§11.929ΑΘ. ἐν μὲν οὖν ἄλλῃ πολιτείᾳ παῖς ἀποκεκηρυγμένος οὐκ ἂν ἐξ ἀνάγκης ἄπολις εἴη, ταύτης δέ, ἧς οἵδε οἱ νόμοι ἔσονται, ἀναγκαίως ἔχει εἰς ἄλλην χώραν ἐξοικίζεσθαι τὸν ἀπάτορα—πρὸς γὰρ τοῖς τετταράκοντα καὶ πεντακισχιλίοις οἴκοις οὐκ ἔστιν ἕνα προσγενέσθαι—διὸ δὴ δεῖ τὸν ταῦτα πεισόμενον ἐν δίκῃ μὴ ὑπὸ ἑνὸς πατρός, ὑπὸ δὲ τοῦ γένους ἀπορρηθῆναι παντός.
アテナイ人:さて、他の国制においては、勘当された子は必然的にポリスを失うわけではない。 しかし、これらの法律が適用されることになるこの国制においては、父を持たぬ者は必然的に他の土地へと移住しなければならない。 なぜなら、五千四十の家に新しく一つを加えることは不可能だからである。 それゆえに、この処置を裁判において受けようとする者は、一人の父親によってだけでなく、一族全員によって勘当されなければならない。
ποιεῖν δὲ χρὴ τῶν τοιούτων πέρι κατὰ νόμον τοιόνδε τινά·
そして、このような事柄については、次のような法律に従って行動すべきである。
ὃν ἂν θυμὸς ἐπίῃ μηδαμῶς εὐτυχής, εἴτʼ οὖν ἐν δίκῃ εἴτε καὶ μή, ὃν ἔτεκέ τε καὶ ἐξεθρέψατο, τοῦτον ἐπιθυμεῖν ἀπαλλάξαι τῆς αὑτοῦ συγγενείας, μὴ φαύλως οὕτως ἐξέστω μηδʼ εὐθὺς τοῦτο δρᾶν, πρῶτον δὲ συλλεξάτω τοὺς αὑτοῦ συγγενεῖς μέχρι ἀνεψιῶν καὶ τοὺς τοῦ ὑέος ὡσαύτως τοὺς πρὸς μητρός, κατηγορείτω δὲ ἐν τούτοις, διδάσκων ὡς ἄξιος ἅπασιν ἐκ τοῦ γένους ἐκκεκηρῦχθαι, δότω δὲ καὶ τῷ ὑεῖ λόγους τοὺς ἴσους ὡς οὐκ ἄξιός ἐστι τούτων οὐδὲν πάσχειν·
すなわち、全く不幸な怒りに駆られて、裁判においてであれ、あるいはそうでなくても、自らが産み育てた者を自分の親族関係から排除したいと望む者は、このように安易に、あるいは直ちにこれを行うことが許されるべきではなく、まず第一に、いとこに至るまでの自分の親族と、同様に息子の側の母方の親族を集めなければならない。 そして彼らの中で告発し、その息子が一族から勘当されるに値することを全員に説明して示さなければならない。 また息子に対しても、自分はこのような仕打ちを少しも受けるに値しないことを説明する、同等の弁明の機会を与えるべきである。
καὶ ἐὰν μὲν πείθῃ ὁ πατὴρ καὶ συμψήφους λάβῃ πάντων τῶν συγγενῶν ὑπὲρ ἥμισυ, πλὴν πατρὸς διαψηφιζομένου καὶ μητρὸς καὶ τοῦ φεύγοντος, τῶν τε ἄλλων ὁπόσοιπερ ἂν ὦσιν γυναικῶν εἴτε ἀνδρῶν τέλειοι, ταύτῃ μὲν καὶ κατὰ ταῦτα ἐξέστω τῷ πατρὶ τὸν ὑὸν ἀποκηρύττειν, ἄλλως δὲ μηδαμῶς.
