶν ἀνελευθέρων χρηματισμῶν μηδενὶ μηδένα, καθʼ ὅσον ἐπονείδιστος λεγομένη βαναυσία ἦθος ἀποτρέπει ἐλεύθερον, μηδὲ τὸ παράπαν ἀξιοῦν ἐκ τῶν τοιούτων συλλέγειν χρήματα.
このような制度においては、富を蓄積することは到底不可能ですし、自由人にふさわしくないいかなる金儲けによっても、誰も富を追求すべきではなく、また追求することも許されないということが、この制度に伴っています。 いわゆる卑俗な手仕事という不名誉なものが自由人の品格を損なう限りにおいて、そのような方法で財産を集めることを全くよしとしないのです。
§5.742ΑΘ. πρὸς τούτοις δʼ ἔτι νόμος ἕπεται πᾶσι τούτοις, μηδʼ ἐξεῖναι χρυσὸν μηδὲ ἄργυρον κεκτῆσθαι μηδένα μηδενὶ ἰδιώτῃ, νόμισμα δὲ ἕνεκα ἀλλαγῆς τῆς καθʼ ἡμέραν, ἣν δημιουργοῖς τε ἀλλάττεσθαι σχεδὸν ἀναγκαῖον, καὶ πᾶσιν ὁπόσων χρεία τῶν τοιούτων μισθοὺς μισθωτοῖς, δούλοις καὶ ἐποίκοις, ἀποτίνειν.
ΑΘ. さらにこれらすべてに加えて、次のような法律が続きます。 すなわち、いかなる私人も金や銀を所有することは許されず、ただ日常の取引のための通貨だけを所有すべきであるということです。 この取引は、職人たちと交換するため、また傭い人や奴隷、居留外国人に報酬を支払うために必要なすべての者にとって、ほぼ不可避のものです。
ὧν ἕνεκά φαμεν τὸ νόμισμα κτητέον αὐτοῖς μὲν ἔντιμον, τοῖς δὲ ἄλλοις ἀνθρώποις ἀδόκιμον·
それゆえに私たちは、彼らが所有すべき通貨は国内では通用するが、他の人々にとっては無価値なものであるべきだと言うのです。
κοινὸν δὲ Ἑλληνικὸν νόμισμα ἕνεκά τε στρατειῶν καὶ ἀποδημιῶν εἰς τοὺς ἄλλους ἀνθρώπους, οἷον πρεσβειῶν ἢ καί τινος ἀναγκαίας ἄλλης τῇ πόλει κηρυκείας, ἐκπέμπειν τινὰ ἂν δέῃ, τούτων χάριν ἀνάγκη ἑκάστοτε κεκτῆσθαι τῇ πόλει νόμισμα Ἑλληνικόν.
しかし、遠征や他国への旅(例えば使節の派遣、あるいは国家にとって他の何らかの必要な伝令使の派遣など)が生じて、誰かを送り出す必要がある場合の備えとして、国家がギリシア共通の通貨を常に所有しておくことは不可欠です。
ἰδιώτῃ δὲ ἂν ἄρα ποτὲ ἀνάγκη τις γίγνηται ἀποδημεῖν, παρέμενος μὲν τοὺς ἄρχοντας ἀποδημείτω, νόμισμα δὲ ἄν ποθεν ἔχων ξενικὸν οἴκαδε ἀφίκηται περιγενόμενον, τῇ πόλει αὐτὸ καταβαλλέτω πρὸς λόγον ἀπολαμβάνων τὸ ἐπιχώριον·
そして、もし私人にどうしても海外へ旅する必要が生じた場合には、支配者たちの許可を得た上で旅立つべきであり、また、何らかの理由で外国の通貨を余らせて帰国した場合には、それを国家に引き渡し、引き換えに相応の国内通貨を受け取らねばなりません。
ἰδιούμενος δὲ ἄν τις φαίνηται, δημόσιόν τε γιγνέσθω καὶ ὁ συνειδὼς καὶ μὴ φράζων ἀρᾷ καὶ ὀνείδει μετὰ τοῦ ἀγαγόντος ἔνοχος ἔστω, καὶ ζημίᾳ πρὸς τούτοις μὴ ἐλάττονι τοῦ ξενικοῦ κομισθέντος νομίσματος.
