§5.739ΑΘ. ἡ δὴ τὸ μετὰ τοῦτο φορά, καθάπερ πεττῶν ἀφʼ ἱεροῦ, τῆς τῶν νόμων κατασκευῆς, ἀήθης οὖσα, τάχʼ ἂν θαυμάσαι τὸν ἀκούοντα τὸ πρῶτον ποιήσειεν·
雅典人:さて、これに続く法律の構成の進め方は、あたかも「聖なる線から駒を動かす」かのようであり、不慣れなものであるため、最初に聞く者を驚かせるかもしれません。
οὐ μὴν ἀλλʼ ἀναλογιζομένῳ καὶ πειρωμένῳ φανεῖται δευτέρως ἂν πόλις οἰκεῖσθαι πρὸς τὸ βέλτιστον.
しかしながら、よく考え、試みる者にとっては、これが国家を最善に準じて(第二の仕方で)管理運営するための方法であることが明らかになるでしょう。
τάχα δʼ οὐκ ἄν τις προσδέξαιτο αὐτὴν διὰ τὸ μὴ σύνηθες νομοθέτῃ μὴ τυραννοῦντι·
独裁権を持たない立法者にとっては不慣れであるという理由で、あるいはこの方法を受け入れない者もいるかもしれません。
τὸ δʼ ἔστιν ὀρθότατον εἰπεῖν μὲν τὴν ἀρίστην πολιτείαν καὶ δευτέραν καὶ τρίτην, δοῦναι δὲ εἰπόντα αἵρεσιν ἑκάστῳ τῷ τῆς συνοικήσεως κυρίῳ.
しかし、最も正しいのは、最善の国制と、第二、第三の国制を述べ、それを述べた上で、共同生活を主導するそれぞれの人に選択を委ねることです。
ποιῶμεν δὴ κατὰ τοῦτον τὸν λόγον καὶ τὰ νῦν ἡμεῖς, εἰπόντες ἀρετῇ πρώτην πολιτείαν καὶ δευτέραν καὶ τρίτην·
そこで、私たちも今、この方針に従って行動し、卓越性の点で第一、第二、第三の国制を述べることにしましょう。
τὴν δὲ αἵρεσιν Κλεινίᾳ τε ἀποδιδῶμεν τὰ νῦν καὶ εἴ τις ἄλλος ἀεί ποτε ἐθελήσειεν ἐπὶ τὴν τῶν τοιούτων ἐκλογὴν ἐλθὼν κατὰ τὸν ἑαυτοῦ τρόπον ἀπονείμασθαι τὸ φίλον αὑτῷ τῆς αὑτοῦ πατρίδος.
そして選択については、差し当たりクレイニアスに、また将来、このような国制の選択に臨んで、自らの好みに従って自らの祖国にふさわしい望ましいものを割り当てようと望む他の誰にでも、委ねることにしましょう。
πρώτη μὲν τοίνυν πόλις τέ ἐστιν καὶ πολιτεία καὶ νόμοι ἄριστοι, ὅπου τὸ πάλαι λεγόμενον ἂν γίγνηται κατὰ πᾶσαν τὴν πόλιν ὅτι μάλιστα·
第一の国家、国制、および最善の法律とは、古くから言われていることが国家全体において最も高度に実現しているところです。
λέγεται δὲ ὡς ὄντως ἐστὶ κοινὰ τὰ φίλων.
すなわち、「友のものは本当に共通である」と言われていることです。
τοῦτʼ οὖν εἴτε που νῦν ἔστιν εἴτʼ ἔσται ποτέ— κοινὰς μὲν γυναῖκας, κοινοὺς δὲ εἶναι παῖδας, κοινὰ δὲ χρήματα σύμπαντα—καὶ πάσῃ μηχανῇ τὸ λεγόμενον ἴδιον πανταχόθεν ἐκ τοῦ βίου ἅπαν ἐξῄρηται, μεμηχάνηται δʼ εἰς τὸ δυνατὸν καὶ τὰ φύσει ἴδια κοινὰ ἁμῇ γέ πῃ γεγονέναι, οἷον ὄμματα καὶ ὦτα καὶ χεῖρας κοινὰ μὲν ὁρᾶν δοκεῖν καὶ ἀκούειν καὶ πράττειν, ἐπαινεῖν τʼ αὖ καὶ ψέγειν καθʼ ἓν ὅτι μάλιστα σύμπαντας ἐπὶ τοῖς αὐτοῖς χαίροντας καὶ λυπουμένους, καὶ κατὰ δύναμιν οἵτινες νόμοι μίαν ὅτι μάλιστα πόλιν ἀπεργάζονται, τούτων ὑπερβολῇ πρὸς ἀρετὴν οὐδείς ποτε ὅρον ἄλλον θέμενος ὀρθότερον οὐδὲ βελτίω θήσεται.