そして、もし父親が彼らを説得し、投票するすべての親族の過半数の賛成票を得たならば(ただし、投票を行う父親、母親、および被告自身、ならびにその他の親族のうち未成年の者を除く。 男女の別を問わず、成人している者たちの過半数)、この方法およびこれらの条件において、父親は息子を勘当することが許されるが、それ以外では決して許されない。
τὸν δʼ ἀποκηρυχθέντα ἐάν τις τῶν πολιτῶν ὑὸν βούληται θέσθαι, μηδεὶς νόμος ἀπειργέτω ποιεῖσθαι—τὰ γὰρ τῶν νέων ἤθη πολλὰς μεταβολὰς ἐν τῷ βίῳ μεταβάλλειν ἑκάστοτε πέφυκεν— ἀποκηρυχθέντα δὲ ἄν τις δέκα ἐτῶν μὴ ἐπιθυμήσῃ θετὸν ὑὸν ποιήσασθαι, τοὺς τῶν ἐπιγόνων ἐπιμελητὰς τῶν εἰς τὴν ἀποικίαν ἐπιμελεῖσθαι καὶ τούτων, ὅπως ἂν μετάσχωσι τῆς αὐτῆς ἀποικίας ἐμμελῶς.
勘当された者を市民の誰かが養子にしたいと望むなら、それを禁止する法律があってはならない。 若者の性格は人生において常に多くの変化を遂げるのが常だからである。 しかし、勘当された者で、十年の間、誰も彼を養子にすることを望まなかった場合は、植民への移住を管理する役人たちがこれらの者たちをも管理し、彼らが同じ植民地に適切に参加できるようにしなければならない。
ἐὰν δέ τίς τινα νόσος ἢ γῆρας ἢ καὶ τρόπων χαλεπότης ἢ καὶ σύμπαντα ταῦτα ἔκφρονα ἀπεργάζηται διαφερόντως τῶν πολλῶν, καὶ λανθάνῃ τοὺς ἄλλους πλὴν τῶν συνδιαιτωμένων, οἰκοφθορῇ δὲ ὡς ὢν τῶν αὑτοῦ κύριος, ὁ δὲ ὑὸς ἀπορῇ καὶ ὀκνῇ τὴν τῆς παρανοίας γράφεσθαι δίκην, νόμος αὐτῷ κείσθω πρῶτον μὲν πρὸς τοὺς πρεσβυτάτους τῶν νομοφυλάκων ἐλθόντα διηγήσασθαι τὴν τοῦ πατρὸς συμφοράν, οἱ δὲ κατιδόντες ἱκανῶς συμβουλευόντων ἐάντε δέῃ γράφεσθαι καὶ ἐὰν μὴ τὴν γραφήν, ἐὰν δὲ συμβουλεύσωσιν, γιγνέσθωσαν τῷ γραφομένῳ μάρτυρες ἅμα καὶ σύνδικοι·
もし誰かを病気や老齢、あるいは性格の気難しさ、あるいはこれらすべてが、一般の人々とは著しく異なって理性を失わせ、それが同居している者以外には他人に気づかれず、本人は自らの家産の主人であるかのように家産を浪費しているにもかかわらず、息子が困惑して、精神錯乱の告訴を起こすことを躊躇している場合、彼のために次の法律が定められるべきである。 まず、守法官のうち最年長者たちのところへ行って父親の不幸を説明し、彼らは十分に調査した上で、告訴すべきか否かを助言しなければならない。 そして、もし彼らが告訴を勧めるなら、彼らは告訴人にとっての証人であると同時に、共同の訴訟当事者となるべきである。
ὁ δὲ ὀφλὼν τοῦ λοιποῦ χρόνου ἄκυρος ἔστω τῶν αὑτοῦ καὶ τὸ σμικρότατον διατίθεσθαι, καθάπερ παῖς δὲ οἰκείτω τὸν ἐπίλοιπον βίον.
