Humanitext Reader

プラトン · 法律 §12.958-12.959

判決執行の手続きと葬礼および墓地の規定

180 / 186 箇所 · ギリシア語

要旨

矯正不可能な悪人に対する処罰と判決執行の具体的手続きが定められた後、生涯を終えた者の自然な死と、葬儀・墓地・費用の制限、および魂と肉体の根本的な違いについて語られる。

§12.958ΑΘ.οἷσιν δὲ ὄντως ἐπικεκλωσμέναι, θάνατον ἴαμα ταῖς οὕτω διατεθείσαις ψυχαῖς διανέμοντες, ὃ δικαίως εἴη πολλάκις ἂν εἰρημένον, ἄξιοι ἐπαίνου γίγνοιντʼ ἂν τῇ πάσῃ πόλει τοιοῦτοι δικασταὶ καὶ δικαστῶν ἡγεμόνες.
ΑΘ. しかし、(その悪癖が)本当に決定づけられている人々に対して、そのように方向付けられた魂に治療薬としての死を分配し(これはしばしば正しく語られていることであろうが)、そのような裁判官や裁判官の指導者たちは、ポリス全体から賞賛されるに値する存在となるであろう。
ἐπειδὰν δὲ αἱ κατʼ ἐνιαυτὸν δίκαι τέλος ἐκδικασθεῖσαι σχῶσι, ταῖς πράξεσι νόμους αὐτῶν χρεὼν γίγνεσθαι τούσδε·
そして、年次の裁判が最終的に判決を下されて終了したときには、それらの執行に関して、以下の法律が定められるべきである。
πρῶτον μὲν ἡ δικάζουσα ἀρχὴ τὰ τοῦ ὀφλόντος τῷ νικήσαντι χρήματα πάντα ἀποδιδότω, χωρὶς τῶν ἀναγκαίων κεκτῆσθαι, μετὰ τὴν διαψήφισιν ἑκάστην εὐθὺς ὑπὸ κήρυκος, ἀκουόντων τῶν δικαστῶν·
第一に、裁判を下した官職は、敗訴した者のすべての財産(ただし、所有するのに必要なものを除く)を、それぞれの判決の直後に、裁判官たちの聞く前で、布告人を通じて勝訴した者に引き渡さなければならない。
ἐπειδὰν δὲ ὁ τῶν δικασίμων μηνῶν ἐχόμενος γένηται μήν, ἐάν τις μὴ ἀπαλλάττῃ τὸν νικήσαντα ἑκόντα ἑκών, ἡ δικάσασα ἀρχὴ συνεπομένη τῷ νικῶντι τὰ τοῦ ὀφλόντος παραδιδότω χρήματα.
裁判月間の次の月が来たとき、もし敗訴した者が勝訴した者を、自発的に(その義務から)解放しないなら、裁判を下した官職は勝訴した者に同行し、敗訴した者の財産を引き渡さなければならない。
ἐὰν δὲ μὴ ἔχωσιν ὁπόθεν, ἐλλείπῃ δὲ μὴ ἔλαττον δραχμῆς, μὴ πρότερον εἶναι τούτῳ δίκας πρὸς ἄλλον μηδένα, πρὶν ἂν ἐκπληρώσῃ τὸ χρέος ἅπαν τῷ νικήσαντι·
もし彼らが支払う財産を持たず、不足額が1ドラクマ以上であるなら、勝訴した者に対して債務をすべて完済するまでは、この者が他の誰に対しても訴訟を起こすことはできない。
ἄλλοις δὲ πρὸς τοῦτον ἔστωσαν δίκαι κυρίως.
しかし、他の人々がこの者に対して起こす訴訟は有効とする。
ἐὰν δέ τις ἀφῃρῆται τὴν ἀρχὴν τὴν καταδικάσασαν καταδικασθείς, εἰσαγόντων μὲν αὐτὸν εἰς τὸ τῶν νομοφυλάκων δικαστήριον οἱ ἀφαιρεθέντες ἀδίκως, ἐὰν δέ τις ὄφλῃ τὴν τοιαύτην δίκην, ὡς ὅλην τὴν πόλιν καὶ νόμους φθείρων θανάτῳ ζημιούσθω.
もし敗訴した者が、判決を下した官職を排除するなら、不当に排除された者たちは彼を法の番人たちの裁判所に告発するものとし、もし誰かがそのような裁判で有罪となったなら、国全体と法律を破滅させる者として死刑に処されるべきである。
ἀνδρὶ δὴ τὸ μετὰ τοῦτο γεννηθέντι καὶ ἐκτραφέντι, καὶ γεννήσαντι καὶ ἐκθρέψαντι τέκνα, καὶ συμμείξαντι συμβόλαια μετρίως, διδόντι τε δίκας εἴ τινα ἠδικήκει καὶ παρʼ ἑτέρου ἐκλαβόντι, σὺν τοῖς νόμοις ἐν μοίρᾳ γηράσαντι τελευτὴ γίγνοιτʼ ἂν κατὰ φύσιν.
