§12.968ΑΘ. ὁ δὲ μὴ ταῦθʼ οἷός τʼ ὢν πρὸς ταῖς δημοσίαις ἀρεταῖς κεκτῆσθαι σχεδὸν ἄρχων μὲν οὐκ ἄν ποτε γένοιτο ἱκανὸς ὅλης πόλεως, ὑπηρέτης δʼ ἂν ἄλλοις ἄρχουσιν.
ΑΘ. これらを公的な徳に加えて獲得することのできない者は、およそ都市全体の有能な支配者には決してなれず、他の支配者たちの従属者となるだろう。
ὁρᾶν δὴ χρεὼν νῦν, ὦ Κλεινία καὶ Μέγιλλε, ἤδη πρὸς τοῖς εἰρημένοις νόμοις ἅπασιν ὅσους διεληλύθαμεν εἰ καὶ τοῦτον προσοίσομεν, ὡς φυλακὴν ἐσόμενον κατὰ νόμον χάριν σωτηρίας τὸν τῶν ἀρχόντων νυκτερινὸν σύλλογον, παιδείας ὁπόσης διεληλύθαμεν κοινωνὸν γενόμενον·
今や、クレイニアスとメギロスよ、我々が検討してきたすべての既定の法律に加えて、この法律をも付け加えるべきかを見るべきである。 すなわち、支配者たちの「夜の会議」が、保存のために、法律に従う守護となるように、また、我々が詳細に論じてきたような教育にあずかる者となるように。
ἢ πῶς ποιῶμεν;
それともどのようにすべきか。
ΚΛ. ἀλλʼ, ὦ λῷστε, πῶς οὐ προσοίσομεν, ἄν πῃ καὶ κατὰ βραχὺ δυνηθῶμεν;
ΚΛ. いや、最善の友よ、我々が少しでも可能であるなら、どうして付け加えないでおくでしょうか。
ΑΘ. καὶ μὴν πρός γε τὸ τοιοῦτον ἁμιλληθῶμεν πάντες.
ΑΘ. 実のところ、そのようなことに向けて、我々全員で競い合おう。
συλλήπτωρ γὰρ τούτου γε ὑμῖν καὶ ἐγὼ γιγνοίμην ἂν προθύμως—πρὸς δʼ ἐμοὶ καὶ ἑτέρους ἴσως εὑρήσω—διὰ τὴν περὶ τὰ τοιαῦτʼ ἐμπειρίαν τε καὶ σκέψιν γεγονυῖάν μοι καὶ μάλα συχνήν.
私も喜んで、あなたたちのためにこれの協力者となりましょう。 そして、私に加えて、他にもおそらく協力者を見出すでしょう。 私には、こうした事柄に関する多くの経験と考察があるからです。
ΚΛ. ἀλλʼ, ὦ ξένε, παντὸς μὲν μᾶλλον ταύτῃ πορευτέον ᾗπερ καὶ ὁ θεὸς ἡμᾶς σχεδὸν ἄγει·
ΚΛ. いや、客人よ、何よりもまず、神が我々をほぼ導いておられるその道を進まねばならない。
τίς δὲ ὁ τρόπος ἡμῖν γιγνόμενος ὀρθῶς γίγνοιτʼ ἄν, τοῦτο δὴ τὰ νῦν λέγωμέν τε καὶ ἐρευνῶμεν.
しかし、いかなる方法がなされるなら我々にとって正しくなるのか、まさにこのことを、今は語り、探求しよう。
ΑΘ. οὐκέτι νόμους, ὦ Μέγιλλε καὶ Κλεινία, περὶ τῶν τοιούτων δυνατόν ἐστιν νομοθετεῖν, πρὶν ἂν κοσμηθῇ—τότε δὲ κυρίους ὧν αὐτοὺς δεῖ γίγνεσθαι νομοθετεῖν—ἀλλὰ ἤδη τὸ τὰ τοιαῦτα κατασκευάζον διδαχὴ μετὰ συνουσίας πολλῆς γίγνοιτʼ ἄν, εἰ γίγνοιτο ὀρθῶς.