敗訴した者は、以後の時間、自分の財産のいささかも処分する権限を失うものとし、子供のように残りの人生を過ごすものとする。
§11.930ΑΘ. ἐὰν δὲ ἀνὴρ καὶ γυνὴ μηδαμῇ συμφέρωνται τρόπων ἀτυχίᾳ χρώμενοι, δέκα μὲν ἄνδρας τῶν νομοφυλάκων ἐπιμελεῖσθαι τῶν τοιούτων ἀεὶ χρεὼν τοὺς μέσους, δέκα δὲ τῶν περὶ γάμους γυναικῶν ὡσαύτως·
アテナイ人:もし夫と妻が、性格の不一致のゆえに、どうしても折り合いがない場合、十人の守法官がこのような事柄を常に管理する責任を持つべきであり、彼らは年齢的に中間の者たちである。 また、婚姻を管理する女性たちのうちの十人も同様である。
καὶ ἐὰν μὲν δὴ συναλλάττειν δύνωνται, ταῦτʼ ἔστω κύρια, ἐὰν δʼ αἱ ψυχαὶ κυμαίνωσιν μειζόνως αὐτῶν, ζητεῖν κατὰ δύναμιν οἵτινες ἑκατέρῳ συνοίσουσιν.
そして、もし彼らが和解させることができるなら、その決定が有効である。 しかし、もし彼らの魂がより激しく波立つなら、彼らはそれぞれに誰が適合するかを全力を尽くして探さなければならない。
εἰκὸς δὲ εἶναι τοὺς τοιούτους μὴ πρᾳέσιν ἤθεσιν κεχρημένους· βαθύτερα δὴ τούτοις καὶ πρᾳότερα τρόπων ἤθη σύννομα πειρᾶσθαι προσαρμόττειν.
このような人々が穏和な性格を保っていないことは当然であり、したがって、彼らのために、より深く、より穏和な性格の配偶者を調和させるように努めるべきである。
καὶ ὅσοι μὲν ἂν ἄπαιδες αὐτῶν ἢ ὀλιγόπαιδες ὄντες διαφέρωνται, καὶ παίδων ἕνεκα τὴν συνοίκησιν ποιεῖσθαι·
そして、彼らのうち、子供がいないか、または子供が少なくて争っている者は、子供を得るために共同生活を営むべきである。
ὅσοι δʼ ἂν ἱκανῶν ὄντων παίδων, τῆς συγκαταγηράσεως ἕνεκα καὶ ἐπιμελείας ἀλλήλων τὴν διάζευξίν τε καὶ σύζευξιν ποιεῖσθαι χρεών.
また、すでに十分な数の子供がいる者は、ともに年老いることと互いの配慮のために、離別と新たな結合を行うべきである。
ἐὰν δὲ τελευτᾷ γυνὴ καταλείπουσα παῖδας θηλείας τε καὶ ἄρρενας, συμβουλευτικὸς ἂν εἴη νόμος ὁ τιθέμενος, οὐκ ἀναγκαστικός, τρέφειν τοὺς ὄντας παῖδας μὴ μητρυὰν ἐπαγόμενον·
もし妻が死んで女子と男子の子供を残した場合、制定される法律は強制的なものではなく、勧告的なものであるべきであり、すなわち、新しく継母を迎え入れることなく、今いる子供たちを育てるべきであるというものである。
μὴ δὲ ὄντων, ἐξ ἀνάγκης γαμεῖν, μέχριπερ ἂν ἱκανοὺς γεννήσῃ παῖδας τῷ τε οἴκῳ καὶ τῇ πόλει.