この後に、生まれ育ち、子どもを生み育て、分相応に契約を結び、もし誰かを害したなら賠償を支払い、他者からそれを受け取り、法律とともに相応に老いた人にとって、死は自然なものとなるであろう。
περὶ τελευτήσαντας δή, εἴτε τις ἄρρην εἴτε τις θῆλυς ᾖ, τὰ μὲν περὶ τὰ θεῖα νόμιμα τῶν τε ὑπὸ γῆς θεῶν καὶ τῶν τῇδε, ὅσα προσήκει τελεῖσθαι, τοὺς ἐξηγητὰς γίγνεσθαι κυρίους φράζοντας·
死者に関しては、それが男であろうと女であろうと、地下の神々およびこの世の神々に関する神聖な慣習のうち、執り行われるべきすべてのことについて、解釈者たちが指示を与える権限を持つべきである。
θήκας δʼ εἶναι τῶν χωρίων ὁπόσα μὲν ἐργάσιμα μηδαμοῦ, μήτε τι μέγα μήτε τι σμικρὸν μνῆμα, ἃ δὲ ἡ χώρα πρὸς τοῦτʼ αὐτὸ μόνον φύσιν ἔχει, τὰ τῶν τετελευτηκότων σώματα μάλιστα ἀλυπήτως τοῖς ζῶσι δεχομένη κρύπτειν, ταῦτα ἐκπληροῦν, τοῖς δὲ ἀνθρώποις ὅσα τροφὴν μήτηρ οὖσα ἡ γῆ πρὸς ταῦτα πέφυκεν βούλεσθαι φέρειν, μήτε ζῶν μήτε τις ἀποθανὼν στερείτω τὸν ζῶνθʼ ἡμῶν.
墓については、耕作可能な土地のいかなる場所にも、大きいものも小さいものも決して記念碑を置いてはならず、土地がただこれだけのために自然の適性を持っていて、死者の体を生きている人々にとって最も害を及ぼさない形で受け入れて隠すことができる場所、そこを墓地として満たすべきである。 また、母なる大地が人間のために食物を運ぶことを自然に望んでいるような土地については、我々のうち、生きている者も死んでいる者も、生きている人間からそれを奪ってはならない。
§12.959ΑΘ. χῶμα δὲ μὴ χοῦν ὑψηλότερον πέντε ἀνδρῶν ἔργον, ἐν πένθʼ ἡμέραις ἀποτελούμενον·
ΑΘ. 土塁については、5人の男が5日間で完成させる仕事量より高く盛ってはならない。
λίθινα δὲ ἐπιστήματα μὴ μείζω ποιεῖν ἢ ὅσα δέχεσθαι τῶν τοῦ τετελευτηκότος ἐγκώμια βίου μὴ πλείω τεττάρων ἡρωικῶν στίχων.
石の石碑は、死者の生涯の賛辞として、ヘクサメトロス4行以内のものを受け入れることができる大きさを超えて作ってはならない。
τὰς δὲ προθέσεις πρῶτον μὲν μὴ μακρότερον χρόνον ἔνδον γίγνεσθαι τοῦ δηλοῦντος τόν τε ἐκτεθνεῶτα καὶ τὸν ὄντως τεθνηκότα, εἴη δʼ ἂν σχεδόν, ὡς τἀνθρώπινα, μέτρον ἔχουσα τριταία πρὸς τὸ μνῆμα ἐκφορά.
まず、遺体の安置は、その者が本当に死んでいるか、また確実に死者であるかを示すのに必要な時間より長く屋内に留めてはならない。 人間的な事柄としての適度な基準としては、だいたい三日目に墓地への送り出しが行われることになろう。
πείθεσθαι δʼ ἐστὶ τῷ νομοθέτῃ χρεὼν τά τε ἄλλα καὶ λέγοντι ψυχὴν σώματος εἶναι τὸ πᾶν διαφέρουσαν, ἐν αὐτῷ τε τῷ βίῳ τὸ παρεχόμενον ἡμῶν ἕκαστον τοῦτʼ εἶναι μηδὲν ἀλλʼ ἢ τὴν ψυχήν, τὸ δὲ σῶμα ἰνδαλλόμενον ἡμῶν ἑκάστοις ἕπεσθαι, καὶ τελευτησάντων λέγεσθαι καλῶς εἴδωλα εἶναι τὰ τῶν νεκρῶν σώματα, τὸν δὲ ὄντα ἡμῶν ἕκαστον ὄντως, ἀθάνατον εἶναι ψυχὴν ἐπονομαζόμενον, παρὰ θεοὺς ἄλλους ἀπιέναι δώσοντα λόγον, καθάπερ ὁ νόμος ὁ πάτριος λέγει—τῷ μὲν γὰρ ἀγαθῷ θαρραλέον, τῷ δὲ κακῷ μάλα φοβερόν—βοήθειάν τε αὐτῷ μήτινα μεγάλην εἶναι τετελευτηκότι·