ΑΘ. メギロスとクレイニアスよ、このような事柄について、それが秩序づけられる前には、もはや法律を制定することは不可能である。 ――そのときになって初めて、彼らが自ら制定すべき事柄の主権者となるべきなのだ――。 むしろ、そうしたものを組織化するものは、もし正しく行われるならば、多くの交わりを伴う教授となるだろう。
ΚΛ. πῶς;
ΚΛ. どのようにですか。
τί τοῦτο εἰρῆσθαι φῶμεν αὖ;
これはまたどういう意味で言われたと考えればよいのでしょうか。
ΑΘ. πρῶτον μὲν δήπου καταλεκτέος ἂν εἴη κατάλογος τῶν ὅσοι ἐπιτήδειοι πρὸς τὴν τῆς φυλακῆς φύσιν ἂν εἶεν ἡλικίαις τε καὶ μαθημάτων δυνάμεσιν καὶ τρόπων ἤθεσιν καὶ ἔθεσιν·
ΑΘ. まず第一に、おそらく、年齢、学習能力、品性、習慣において、守護の本性に適した者たちの名簿を作成すべきだろう。
μετὰ δὲ τοῦτο, ἃ δεῖ μανθάνειν οὔτε εὑρεῖν ῥᾴδιον οὔτε ηὑρηκότος ἄλλου μαθητὴν γενέσθαι.
こののち、学ぶべき事柄を、自分で見出すのも容易ではなく、また見出した他人の弟子になるのも容易ではない。
πρὸς τούτοις δὲ χρόνους, οὕς τε καὶ ἐν οἷς δεῖ παραλαμβάνειν ἕκαστα, μάταιον ταῦτʼ ἐν γράμμασιν λέγειν·
その上、それぞれをどれほどの期間、またいつ修得すべきかという時間については、これを文字の中に述べるのは無駄である。
οὐδὲ γὰρ αὐτοῖς τοῖς μανθάνουσι δῆλα γίγνοιτʼ ἂν ὅτι πρὸς καιρὸν μανθάνεται, πρὶν ἐντὸς τῆς ψυχῆς ἑκάστῳ που μαθήματος ἐπιστήμην γεγονέναι.
なぜなら、学ぶ者自身にとっても、それぞれの学問の知識が、魂の内側でおよそ成立するまでは、適切な時に学ばれているのかどうかは、明らかにはならないだろうからである。
οὕτω δὴ πάντα τὰ περὶ ταῦτα ἀπόρρητα μὲν λεχθέντα οὐκ ἂν ὀρθῶς λέγοιτο, ἀπρόρρητα δὲ διὰ τὸ μηδὲν προρρηθέντα δηλοῦν τῶν λεγομένων.
したがって、こうしたことに関するすべてのことは、もし「あらかじめ語られ得ないもの」と言われるなら正しくは言われていないし、かといって「あらかじめ語られ得ること」とも言えない。 なぜなら、事前に予告されたからといって、語られる内容の何かが明らかになるわけではないからである。
ΚΛ. τί οὖν δὴ ποιητέον ἐχόντων τούτων οὕτως, ὦ ξένε;
ΚΛ. では、客人よ、このような状況において、我々はいったい何をなすべきでしょうか。
§12.969ΑΘ. τὸ λεγόμενον, ὦ φίλοι, ἐν κοινῷ καὶ μέσῳ ἔοικεν ἡμῖν κεῖσθαι, καὶ εἴπερ κινδυνεύειν περὶ τῆς πολιτείας ἐθέλομεν συμπάσης, ἢ τρὶς ἕξ, φασίν, ἢ τρεῖς κύβους βάλλοντες, ταῦτα ποιητέον, ἐγὼ δʼ ὑμῖν συγκινδυνεύσω τῷ φράζειν τε καὶ ἐξηγεῖσθαι τά γε δεδογμένα ἐμοὶ περὶ τῆς παιδείας τε καὶ τροφῆς τῆς νῦν αὖ κεκινημένης τοῖς λόγοις·
ΑΘ. 友よ、諺に言うように、勝負は我々の共同の真ん中に置かれているようだ。 もし我々が、国制の全体について、三つの6、あるいは三つの1を投げるように危険を冒すことを望むなら、これを行わねばならない。 そして私も、現在再び議論の中で取り上げられている教育と養育について私に決意されたことを語り、説明することによって、あなたたちと共に危険を冒そう。
τὸ μέντοι κινδύνευμα οὐ σμικρὸν οὐδʼ ἑτέροις τισὶν προσφερὲς ἂν εἴη.
しかしながら、その危険は小さなものではなく、他のいかなるものにも似ていないだろう。
σοὶ δὴ τοῦτό γε, ὦ Κλεινία, μέλειν παρακελεύομαι·
クレイニアスよ、私はあなたに、まさにこのことを心にかけるよう勧める。
σὺ γὰρ τὴν Μαγνήτων πόλιν, ἢ ᾧ ἂν θεὸς ἐπώνυμον αὐτὴν ποιήσῃ, κλέος ἀρῇ μέγιστον κατασκευάσας αὐτὴν ὀρθῶς, ἢ τό γε ἀνδρειότατος εἶναι δοκεῖν τῶν ὕστερον ἐπιγιγνομένων οὐκ ἐκφεύξῃ ποτέ.
あなたがマグネス人の都市を、あるいは神がこれにどんな名を与えるにせよ、正しく構築するなら、最大の栄誉を得るか、あるいは少なくとも、後世の人々のうちで最も勇敢な者と思われることから、決して逃れることはできないだろうからである。
ἐάν γε μὴν οὗτος ἡμῖν ὁ θεῖος γένηται σύλλογος, ὦ φίλοι ἑταῖροι, παραδοτέον τούτῳ τὴν πόλιν, ἀμφισβήτησίς τε οὐκ ἔστʼ οὐδεμία οὐδενὶ τῶν νῦν παρὰ ταῦθʼ ὡς ἔπος εἰπεῖν νομοθετῶν, ὄντως δὲ ἔσται σχεδὸν ὕπαρ ἀποτετελεσμένον οὗ σμικρῷ πρόσθεν ὀνείρατος ὣς τῷ λόγῳ ἐφηψάμεθα, κεφαλῆς νοῦ τε κοινωνίας εἰκόνα τινά πως συμμείξαντες, ἐὰν ἄρα ἡμῖν οἵ τε ἄνδρες ἀκριβῶς ἐκλεχθῶσι, παιδευθῶσί τε προσηκόντως, παιδευθέντες τε ἐν ἀκροπόλει τῆς χώρας κατοικήσαντες, φύλακες ἀποτελεσθῶσιν οἵους ἡμεῖς οὐκ εἴδομεν ἐν τῷ πρόσθεν βίῳ πρὸς ἀρετὴν σωτηρίας γενομένους.
愛する友よ、もしこの神聖な会議が我々に実現するならば、これに都市を引き渡さねばならない。 そして、これに反して語る現代の立法者は、言ってみれば、一人として異論を差し挟む余地はない。 そして、少し前に夢のように言葉の中で触れたこと、すなわち頭脳と知性の結合というある種のイメージを混じり合わせたことが、まさに目覚めた現実としてほぼ完成することになるだろう。 もし、人々が厳格に選ばれ、適切に教育され、教育されたのちにこの国の砦に居住し、我々がかつてこれまでの人生において、徳に関して、保存のためにそのようであったことを見たこともないような、完璧な番人となるならばである。
ΜΕ. ὦ φίλε Κλεινία, ἐκ τῶν νῦν ἡμῖν εἰρημένων ἁπάντων ἢ τὴν πόλιν ἐατέον τῆς κατοικίσεως ἢ τὸν ξένον τόνδε οὐκ ἀφετέον, ἀλλὰ δεήσεσιν καὶ μηχαναῖς πάσαις κοινωνὸν ποιητέον ἐπὶ τὴν τῆς πόλεως κατοίκισιν.
ΜΕ. 愛するクレイニアスよ、今我々に語られたすべてのことからして、この都市の創建をあきらめるか、あるいはこの外国の客人を引き止め、あらゆる懇願と手段を用いて、都市の創建の協力者としなければならない。
ΚΛ. ἀληθέστατα λέγεις, ὦ Μέγιλλε, καὶ ἐγὼ ποιήσω ταῦθʼ οὕτως καὶ σὺ συλλάμβανε.
ΚΛ. きわめて正しいことを言われます、メギロスよ。 私もそのようにしますから、あなたも協力してください。
ΜΕ. συλλήψομαι.
ΜΕ. 協力しましょう。