§5.729ΑΘ. ὡς δʼ αὕτως ἡ τῶν χρημάτων καὶ κτημάτων κτῆσις, καὶ τιμήσεως κατὰ τὸν αὐτὸν ῥυθμὸν ἔχει·
雅典人:同様に、富と所有物の獲得、およびその尊重も、同じ調子で行われます。
τὰ μὲν ὑπέρογκα γὰρ ἑκάστων τούτων ἔχθρας καὶ στάσεις ἀπεργάζεται ταῖς πόλεσιν καὶ ἰδίᾳ, τὰ δʼ ἐλλείποντα δουλείας ὡς τὸ πολύ.
なぜなら、これらそれぞれの過度な所有は、国家においても個人においても不和と内紛を引き起こし、不足は多くの場合、隷属をもたらすからです。
μὴ δή τις φιλοχρημονείτω παίδων γʼ ἕνεκα, ἵνα ὅτι πλουσιωτάτους καταλίπῃ·
したがって、子供たちのために彼らを極めて裕福な者として残そうとして、誰も富を貪ってはなりません。
οὔτε γὰρ ἐκείνοις οὔτε αὖ τῇ πόλει ἄμεινον.
なぜなら、それは子供たちにとっても、また国家にとっても、より良いことではないからです。
ἡ γὰρ τῶν νέων ἀκολάκευτος οὐσία, τῶν δʼ ἀναγκαίων μὴ ἐνδεής, αὕτη πασῶν μουσικωτάτη τε καὶ ἀρίστη·
若者たちにとって、へつらいを生まない財産でありながら、必要なものに欠かない財産、これこそがすべてのうちで最も調和がとれており、最善のものです。
συμφωνοῦσα γὰρ ἡμῖν καὶ συναρμόττουσα εἰς ἅπαντα ἄλυπον τὸν βίον ἀπεργάζεται.
なぜなら、それは私たちに調和し、あらゆることにおいて私たちに適合し、苦痛のない生涯を作り出してくれるからです。
παισὶν δὲ αἰδῶ χρὴ πολλήν, οὐ χρυσὸν καταλείπειν.
子供たちには、金ではなく、多くの羞恥心を遺さねばなりません。
οἰόμεθα δὲ ἐπιπλήττοντες τοῖς νέοις ἀναισχυντοῦσιν τοῦτο καταλείψειν· τὸ δʼ ἔστιν οὐκ ἐκ τοῦ νῦν παρακελεύματος τοῖς νέοις γιγνόμενον, ὃ παρακελεύονται λέγοντες ὡς δεῖ πάντα αἰσχύνεσθαι τὸν νέον.
私たちは、恥知らずな若者たちを叱ることでこれを遺すことができると思っていますが、それは『若者はすべてを恥じるべきである』と言って若者たちに命じる現在の訓戒から生じるのではありません。
ὁ δὲ ἔμφρων νομοθέτης τοῖς πρεσβυτέροις ἂν μᾶλλον παρακελεύοιτο αἰσχύνεσθαι τοὺς νέους, καὶ πάντων μάλιστα εὐλαβεῖσθαι μή ποτέ τις αὐτὸν ἴδῃ τῶν νέων ἢ καὶ ἐπακούσῃ δρῶντα ἢ λέγοντά τι τῶν αἰσχρῶν, ὡς ὅπου ἀναισχυντοῦσι γέροντες, ἀνάγκη καὶ νέους ἐνταῦθα εἶναι ἀναιδεστάτους·
思慮深い立法者なら、むしろ年長者たちに『若者たちを恥じるように』と命じ、若者たちの誰かが自分たちの恥ずべき行為を見たり、あるいは聞きつけたりしないよう、何よりも警戒させるでしょう。 なぜなら、老人が恥知らずであるところでは、若者もそこで必然的に最も厚顔無恥になるからです。
παιδεία γὰρ νέων διαφέρουσά ἐστιν ἅμα καὶ αὐτῶν οὐ τὸ νουθετεῖν, ἀλλʼ ἅπερ ἂν ἄλλον νουθετῶν εἴποι τις, φαίνεσθαι ταῦτα αὐτὸν δρῶντα διὰ βίου.
若者たちの、そして同時に自分たち自身の、優れた教育とは、叱ることではなく、他者を叱るときに語るであろうまさにそのことを、自ら生涯を通じて実践している姿を見せることなのです。
συγγένειαν δὲ καὶ ὁμογνίων θεῶν κοινωνίαν πᾶσαν ταὐτοῦ φύσιν αἵματος ἔχουσαν τιμῶν τις καὶ σεβόμενος, εὔνους ἂν γενεθλίους θεοὺς εἰς παίδων αὑτοῦ σπορὰν ἴσχοι κατὰ λόγον.