立法者に対しては、他のことにおいても、また「魂は肉体と全面的に異なるものであり、人生において我々のそれぞれを形成しているものは、魂に他ならない。 一方、肉体は我々のそれぞれに付き従う幻影にすぎず、死んだ後は、死者の身体は影像であると語るのが正しい。 そして、真に我々のそれぞれ自身である存在は、不滅であって魂と呼ばれ、先祖伝来の法が言うように、弁明をするために他の神々のもとへと去っていくのである。 ――これは、善き者にとっては心強いが、悪しき者にとっては極めて恐ろしいことである。 ――また、死んだ者に対しては、いかなる大きな助けも存在しない」と彼が語ることに従うべきである。
ζῶντι γὰρ ἔδει βοηθεῖν πάντας τοὺς προσήκοντας, ὅπως ὅτι δικαιότατος ὢν καὶ ὁσιώτατος ἔζη τε ζῶν καὶ τελευτήσας ἀτιμώρητος ἂν κακῶν ἁμαρτημάτων ἐγίγνετο τὸν μετὰ τὸν ἐνθάδε βίον.
なぜなら、親族全員は彼が生きていたときに助けるべきであったからであり、それは彼が生前にできる限り義しく清らかに生き、死んだ後は、この世の後の生において、悪しき過ちの罰を受けずに済むようにするためであった。
ἐκ δὲ τούτων οὕτως ἐχόντων οὐδέποτε οἰκοφθορεῖν χρή, διαφερόντως νομίζοντα τὸν αὑτοῦ τοῦτον εἶναι τὸν τῶν σαρκῶν ὄγκον θαπτόμενον, ἀλλʼ ἐκεῖνον τὸν ὑὸν ἢ ἀδελφόν, ἢ ὅντινά τις μάλισθʼ ἡγεῖται ποθῶν θάπτειν, οἴχεσθαι περαίνοντα καὶ ἐμπιμπλάντα τὴν αὑτοῦ μοῖραν, τὸ δὲ παρὸν δεῖν εὖ ποιεῖν, τὰ μέτρια ἀναλίσκοντα ὡς εἰς ἄψυχον χθονίων βωμόν·
これらのことがこのようであるからには、埋葬されるこの肉の塊を自分自身のものと特別に思い込んで、家財を乱費しては決してならない。 むしろ、人が最も愛おしみ、葬りたいと思っているその息子や兄弟、あるいはその他の者は、自らの運命を全うし、満たして、去って行ったのだと考え、目の前にあるものに対しては、地下の神々のための魂なき祭壇に対するかのように、控えめな費用をかけて適切に処置すべきである。
τὸ δὲ μέτριον νομοθέτης ἂν μαντεύσαιτο οὐκ ἀσχημονέστατα.
適度な基準については、立法者が極めて見事に見当をつけることができるだろう。
ἔστω δὴ νόμος οὗτος·
以下のことを法律とせよ。
τῷ μὲν δὴ τοῦ μεγίστου τιμήματος εἰς τὴν πᾶσαν ταφὴν ἀναλισκόμενα μὴ πλέον πέντε μνῶν, τῷ δὲ τοῦ δευτέρου τρεῖς μναῖ, καὶ δύο τῷ τοῦ τρίτου, μνᾶ δὲ τῷ τοῦ τετάρτου μέτρον ἂν ἔχοι τῶν ἀναλωμάτων.
最も高い財産階級の者については、埋葬全体の費用として費やされるのは5ムナを超えてはならず、第二の階級には3ムナ、第三には2ムナ、第四には1ムナが、支出の適度な基準となるであろう。
νομοφύλαξι δὲ πολλά τε ἄλλα ἀνάγκη πράττειν καὶ πολλῶν ἐπιμελεῖσθαι, τούτων δʼ οὐχ ἥκιστα, ὅπως ἂν παίδων τε καὶ ἀνδρῶν καὶ πάσης ἡλικίας ἐπιμελούμενοι ζῶσι, καὶ δὴ καὶ πρὸς τὸ τέλος ἁπάντων νομοφύλαξ εἷς γέ τις ἐπιστατῇ, ὃν ἂν οἱ τοῦ τετελευτηκότος ἐπίσκοπον οἰκεῖοι παραλάβωσιν, ᾧ καλόν τʼ ἔστω καλῶς καὶ μετρίως τὰ περὶ τὸν τετελευτηκότα γιγνόμενα καὶ μὴ καλῶς αἰσχρόν.
法の番人たちは多くの他のことを行い、多くのことを配慮しなければならないが、その中でも特に、子どもたちや大人たち、そしてすべての年齢の人々に配慮して生きるようにすべきである。 そして、すべての人の最期に際しては、法の番人のうち誰か一人が監督者として立ち会うものとし、遺族はその者を監督官として迎えるべきである。 そして、その監督官にとって、死者に関する事柄が美しく控えめに執り行われることは名誉となり、美しく執り行われないことは不名誉となるべきである。

語釈・文法注

  1. 958aοἷσιν δὲ ὄντως ἐπικεκλωσμέναι — 主語が省略されている。前節末尾の ἰάσιμοι δόξαι τῶν κακῶν(治療可能な悪しき信念)と対比される形で、文脈上「治療不可能な(悪しき信念・悪癖)」が想定される。ἐπικεκλωσμέναι(ἐπικλώθω 「紡ぎ出す」の完了受動分詞女性複数)は、運命の糸として不可避に決定づけられた悪を指す。
  2. 958bχωρὶς τῶν ἀναγκαίων κεκτῆσθαι — 不定詞 κεκτῆσθαι は形容詞 ἀναγκαίων を修飾する限定不定詞(制限の不定詞)であり、「所有するのに必要なもの」を意味する。
  3. 959cὅπως ὅτι δικαιότατος ὢν καὶ ὁσιώτατος ἔζη τε ζῶν καὶ τελευτήσας ἀτιμώρητος ἂν κακῶν ἁμαρτημάτων ἐγίγνετο — 接続詞 ὅπως の後ろに直説法過去(ἔζη, ἐγίγνετο)が続くことで、過去に実現されなかった目的(「〜であったかもしれないのに」)を表す。また、後者には ἄν が付されており(ἐγίγνετο ἄν)、反実仮想の帰結(「罰を受けずに済んだであろうに」)のニュアンスが強調されている。

この箇所を引用する

プラトン, 法律 §12.958-12.959. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0059.tlg034.humanitext-grc2:12.958-12.959

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。