したがって、これが現在どこかに存在しているか、あるいはいつか存在するようになるにせよ――妻たちも共通であり、子供たちも共通であり、すべての財産も共通であって、あらゆる手段によって、いわゆる「私的なもの」が生涯からあらゆる方法で完全に排除され、自然において私的なものであるものさえも、可能な限り何らかの方法で共通のものとなるよう工夫されているような、例えば、目や耳や手が共通に見て、聞き、行動しているように思われるほどであり、さらに全員が同一の事柄に対して喜び、悲しみ、極力一致して称賛し、非難し、そして可能な限り国家を最大限に一つにするような法律であるなら、卓越性において、これを超越する他のいかなる基準を設けても、これより正しく、また優れた基準を設けることは決してできないでしょう。
ἡ μὲν δὴ τοιαύτη πόλις, εἴτε που θεοὶ ἢ παῖδες θεῶν αὐτὴν οἰκοῦσι πλείους ἑνός, οὕτω διαζῶντες εὐφραινόμενοι κατοικοῦσι·
このような国家は、仮に神々、あるいは神々の子らが二人以上でそこに住んでいるとしても、このように共に暮らしながら喜びに満ちて居住するものです。
διὸ δὴ παράδειγμά γε πολιτείας οὐκ ἄλλῃ χρὴ σκοπεῖν, ἀλλʼ ἐχομένους ταύτης τὴν ὅτι μάλιστα τοιαύτην ζητεῖν κατὰ δύναμιν.
それゆえ、国制の模範を他所に求めるべきではなく、これに固執して、できる限りこれに最も近いものを探求せねばなりません。
ἣν δὲ νῦν ἡμεῖς ἐπικεχειρήκαμεν, εἴη τε ἂν γενομένη πως ἀθανασίας ἐγγύτατα καὶ ἡ μία δευτέρως·
私たちが今着手したものは、実現されれば、どうにかして不滅に最も近く、第二の意味で「唯一のもの」となるでしょう。
τρίτην δὲ μετὰ ταῦτα, ἐὰν θεὸς ἐθέλῃ, διαπερανούμεθα.
そしてその後に、神が望まれるなら、第三のものを完成させることにしましょう。
νῦν δʼ οὖν ταύτην τίνα λέγομεν καὶ πῶς γενομένην ἂν τοιαύτην;
さて、今や私たちはこの第二の国制をどのようなものと言い、それがどのようにしてそのようになるというのでしょうか。
§5.740ΑΘ. νειμάσθων μὲν δὴ πρῶτον γῆν τε καὶ οἰκίας, καὶ μὴ κοινῇ γεωργούντων, ἐπειδὴ τὸ τοιοῦτον μεῖζον ἢ κατὰ τὴν νῦν γένεσιν καὶ τροφὴν καὶ παίδευσιν εἴρηται·
雅典人:まず土地と家を分配するべきであり、共同で耕作してはなりません。 なぜなら、そのようなことは現在の出生、養育、そして教育の状況からすれば、高すぎる目標であると言わざるを得ないからです。
νεμέσθων δʼ οὖν τοιᾷδε διανοίᾳ πως, ὡς ἄρα δεῖ τὸν λαχόντα τὴν λῆξιν ταύτην νομίζειν μὲν κοινὴν αὐτὴν τῆς πόλεως συμπάσης, πατρίδος δὲ οὔσης τῆς χώρας θεραπεύειν αὐτὴν δεῖ μειζόνως ἢ μητέρα παῖδας, τῷ καὶ δέσποιναν θεὸν αὐτὴν οὖσαν θνητῶν ὄντων γεγονέναι, ταὐτὰ δʼ ἔχειν διανοήματα καὶ περὶ τοὺς ἐγχωρίους θεούς τε ἅμα καὶ δαίμονας.
しかしながら、分配地を受け取った者は、それを国家全体の共有財産と見なさねばなりませんが、国土は祖国であるのだから、母親が子供たちを世話する以上に熱心にこれを労わらねばならない、というような考え方で分配せねばなりません。 それは、この国土が、死を免れない定めの者たちにとって、女主たる女神であることによるのです。 また、その土地の神々や精霊たちに対しても、同じような考えを持たねばなりません。
ὅπως δʼ ἂν ταῦτα εἰς τὸν ἀεὶ χρόνον οὕτως ἔχοντα ὑπάρχῃ, τάδε προσδιανοητέον, ὅσαι εἰσὶ τὰ νῦν ἡμῖν ἑστίαι διανεμηθεῖσαι τὸν ἀριθμόν, ταύτας δεῖν ἀεὶ τοσαύτας εἶναι καὶ μήτε τι πλείους γίγνεσθαι μήτε τί ποτε ἐλάττους.