もしそれを個人で私蔵していることが露見した場合には、それは没収されて公有財産となり、それを知りながら告発しなかった者も、その通貨を持ち込んだ者とともに呪いと不名誉の対象となり、さらに、持ち込まれた外国通貨の額を下回らない額の罰金に処されるものとします。
γαμοῦντα δὲ καὶ ἐκδιδόντα μήτʼ οὖν διδόναι μήτε δέχεσθαι προῖκα τὸ παράπαν μηδʼ ἡντινοῦν, μηδὲ νόμισμα παρακατατίθεσθαι ὅτῳ μή τις πιστεύει, μηδὲ δανείζειν ἐπὶ τόκῳ, ὡς ἐξὸν μὴ ἀποδιδόναι τὸ παράπαν τῷ δανεισαμένῳ μήτε τόκον μήτε κεφάλαιον·
また、結婚する際にも、娘を嫁がせる際にも、持参金は一切、いかなるものも与えてはならず、受け取ってもなりません。 また、自分が信頼していない者に金を預けてはならず、利息を取って金を貸してはなりません。 金を借りた者は、利息も元本も一切返済しなくてよいこととするからです。
ταῦτα δʼ ὅτι βέλτιστʼ ἐστὶν πόλει ἐπιτηδεύματα ἐπιτηδεύειν, ὧδε ἄν τις σκοπῶν ὀρθῶς ἂν αὐτὰ διακρίνοι, ἐπαναφέρων εἰς τὴν ἀρχὴν ἀεὶ καὶ τὴν βούλησιν.
こうした習俗を実践することが国家にとって最善であるということは、常に原理(出発点)とその意図(目的)に立ち返って考察するなら、正しく判断できるでしょう。
ἔστιν δὴ τοῦ νοῦν ἔχοντος πολιτικοῦ βούλησις, φαμέν, οὐχ ἥνπερ ἂν οἱ πολλοὶ φαῖεν, δεῖν βούλεσθαι τὸν ἀγαθὸν νομοθέτην ὡς μεγίστην τε εἶναι τὴν πόλιν ᾗ νοῶν εὖ νομοθετοῖ, καὶ ὅτι μάλιστα πλουσίαν, κεκτημένην δʼ αὖ χρύσεια καὶ ἀργύρεια, καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν ἄρχουσαν ὅτι πλείστων·
私たちが言うには、思慮ある政治家の意図とは、多くの人々が言うようなものではありません。 彼らは、優れた立法者は自分が配慮し、見事に法律を制定するその国家が、可能な限り最大であり、また極めて富んでおり、金銀を所有し、陸上でも海上でもできる限り多くの人々を支配することを望むべきだ、と言うのです。
προσθεῖεν δʼ ἂν καὶ ὡς ἀρίστην δεῖν βούλεσθαι τὴν πόλιν εἶναι καὶ ὡς εὐδαιμονεστάτην τόν γε ὀρθῶς νομοθετοῦντα.
さらに彼らは、正しく法律を制定する者は、国家が可能な限り優れ、最も幸福であることを望むべきだ、とも付け加えるでしょう。
τούτων δὲ τὰ μὲν δυνατά ἐστιν γίγνεσθαι, τὰ δʼ οὐ δυνατά·
しかし、これらの中には実現可能なものもあれば、不可能なものもあります。
τὰ μὲν οὖν δυνατὰ βούλοιτʼ ἂν ὁ διακοσμῶν, τὰ δὲ μὴ δυνατὰ οὔτʼ ἂν βούλοιτο ματαίας βουλήσεις οὔτʼ ἂν ἐπιχειροῖ.
したがって、秩序を整える者は実現可能なものを望むべきであり、実現不可能なものについては、虚しい望みを抱くことも、それを企てることもしないでしょう。
σχεδὸν μὲν γὰρ εὐδαίμονας ἅμα καὶ ἀγαθοὺς ἀνάγκη γίγνεσθαι—τοῦτο μὲν οὖν βούλοιτʼ ἄν—πλουσίους δʼ αὖ σφόδρα καὶ ἀγαθοὺς ἀδύνατον, οὕς γε δὴ πλουσίους οἱ πολλοὶ καταλέγουσι·
なぜなら、人々が幸福であると同時に優れているようになることは、ほぼ必然的であり――したがってこのことを望むでしょうが――、他方で、きわめて富んでいると同時に優れているということは不可能なのです。 少なくとも、多くの人々が「富んでいる」と数え上げるような人々においては。