Humanitext Reader

プラトン · 法律 §4.723-4.724

法律の前置きの適用範囲と魂や身体の配慮

54 / 186 箇所 · ギリシア語

要旨

雅典人とクレイニアスは、強制としての法律の前に説得としての「前置き」を置くことの重要性を確認し、主要な法律にのみそれを適用すべきだと合意する。そして、神々や祖先に続く前置きの対象として、自己の魂・身体・財産のあり方に関する議論を始める。

§4.723ΑΘ. ὃ δὴ τυραννικὸν ἐπίταγμα ἀπεικασθὲν ἐρρήθη τοῖς ἐπιτάγμασιν τοῖς τῶν ἰατρῶν οὓς εἴπομεν ἀνελευθέρους, τοῦτʼ εἶναι νόμος ἄκρατος, τὸ δὲ πρὸ τούτου ῥηθέν, πειστικὸν λεχθὲν ὑπὸ τοῦδε, ὄντως μὲν εἶναι πειστικόν, προοιμίου μὴν τοῦ περὶ λόγους δύναμιν ἔχειν.
雅典人:自由人でないと私たちが呼んだ医師たちの命令に例えられて語られた、まさにあの専制的な命令、これこそが純粋な法律であり、これより前に語られ、この人によって説得的なものと呼ばれたものは、実際には説得的である一方、言論に関する前置き(プロオイミオン)としての力を持っています。
ἵνα γὰρ εὐμενῶς, καὶ διὰ τὴν εὐμένειαν εὐμαθέστερον, τὴν ἐπίταξιν, ὃ δή ἐστιν ὁ νόμος, δέξηται ᾧ τὸν νόμον ὁ νομοθέτης λέγει, τούτου χάριν εἰρῆσθαί μοι κατεφάνη πᾶς ὁ λόγος οὗτος, ὃν πείθων εἶπεν ὁ λέγων·
なぜなら、立法者が法律を告げる相手が、その命令、すなわち法律そのものを好意的に、そしてその好意のゆえに、より受け入れやすく受け入れるように、この目的のために、語る者が説得しながら語ったこのすべての言葉が語られたのだと、私には思われたからです。
διὸ δὴ κατά γε τὸν ἐμὸν λόγον τοῦτʼ αὐτό, προοίμιον, ἀλλʼ οὐ λόγος ἂν ὀρθῶς προσαγορεύοιτο εἶναι τοῦ νόμου.
それゆえ、私の見解によれば、まさにこのものは、法律の「言葉(本文)」ではなく「前置き」と正しく呼ばれるべきでしょう。
ταῦτʼ οὖν εἰπών, τί τὸ μετὰ τοῦτο ἄν μοι βουληθείην εἰρῆσθαι;
では、これらを語った上で、私はこの次に何を語ることを望むでしょうか。
τόδε, ὡς τὸν νομοθέτην πρὸ πάντων τε ἀεὶ τῶν νόμων χρεών ἐστιν μὴ ἀμοίρους αὐτοὺς προοιμίων ποιεῖν καὶ καθʼ ἕκαστον, ᾗ διοίσουσιν ἑαυτῶν ὅσον νυνδὴ τὼ λεχθέντε διηνεγκάτην.
それは次のことです。 すなわち、立法者は常にすべての法律の前に、法律を前置きを欠いたものにしてはならず、個々の法律についても、先ほど語られた二つの例が互いに異なっていたのと同じくらい、前置きと本文とを異ならせるべきだ、ということです。
ΚΛ. τό γʼ ἐμὸν οὐκ ἂν ἄλλως νομοθετεῖν διακελεύοιτο ἡμῖν τὸν τούτων ἐπιστήμονα.
クレイニアス:私個人としても、これらのことを知る者(専門家)が、私たちにこれとは異なる方法で法を制定することを勧めることはないでしょう。
ΑΘ. καλῶς μὲν τοίνυν, ὦ Κλεινία, δοκεῖς μοι τό γε τοσοῦτον λέγειν, ὅτι πᾶσίν γε νόμοις ἔστιν προοίμια καὶ ὅτι πάσης ἀρχόμενον νομοθεσίας χρὴ προτιθέναι παντὸς τοῦ λόγου τὸ πεφυκὸς προοίμιον ἑκάστοις—οὐ γὰρ σμικρὸν τὸ μετὰ τοῦτό ἐστιν ῥηθησόμενον, οὐδʼ ὀλίγον διαφέρον ἢ σαφῶς ἢ μὴ σαφῶς αὐτὰ μνημονεύεσθαι—τὸ μέντοι μεγάλων πέρι λεγομένων νόμων καὶ σμικρῶν εἰ ὁμοίως προοιμιάζεσθαι προστάττοιμεν, οὐκ ἂν ὀρθῶς λέγοιμεν.
雅典人:クレイニアスよ、あなたが少なくとも次のこと、すなわち、すべての法律には前置きが存在し、あらゆる法制定を始めるにあたっては、言葉全体の前に、それぞれにふわさしい自然な前置きを置かなければならない、と言うのは、もっともなことと思われます。 というのも、この後に語られる予定のことは小さなことではなく、これらが明確に記憶されるか明確でなく記憶されるかは、少なからぬ違いをもたらすからです。 しかしながら、もし私たちが、重大なことについて語られる法律と、些細なことについての法律に、同様に前置きを置くことを命じるなら、私たちは正しく語っていないことになるでしょう。