そして、これらのことが永遠にこのような状態で維持されるために、さらに次のことを考えねばなりません。 すなわち、現在私たちに分配されている竈の数がどれほどであれ、これらは常にその数であり続けねばならず、少しも増えることも、また減ることもあってはならないということです。
ὧδʼ οὖν ἂν τὸ τοιοῦτον βεβαίως γίγνοιτο περὶ πᾶσαν πόλιν·
では、このようなことは、あらゆる国家において、どのようにすれば確実に実現するでしょうか。
ὁ λαχὼν τὸν κλῆρον καταλειπέτω ἀεὶ ταύτης τῆς οἰκήσεως ἕνα μόνον κληρονόμον τῶν ἑαυτοῦ παίδων, ὃν ἂν αὐτῷ μάλιστα ᾖ φίλον, διάδοχον καὶ θεραπευτὴν θεῶν καὶ γένους καὶ πόλεως τῶν τε ζώντων καὶ ὅσους ἂν ἤδη τέλος εἰς τὸν τότε χρόνον ἔχῃ·
分配地を受け取った者は、その子供たちのうち、自分が最も愛する一人だけをその住居の唯一の相続人として常に残し、後継者および神々、家系、国家の後継者、また生存者たちや、その時点で既に生涯の終わりを迎えた者たちの世話をさせる者としなければなりません。
τοὺς δὲ ἄλλους παῖδας, οἷς ἂν πλείους ἑνὸς γίγνωνται, θηλείας τε ἐκδόσθαι κατὰ νόμον τὸν ἐπιταχθησόμενον, ἄρρενάς τε, οἷς ἂν τῆς γενέσεως ἐλλείπῃ τῶν πολιτῶν, τούτοις ὑεῖς διανέμειν, κατὰ χάριν μὲν μάλιστα, ἐὰν δέ τισιν ἐλλείπωσιν χάριτες, ἢ πλείους ἐπίγονοι γίγνωνται θήλεις ἤ τινες ἄρρενες ἑκάστων, ἢ καὶ τοὐναντίον ὅταν ἐλάττους ὦσιν, παίδων ἀφορίας γενομένης, πάντων τούτων ἀρχὴν ἣν ἂν θώμεθα μεγίστην καὶ τιμιωτάτην, αὕτη σκεψαμένη τί χρὴ χρῆσθαι τοῖς περιγενομένοις ἢ τοῖς ἐλλείπουσι, ποριζέτω μηχανὴν ὅτι μάλιστα ὅπως αἱ πεντακισχίλιαι καὶ τετταράκοντα οἰκήσεις ἀεὶ μόνον ἔσονται.
そして、一人の子供よりも多く生まれた他の子供たちについては、女子は今後命令される法律に従って嫁がせ、男子については、市民のうち子孫が不足している人々に、息子として分け与えるべきです。 これは主に好意に基づいて行われるべきですが、仮に好意が欠けている場合、あるいは各家庭において、生まれる子供が女子あるいは男子で多すぎる場合、あるいは逆に、不妊によって子供が少なくなる場合には、これらすべてについて、私たちが最大かつ最も重要として設置する職が、余剰の者や不足している者をどのように扱うべきか検討した上で、5040の住居が常にそれだけ存在し続けるよう、あらゆる手段を尽くして対策を講じねばなりません。
μηχαναὶ δʼ εἰσὶν πολλαί·
対策は多くあります。
καὶ γὰρ ἐπισχέσεις γενέσεως οἷς ἂν εὔρους ᾖ γένεσις, καὶ τοὐναντίον ἐπιμέλειαι καὶ σπουδαὶ πλήθους γεννημάτων εἰσὶν τιμαῖς τε καὶ ἀτιμίαις καὶ νουθετήσεσι πρεσβυτῶν περὶ νέους διὰ λόγων νουθετητικῶν ἀπαντῶσαι αἳ δύνανται ποιεῖν ὃ λέγομεν.
すなわち、出生が多すぎる者には出生の抑制を、逆の場合には、名誉や不名誉、また長老たちによる若者への訓戒の言葉を通じた訓戒によって、出産の数を増やすための配慮や努力を促すことが、私たちが言うことを実現させることができるのです。
καὶ δὴ καὶ τό γε τέλος, ἂν πᾶσα ἀπορία περὶ τὴν ἀνίσωσιν τῶν πεντακισχιλίων καὶ τετταράκοντα οἴκων γίγνηται, ἐπίχυσις δὲ ὑπερβάλλουσα ἡμῖν πολιτῶν διὰ φιλοφροσύνην τὴν τῶν συνοικούντων ἀλλήλοις συμβαίνῃ καὶ ἀπορῶμεν, τὸ παλαιόν που ὑπάρχει μηχάνημα, ὃ πολλάκις εἴπομεν, ἐκπομπὴ ἀποικιῶν, φίλη γιγνομένη παρὰ φίλων, ὧν ἂν ἐπιτήδειον εἶναι δοκῇ.
そしてさらに、最終手段として、5040世帯の不均衡の是正について万策尽き、共同生活を送る人々が互いに友愛を抱くことによって市民の過剰な増加が生じ、私たちが途方に暮れる場合、以前にもしばしば言及したあの古い対策、すなわち、ふさわしいと思われる者たちを、友人のもとから友力的(友好的)に送り出す「植民の送り出し」という方法が存在します。