しかし、子供がいない場合は、家とポリスのために十分な数の子供をもうけるまで、必然的に結婚しなければならない。
ἢν δὲ ὁ ἀνὴρ ἀποθάνῃ παῖδας ἱκανοὺς λιπών, ἡ μήτηρ τῶν παίδων αὐτοῦ μένουσα τρεφέτω·
もし夫が十分な子供を残して死んだ場合、子供たちの母親はそこにとどまって子供たちを育てるべきである。
νεωτέρα δʼ ἂν δοκῇ τοῦ δέοντος εἶναι πρὸς τὸ ζῆν αὖ ὑγιαίνουσα ἄνανδρος, οἱ προσήκοντες πρὸς τὰς τῶν γάμων ἐπιμελουμένας γυναῖκας κοινούμενοι, τὸ δοκοῦν αὑτοῖς τε καὶ ἐκείναις περὶ τῶν τοιούτων ποιούντων, ἐὰν δὲ ἐνδεεῖς τέκνων ὦσιν, καὶ παίδων ἕνεκα, παίδων δὲ ἱκανότης ἀκριβὴς ἄρρην καὶ θήλεια ἔστω τῷ νόμῳ.
しかし、彼女が再び夫なしで健全に生活するには必要以上に若いと思われる場合、親族は婚姻管理の女性たちと相談し、彼らと彼女たちが合意したことをこのような事柄について行うべきである。 もし子供が欠けているなら、子供を得るためにも結婚すべきである。 法律における子供の「十分さ」の厳密な定義は、男子一人と女子一人とする。
ὅταν δὲ ὁμολογῆται μὲν τὸ γενόμενον εἶναι τῶν ποιουμένων ἔκγονον, δέηται δὲ κρίσεως τίνι τὸ γεννηθὲν ἕπεσθαι χρεών, δούλη μὲν ἐὰν συμμείξῃ δούλῳ ἢ ἐλευθέρῳ ἢ ἀπελευθέρῳ, πάντως τοῦ δεσπότου ἔστω τῆς δούλης τὸ γεννώμενον, ἐὰν δέ τις ἐλευθέρα δούλῳ συγγίγνηται, τοῦ δεσπότου ἔστω τὸ γιγνόμενον τοῦ δούλου·
生まれた子が関わった者たちの末裔であることは合意されているが、その生まれた子が誰に従うべきかについて判断が必要な場合、もし女奴隷が男奴隷、または自由人、または解放奴隷と交わった場合、生まれた子は全面的にその女奴隷の主人のものとする。 もし自由な女性が男奴隷と交わった場合、生まれた子は男奴隷の主人のものとする。
ἐὰν δʼ ἐξ αὑτοῦ δούλης ἢ ἐκ δούλου ἑαυτῆς, καὶ περιφανὲς τοῦτʼ ᾖ, τὸ μὲν τῆς γυναικὸς αἱ γυναῖκες εἰς ἄλλην χώραν ἐκπεμπόντων σὺν τῷ πατρί, τὸ δὲ τοῦ ἀνδρὸς οἱ νομοφύλακες σὺν τῇ γεννησάσῃ.
もし主人が自らの女奴隷と、あるいは女主人が自らの男奴隷と交わり、それが明白である場合、女性の子は、女性が父親とともに他国へ送り出すものとし、男性の子は、守法官たちが産んだ母親とともに他国へ送り出すものとする。
γονέων δὲ ἀμελεῖν οὔτε θεὸς οὔτε ἄνθρωπος νοῦν ἔχων σύμβουλός ποτε γένοιτʼ ἂν οὐδεὶς οὐδενί·
両親をないがしろにすることについては、神も、知性を持ついかなる人間も、決して誰に対しても勧めることはないだろう。
φρονῆσαι δὲ χρὴ περὶ θεῶν θεραπείας τοιόνδε προοίμιον ἂν γενόμενον εἰς τὰς τῶν γεννησάντων τιμάς τε καὶ ἀτιμίας ὀρθῶς συντεταγμένον·
神々への奉仕について考えるべきであり、それは親への敬意と不名誉に関する、正しく構成された、次のような前口上となるべきである: