§5.741ΑΘ. ἐάν τʼ αὖ καὶ τοὐναντίον ἐπέλθῃ ποτὲ κῦμα κατακλυσμὸν φέρον νόσων, ἢ πολέμων φθορά, ἐλάττους δὲ πολὺ τοῦ τεταγμένου ἀριθμοῦ διʼ ὀρφανίας γένωνται, ἑκόντας μὲν οὐ δεῖ πολίτας παρεμβάλλειν νόθῃ παιδείᾳ πεπαιδευμένους, ἀνάγκην δὲ οὐδὲ θεὸς εἶναι λέγεται δυνατὸς βιάζεσθαι.
ATH.: 反之,如果什么时候相反的巨浪来袭,带来了疫病的洪流,或者战争的毁灭,由于丧亲而使得户数变得远少于规定的数目,那么我们绝不应当主动安插那些接受了不正规教育的市民,然而据说,即便是神也无法强迫必然性。
ταῦτʼ οὖν δὴ τὸν νῦν λεγόμενον λόγον ἡμῖν φῶμεν παραινεῖν λέγοντα· ὦ πάντων ἀνδρῶν ἄριστοι, τὴν ὁμοιότητα καὶ ἰσότητα καὶ τὸ ταὐτὸν καὶ ὁμολογούμενον τιμῶντες κατὰ φύσιν μὴ ἀνίετε κατά τε ἀριθμὸν καὶ πᾶσαν δύναμιν τὴν τῶν καλῶν κἀγαθῶν πραγμάτων·
因此,让我们把目前所说的这些道理,当作是对我们的劝诫,它说道:“哦,众人中最优秀的人啊,你们既然自然地推崇相似、平等、同一和协调,就不要在数量上以及在美德事物的一切力量上有所松懈。
καὶ δὴ καὶ νῦν τὸν ἀριθμὸν μὲν πρῶτον διὰ βίου παντὸς φυλάξατε τὸν εἰρημένον, εἶτα τὸ τῆς οὐσίας ὕψος τε καὶ μέγεθος, ὃ τὸ πρῶτον ἐνείμασθε μέτριον ὄν, μὴ ἀτιμάσητε τῷ τε ὠνεῖσθαι καὶ τῷ πωλεῖν πρὸς ἀλλήλους—οὔτε γὰρ ὁ νείμας κλῆρος ὢν θεὸς ὑμῖν σύμμαχος οὔτε ὁ νομοθέτης—νῦν γὰρ δὴ πρῶτον τῷ ἀπειθοῦντι νόμος προστάττει, προειπὼν ἐπὶ τούτοις κληροῦσθαι τὸν ἐθέλοντα ἢ μὴ κληροῦσθαι, ὡς πρῶτον μὲν τῆς γῆς ἱερᾶς οὔσης τῶν πάντων θεῶν, εἶτα ἱερέων τε καὶ ἱερειῶν εὐχὰς ποιησομένων ἐπὶ τοῖς πρώτοις θύμασι καὶ δευτέροις καὶ μέχρι τριῶν, τὸν πριάμενον ἢ ἀποδόμενον ὧν ἔλαχεν οἰκοπέδων ἢ γηπέδων τὰ ἐπὶ τούτοις πρέποντα πάσχειν πάθη·
尤其是现在,首先要在有生之年守护好所说的那个数目,其次,对于最初分配的、适度的财产高度和规模,千万不要通过相互买卖来加以贬低——因为无论是分配土地的克勒洛斯之神,还是立法者,都不会支持你们的。 因为如今,法律首先对不服从者下达指示,并预先声明,凡愿意或不愿意参与抽签的人,都必须建立在这些条件之上:首先,土地是属于所有神明的神圣之物;其次,祭司和女祭司们将在第一、第二乃至第三次祭祀中进行祈祷,使得购买或卖掉所分得之宅地或田地的人,遭受对于这些行为而言理所应得的报应。
γράψαντες δὲ ἐν τοῖς ἱεροῖς θήσουσι κυπαριττίνας μνήμας εἰς τὸν ἔπειτα χρόνον καταγεγραμμένας, πρὸς τούτοις δʼ ἔτι φυλακτήρια τούτων, ὅπως ἂν γίγνηται, καταστήσουσιν ἐν ταύτῃ τῶν ἀρχῶν ἥτις ἂν ὀξύτατον ὁρᾶν δοκῇ, ἵνα αἱ παρὰ ταῦτα ἑκάστοτε παραγωγαὶ γιγνόμεναι μὴ λανθάνωσιν αὐτούς, ἀλλὰ κολάζωσι τὸν ἀπειθοῦντα ἅμα νόμῳ καὶ τῷ θεῷ.
他们将这些规定写在柏木碑上,安置在神殿中以昭示后世,此外,为了确保这些规定得以贯彻,他们将在被认为眼光最敏锐的官职中设立监察机制,以便让每次违背这些规定的越轨行为都无法逃过他们的眼睛,从而依照法律和神明来惩罚不服从者。
ὅσον γὰρ δὴ τὸ νῦν ἐπιταττόμενον ἀγαθὸν ὂν τυγχάνει πάσαις ταῖς πειθομέναις πόλεσι, τὴν ἑπομένην κατασκευὴν προσλαβόν, κατὰ τὴν παλαιὰν παροιμίαν οὐδεὶς εἴσεταί ποτε κακὸς ὤν, ἀλλʼ ἔμπειρός τε καὶ ἐπιεικὴς ἔθεσι γενόμενος·
因为如今所指示的这一举措,对于所有服从它的城市来说,实为莫大的幸事,若能再加上配套的体制,正如古老谚语所说,“绝不会有人在变坏的同时还保持无知”,而是会变得富有经验,并在习俗中变得贤明。
χρηματισμὸς γὰρ οὔτʼ ἔνεστιν σφόδρα ἐν τῇ τοιαύτῃ κατασκευῇ, συνέπεταί τε αὐτῇ μηδὲ δεῖν μηδʼ ἐξεῖναι χρηματίζεσθαι τῶν ἀνελευθέρων χρηματισμῶν μηδενὶ μηδένα, καθʼ ὅσον ἐπονείδιστος λεγομένη βαναυσία ἦθος ἀποτρέπει ἐλεύθερον, μηδὲ τὸ παράπαν ἀξιοῦν ἐκ τῶν τοιούτων συλλέγειν χρήματα.
因为在这样的体制中,绝无大发横财的可能,而且该体制伴随着这样一点:任何人都不应当、也不被允许通过任何卑贱的谋生手段来赚钱,因为所谓丢人的粗俗手艺会败坏自由人的品格,绝不能认为从这些渠道敛财是值得做的事。
§5.742ΑΘ. πρὸς τούτοις δʼ ἔτι νόμος ἕπεται πᾶσι τούτοις, μηδʼ ἐξεῖναι χρυσὸν μηδὲ ἄργυρον κεκτῆσθαι μηδένα μηδενὶ ἰδιώτῃ, νόμισμα δὲ ἕνεκα ἀλλαγῆς τῆς καθʼ ἡμέραν, ἣν δημιουργοῖς τε ἀλλάττεσθαι σχεδὸν ἀναγκαῖον, καὶ πᾶσιν ὁπόσων χρεία τῶν τοιούτων μισθοὺς μισθωτοῖς, δούλοις καὶ ἐποίκοις, ἀποτίνειν.
ATH.: 此外,还有一条法律伴随着所有这些规定,即:任何私人一概不准拥有金银,而只能拥有用于日常交易的货币,这对于与工匠进行交换,以及对于所有需要支付雇工、奴隶和外来定居者工资的人来说,几乎是不可或缺的。
ὧν ἕνεκά φαμεν τὸ νόμισμα κτητέον αὐτοῖς μὲν ἔντιμον, τοῖς δὲ ἄλλοις ἀνθρώποις ἀδόκιμον· κοινὸν δὲ Ἑλληνικὸν νόμισμα ἕνεκά τε στρατειῶν καὶ ἀποδημιῶν εἰς τοὺς ἄλλους ἀνθρώπους, οἷον πρεσβειῶν ἢ καί τινος ἀναγκαίας ἄλλης τῇ πόλει κηρυκείας, ἐκπέμπειν τινὰ ἂν δέῃ, τούτων χάριν ἀνάγκη ἑκάστοτε κεκτῆσθαι τῇ πόλει νόμισμα Ἑλληνικόν.
正因为这些原因,我们说他们必须拥有一种在本地有效力、但在其他人类社会中不通用的货币;但是,为了进行军事远征,或者前往其他国家旅行——例如派遣使团,或者出于国家其他某种必要的传令任务而必须派人外出时——为了这些事情,城市在每个特定时刻都必须拥有希腊的共同通用货币。
ἰδιώτῃ δὲ ἂν ἄρα ποτὲ ἀνάγκη τις γίγνηται ἀποδημεῖν, παρέμενος μὲν τοὺς ἄρχοντας ἀποδημείτω, νόμισμα δὲ ἄν ποθεν ἔχων ξενικὸν οἴκαδε ἀφίκηται περιγενόμενον, τῇ πόλει αὐτὸ καταβαλλέτω πρὸς λόγον ἀπολαμβάνων τὸ ἐπιχώριον·
如果私人确实有某种必要进行海外旅行,他应当在获得执政官允许后出行;如果他回国时手中留有从某处带回的外币余款,他必须将其交还给国家,并按比例领回本国货币。
ἰδιούμενος δὲ ἄν τις φαίνηται, δημόσιόν τε γιγνέσθω καὶ ὁ συνειδὼς καὶ μὴ φράζων ἀρᾷ καὶ ὀνείδει μετὰ τοῦ ἀγαγόντος ἔνοχος ἔστω, καὶ ζημίᾳ πρὸς τούτοις μὴ ἐλάττονι τοῦ ξενικοῦ κομισθέντος νομίσματος.
如果发现有人将外币据为己有,该资金应当收归公有,而知情不报者,将与携带外币入境者一同承受诅咒和耻辱,并且此外还要被处以不少于所携带外币数额的罚金。
γαμοῦντα δὲ καὶ ἐκδιδόντα μήτʼ οὖν διδόναι μήτε δέχεσθαι προῖκα τὸ παράπαν μηδʼ ἡντινοῦν, μηδὲ νόμισμα παρακατατίθεσθαι ὅτῳ μή τις πιστεύει, μηδὲ δανείζειν ἐπὶ τόκῳ, ὡς ἐξὸν μὴ ἀποδιδόναι τὸ παράπαν τῷ δανεισαμένῳ μήτε τόκον μήτε κεφάλαιον·
此外,在娶妻或嫁女时,绝对不准给予或接受任何形式的嫁妆,也不得将钱财托付给不信任的人,更不得放高利贷,因为借款人被允许根本不偿还利息或本金。
ταῦτα δʼ ὅτι βέλτιστʼ ἐστὶν πόλει ἐπιτηδεύματα ἐπιτηδεύειν, ὧδε ἄν τις σκοπῶν ὀρθῶς ἂν αὐτὰ διακρίνοι, ἐπαναφέρων εἰς τὴν ἀρχὴν ἀεὶ καὶ τὴν βούλησιν.
至于践行这些习俗对于一个城市而言是最好的,如果有人像这样进行考察,总是将其追溯到本原和意图,便能做出正确的判断。
ἔστιν δὴ τοῦ νοῦν ἔχοντος πολιτικοῦ βούλησις, φαμέν, οὐχ ἥνπερ ἂν οἱ πολλοὶ φαῖεν, δεῖν βούλεσθαι τὸν ἀγαθὸν νομοθέτην ὡς μεγίστην τε εἶναι τὴν πόλιν ᾗ νοῶν εὖ νομοθετοῖ, καὶ ὅτι μάλιστα πλουσίαν, κεκτημένην δʼ αὖ χρύσεια καὶ ἀργύρεια, καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν ἄρχουσαν ὅτι πλείστων· προσθεῖεν δʼ ἂν καὶ ὡς ἀρίστην δεῖν βούλεσθαι τὴν πόλιν εἶναι καὶ ὡς εὐδαιμονεστάτην τόν γε ὀρθῶς νομοθετοῦντα.
我们说,有智慧的政治家的真实意愿,绝非大众所说的那样——大众认为,优秀的立法者应当期望他用心治理并为其立法的城市规模尽可能庞大、尽可能富裕、拥有金银,且在陆地和海洋上统治尽可能多的人;而且他们还会补充说,一个正确立法的人,应当期望这个城市尽可能优秀,并尽可能幸福。
τούτων δὲ τὰ μὲν δυνατά ἐστιν γίγνεσθαι, τὰ δʼ οὐ δυνατά·
而在这些愿望中,有些是可能实现的,有些则是不可实现的。
τὰ μὲν οὖν δυνατὰ βούλοιτʼ ἂν ὁ διακοσμῶν, τὰ δὲ μὴ δυνατὰ οὔτʼ ἂν βούλοιτο ματαίας βουλήσεις οὔτʼ ἂν ἐπιχειροῖ.
因此,建章立制者会期望那些可能实现的事情,而对于不可能实现的事情,他既不会抱有虚妄的期盼,也不会付诸尝试。
σχεδὸν μὲν γὰρ εὐδαίμονας ἅμα καὶ ἀγαθοὺς ἀνάγκη γίγνεσθαι—τοῦτο μὲν οὖν βούλοιτʼ ἄν—πλουσίους δʼ αὖ σφόδρα καὶ ἀγαθοὺς ἀδύνατον, οὕς γε δὴ πλουσίους οἱ πολλοὶ καταλέγουσι·
因为,人们几乎必然是既幸福又优秀的——这一点,立法者确实会予以期许——但另一方面,要一个人既极其富有又优秀,这是不可能的,至少在那些被大众列为富有的人当中是如此;