一族を、そして同族の神々のすべての交わりを、同一の血の自然の絆を持つものとして重んじ、崇める者は、自分の子供たちの繁栄のために、子孫の守護神たちの好意を道理に従って得ることになります。
καὶ μὴν τό γε φίλων καὶ ἑταίρων πρὸς τὰς ἐν βίῳ ὁμιλίας εὐμενεῖς ἄν τις κτῷτο, μείζους μὲν καὶ σεμνοτέρας τὰς ἐκείνων ὑπηρεσίας εἰς αὑτὸν ἡγούμενος ἢ ʼκεῖνοι, ἐλάττους δʼ αὖ τὰς αὑτοῦ διανοούμενος εἰς τοὺς φίλους χάριτας αὐτῶν τῶν φίλων τε καὶ ἑταίρων.
さらに、友人や仲間の生涯における交わりに向けて好意を得るためには、彼らが自分に対して行う奉仕を、彼ら自身が思うよりも大きく尊いものと見なし、逆に自分が友人たちに対して行う恩恵を、友人や仲間自身が思うよりも小さいものと考えるべきです。
εἰς μὴν πόλιν καὶ πολίτας μακρῷ ἄριστος ὅστις πρὸ τοῦ Ὀλυμπίασιν καὶ ἁπάντων ἀγώνων πολεμικῶν τε καὶ εἰρηνικῶν νικᾶν δέξαιτʼ ἂν δόξῃ ὑπηρεσίας τῶν οἴκοι νόμων, ὡς ὑπηρετηκὼς πάντων κάλλιστʼ ἀνθρώπων αὐτοῖς ἐν τῷ βίῳ.
国家と市民に対しては、オリンピアをはじめとする戦争や平和のあらゆる競技で勝利することよりも、家邦の法律に仕えたという評判において勝利することを受け入れる者が、生涯においてその法律に最も美しく仕えた者として、はるかに優れています。
πρὸς δʼ αὖ τοὺς ξένους διανοητέον ὡς ἁγιώτατα συμβόλαια ὄντα·
また他方で、外国人に対しては、彼らとの契約が最も神聖なものであると考えるべきです。
σχεδὸν γὰρ πάντʼ ἐστὶ τὰ τῶν ξένων καὶ εἰς τοὺς ξένους ἁμαρτήματα παρὰ τὰ τῶν πολιτῶν εἰς θεὸν ἀνηρτημένα τιμωρὸν μᾶλλον.
なぜなら、外国人に対する、そして彼らへの過ちは、すべて市民同士の過ちと比べて、復讐の神に直結している度合いがはるかに高いからです。
§5.730ΑΘ. ἔρημος γὰρ ὢν ὁ ξένος ἑταίρων τε καὶ συγγενῶν ἐλεεινότερος ἀνθρώποις καὶ θεοῖς·
雅典人:なぜなら、仲間や親族のいない外国人は、人間にとっても神々にとっても、より憐れむべき存在だからです。
ὁ δυνάμενος οὖν τιμωρεῖν μᾶλλον βοηθεῖ προθυμότερον, δύναται δὲ διαφερόντως ὁ ξένιος ἑκάστων δαίμων καὶ θεὸς τῷ ξενίῳ συνεπόμενοι Διί.
したがって、復讐する力を持つ者はより熱心に助けようとしますが、それぞれの者の守護神、および外国人の守護神たるゼウスに従う神は、際立って強力です。
πολλῆς οὖν εὐλαβείας, ᾧ καὶ σμικρὸν προμηθείας ἔνι, μηδὲν ἁμάρτημα περὶ ξένους ἁμαρτόντα ἐν τῷ βίῳ πρὸς τὸ τέλος αὐτοῦ πορευθῆναι.
したがって、少しでも先見の明がある者にとっては、人生において外国人に対して何の過ちも犯すことなく、生涯の終わりに至ることは、多大な注意を要することです。
ξενικῶν δʼ αὖ καὶ ἐπιχωρίων ἁμαρτημάτων τὸ περὶ τοὺς ἱκέτας μέγιστον γίγνεται ἁμάρτημα ἑκάστοις·
さらに、外国に由来する過ちや地元での過ちの中でも、嘆願者に対する過ちが、各人にとって最大の過ちとなります。
μεθʼ οὗ γὰρ ἱκετεύσας μάρτυρος ὁ ἱκέτης θεοῦ ἔτυχεν ὁμολογιῶν, φύλαξ διαφέρων οὗτος τοῦ παθόντος γίγνεται, ὥστʼ οὐκ ἄν ποτε ἀτιμώρητος πάθοι ὁ τυχὼν ὧν ἔπαθε.