οὐδὲ γὰρ ᾄσματος οὐδὲ λόγου παντὸς δεῖ τὸ τοιοῦτον δρᾶν—καίτοι πέφυκέν γε εἶναι πᾶσιν, ἀλλʼ οὐ χρηστέον ἅπασιν—αὐτῷ δὲ τῷ τε ῥήτορι καὶ τῷ μελῳδῷ καὶ νομοθέτῃ τὸ τοιοῦτον ἑκάστοτε ἐπιτρεπτέον.
なぜなら、あらゆる歌やあらゆる言論についてそのようなことをする必要はないからです(もっとも、それらはすべてに本性上存在しうるのですが、すべてに用いるべきではありません)。 そのようなことは、弁論家や、歌い手や、立法者自身に、その都度任せるべきなのです。
ΚΛ. ἀληθέστατα δοκεῖς μοι λέγειν.
クレイニアス:極めて正しいお言葉だと思います。
ἀλλὰ δὴ μηκέτʼ, ὦ ξένε, διατριβὴν πλείω τῆς μελλήσεως ποιώμεθα, ἐπὶ δὲ τὸν λόγον ἐπανέλθωμεν καὶ ἀπʼ ἐκείνων ἀρχώμεθα, εἴ σοι φίλον, ὧν οὐχ ὡς προοιμιαζόμενος εἶπες τότε.
しかし、異邦人よ、これ以上ためらうことに時間を浪費するのはやめましょう。 もしよろしければ、議論に戻り、あなたが以前、前置きをするつもりではなく語った事柄から始めましょう。
πάλιν οὖν, οἷόν φασιν οἱ παίζοντες, ἀμεινόνων ἐξ ἀρχῆς δευτέρων ἐπαναπολήσωμεν, ὡς προοίμιον ἀλλʼ οὐ τὸν τυχόντα λόγον περαίνοντες, καθάπερ ἄρτι·
そこで、遊び半分に人々が言うように、もう一度、より良い「第二の試み」として最初から繰り返し、先ほどのように適当な議論ではなく、前置きを完成させるものとして扱いましょう。
λάβωμεν δʼ αὐτῶν ἀρχὴν ὁμολογοῦντες προοιμιάζεσθαι.
そして、私たちは前置きをしているのだと認めた上で、それらの始まりに手をつけることにしましょう。
καὶ τὰ μὲν περὶ θεῶν τιμῆς προγόνων τε θεραπείας, καὶ τὰ νυνδὴ λεχθέντα ἱκανά·
そして、神々の敬愛や先祖の祀りに関する事柄や、先ほど語られたことは、すでに十分です。
τὰ δʼ ἑξῆς πειρώμεθα λέγειν, μέχριπερ ἄν σοι πᾶν τὸ προοίμιον ἱκανῶς εἰρῆσθαι δοκῇ.
その次のことを、あなたに前置き全体が十分に語られたと思われるまで、語るように努めましょう。
μετὰ δὲ τοῦτο ἤδη τοὺς νόμους αὐτοὺς διέξει λέγων.
その後に、あなたは法律そのものを詳細に語ることにしてください。
§4.724ΑΘ. οὐκοῦν περὶ θεῶν μὲν καὶ τῶν μετὰ θεοὺς καὶ γονέων ζώντων τε πέρι καὶ τελευτησάντων τότε ἱκανῶς προοιμιασάμεθα, ὡς νῦν λέγομεν·
雅典人:そうすると、神々や、神々に次ぐ者たち、そして生存している親や亡くなった親について、私たちはその時、今言うような前置きを十分に作ったことになります。
τὸ δὲ ἀπολειπόμενον ἔτι τοῦ τοιούτου φαίνῃ μοι σὺ διακελεύεσθαι τὰ νῦν οἷον πρὸς τὸ φῶς ἐπανάγειν.
そして、そのような前置きの残りの部分を、今、言わば光の下へ引き出すようにと、あなたは私に勧めているように思われます。
ΚΛ. παντάπασι μὲν οὖν.
クレイニアス:まさにその通りです。
ΑΘ. ἀλλὰ μὴν μετά γε τὰ τοιαῦτα, ὡς χρὴ τὰ περὶ τὰς αὑτῶν ψυχὰς καὶ τὰ σώματα καὶ τὰς οὐσίας σπουδῆς τε πέρι καὶ ἀνέσεως ἴσχειν, προσῆκόν τʼ ἐστὶ καὶ κοινότατον ἀναπεμπαζομένους τόν τε λέγοντα καὶ τοὺς ἀκούοντας παιδείας γίγνεσθαι κατὰ δύναμιν ἐπηβόλους·
雅典人:しかしながら、そのような事柄の次に、自らの魂、身体、そして財産について、熱心さと弛緩をどのように保つべきかを、語る者も聞く者も数え直しつつ、教養を能力の及ぶ限り身につけるようになることは、ふさわしく、また極めて共通の関心事です。
ταῦτʼ οὖν ἡμῖν αὐτὰ μετʼ ἐκεῖνα ὄντως ἐστὶν ῥητέα τε καὶ ἀκουστέα.
したがって、これらそのものを、私たちはあの事柄の次に、実際に語り、聞かねばなりません。
ΚΛ. ὀρθότατα λέγεις.
クレイニアス:極めて正しくおっしゃっています。

語釈・文法注

  1. 723aὃ δὴ τυραννικὸν ἐπίταγμα ἀπεικασθὲν ἐρρήθη — 「自由人でない医師たちの命令に例えられて語られた専制的な命令」を意味する。`ἀπεικασθὲν` は受動アオリスト分詞中性主格で、`τοῖς ἐπιτάγμασιν`(命令に)という比較・結合の与格を伴い、関係代名詞 `ὃ` を修飾している。
  2. 723aᾧ τὸν νόμον ὁ νομοθέτης λέγει — 関係代名詞 `ᾧ` の先行詞(与格)が省略されており、`ἐκείνῳ ᾧ` (〜する相手の人に)を意味する。動詞 `λέγει` は、ここでは法を告げる「対象(相手)」として与格を支配している。
  3. 723bᾗ διοίσουσιν ἑαυτῶν ὅσον νυνδὴ τὼ λεχθέντε διηνεγκάτην — `ᾗ` は度合いを示す関係副詞。`ἑαυτῶν` は `διοίσουσιν`(異なる)に係る相互的な比較属格。`τὼ λεχθέντε` (先ほど語られた二つのもの) と `διηνεγκάτην` は双数形(デュアル)で、先述の二つの医師の例を指す。
  4. 723eἀμεινόνων ἐξ ἀρχῆς δευτέρων ἐπαναπολήσωμεν — 「二回目の試みはより良い」という格言的な表現(δεύτεραι φροντίδες ἀμείνονες)を反映している。`ἐπαναπολέω`(再び耕す、繰り返す)が、繰り返す対象として属格 `ἀμεινόνων δευτέρων` を支配している。
  5. 724bἀναπεμπαζομένους τόν τε λέγοντα καὶ τοὺς ἀκούοντας — `ἀναπεμπαζομένους` は現在中動分詞(男性/中性複数対格)で、不定詞 `γίγνεσθαι` の意味上の主語である対格句 `τόν τε λέγοντα καὶ τοὺς ἀκούοντας`(語る者と聞く者の双方)を修飾(または一致)している。

この箇所を引用する

プラトン, 法律 §4.723-4.724. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0059.tlg034.humanitext-grc2:4.723-4.724

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。