なぜなら、嘆願者が神を証人として合意を得たその神は、被害者の卓越した保護者となるからであり、したがって、被害に遭った者がその被害に対して無念を晴らされないままでいることは決してないからです。
τὰ μὲν οὖν περὶ γονέας τε καὶ ἑαυτὸν καὶ τὰ ἑαυτοῦ, περὶ πόλιν τε καὶ φίλους καὶ συγγένειαν, ξενικά τε καὶ ἐπιχώρια, διεληλύθαμεν σχεδὸν ὁμιλήματα, τὸ δὲ ποῖός τις ὢν αὐτὸς ἂν κάλλιστα διαγάγοι τὸν βίον, ἑπόμενον τούτῳ διεξελθεῖν·
さて、両親、自分自身、自分の持ち物、国家、友人、一族、そして外国人や地元での人間関係について、私たちはほぼすべてを語り終えました。 次に、どのような人間であることで、自ら最も美しく生涯を送ることができるか、これに従って詳しく論じねばなりません。
ὅσα μὴ νόμος, ἀλλʼ ἔπαινος παιδεύων καὶ ψόγος ἑκάστους εὐηνίους μᾶλλον καὶ εὐμενεῖς τοῖς τεθήσεσθαι μέλλουσιν νόμοις ἀπεργάζεται, ταῦτʼ ἐστὶν μετὰ τοῦτο ἡμῖν ῥητέον.
法律ではなく、賞賛と非難が各人を教育し、これから制定される法律に対して従順かつ好意的にさせるような事柄、これらについて、私たちはこの後に語らねばなりません。
ἀλήθεια δὴ πάντων μὲν ἀγαθῶν θεοῖς ἡγεῖται, πάντων δὲ ἀνθρώποις·
真実は、神々にとっても、人間にとっても、あらゆる善いものの先導者です。
ἧς ὁ γενήσεσθαι μέλλων μακάριός τε καὶ εὐδαίμων ἐξ ἀρχῆς εὐθὺς μέτοχος εἴη, ἵνα ὡς πλεῖστον χρόνον ἀληθὴς ὢν διαβιοῖ.
将来、至福で幸福な者になろうとする者は、最初から直ちにこれにあずかるべきです。 それは、できる限り長い間、真実な者として生涯を送るためです。
πιστὸς γάρ·
なぜなら、そのような者は信頼できるからです。
ὁ δὲ ἄπιστος ᾧ φίλον ψεῦδος ἑκούσιον, ὅτῳ δὲ ἀκούσιον, ἄνους.
しかし、不実な者とは、故意の嘘を好む者であり、無意識に嘘をつく者は愚か者です。
ὧν οὐδέτερον ζηλωτόν.
これらのどちらも羨むべきではありません。
ἄφιλος γὰρ δὴ πᾶς ὅ γε ἄπιστος καὶ ἀμαθής, χρόνου δὲ προϊόντος γνωσθείς, εἰς τὸ χαλεπὸν γῆρας ἐρημίαν αὑτῷ πᾶσαν κατεσκευάσατο ἐπὶ τέλει τοῦ βίου, ὥστε ζώντων καὶ μὴ ἑταίρων καὶ παίδων σχεδὸν ὁμοίως ὀρφανὸν αὐτῷ γενέσθαι τὸν βίον.
不実で無知な者は誰であれ、友を持たないからです。 時が経つにつれて正体が知られると、彼は人生の終わりに、辛い老境において完全な孤独を自らに用意することになり、友や子供たちが生きていようがいまいが、彼の生涯はほとんど同じように孤児のようになってしまいます。
τίμιος μὲν δὴ καὶ ὁ μηδὲν ἀδικῶν, ὁ δὲ μηδʼ ἐπιτρέπων τοῖς ἀδικοῦσιν ἀδικεῖν πλέον ἢ διπλασίας τιμῆς ἄξιος ἐκείνου·
不正を行わない者は尊ばれるべきですが、不正を行う者がそれ以上不正を行うのを許さない者は、前者の二倍以上の名誉に値します。
ὁ μὲν γὰρ ἑνός, ὁ δὲ πολλῶν ἀντάξιος ἑτέρων, μηνύων τὴν τῶν ἄλλων τοῖς ἄρχουσιν ἀδικίαν.
なぜなら、前者は一人分に値するが、後者は他者の不正を支配者たちに告発することで、多くの人々に値するからです。
ὁ δὲ καὶ συγκολάζων εἰς δύναμιν τοῖς ἄρχουσιν, ὁ μέγας ἀνὴρ ἐν πόλει καὶ τέλειος, οὗτος ἀναγορευέσθω νικηφόρος ἀρετῇ.
また、力及ぶ限り支配者たちと共に罰を与える者は、国家における偉大で完成された男であり、徳における勝利者として宣言されるべきです。
τὸν αὐτὸν δὴ τοῦτον ἔπαινον καὶ περὶ σωφροσύνης χρὴ λέγειν καὶ περὶ φρονήσεως, καὶ ὅσα ἄλλα ἀγαθά τις κέκτηται δυνατὰ μὴ μόνον αὐτὸν ἔχειν ἀλλὰ καὶ ἄλλοις μεταδιδόναι·
この同じ賞賛は、節制についても、思慮についても、また人が所有し、自ら持つだけでなく他者にも分かち合うことができる他のすべての善いものについても語られるべきです。