§11.920ΑΘ. ὃς δʼ ἂν καπηλείας τῆς ἀνελευθέρου τέχνῃ τινὶ μετάσχῃ, γραφέσθω μὲν αὐτὸν γένους αἰσχύνης ὁ βουλόμενος πρὸς τοὺς ἀρετῇ πρώτους κεκριμένους, ἐὰν δὲ δόξῃ ἀναξίῳ ἐπιτηδεύματι καταρρυπαίνειν τὴν αὑτοῦ πατρῴαν ἑστίαν, δεθεὶς ἐνιαυτὸν ἀποσχέσθω τοῦ τοιούτου, καὶ ἐὰν αὖθις, ἔτη δύο, καὶ ἐφʼ ἑκάστης ἁλώσεως τοὺς δεσμοὺς μὴ παυέσθω διπλασιάζων τὸν ἔμπροσθεν χρόνον.
ΑΘ. しかし、もし誰かが何らかの技術によって卑屈な小売業に携わるならば、彼を自らの家系の恥として告訴することを望む者は誰でも、徳において第一と判断された者たちの前で告訴せよ。 もし彼がふさわしくない職業によって自らの父祖の竈を汚していると判断されるならば、1年間拘留された上で、そのような行為を慎むべきである。 もし再び行うなら2年間、そして逮捕されるたびに、以前の時間の2倍に拘留期間を増やすことをやめてはならない。
δεύτερος μὴν νόμος·
第二の法律。
Μέτοικον εἶναι χρεὼν ἢ ξένον, ὃς ἂν μέλλῃ καπηλεύσειν·
小売業を営もうとする者は、在留外人(メトイコス)または外国人(クセノス)でなければならない。
τὸ δὲ τρίτον καὶ τρίτος·
第三の法律、そして第三の規定。
ὅπως ὡς ἄριστος ἢ καὶ κακὸς ὡς ἥκιστα ὁ τοιοῦτος ἡμῖν ᾖ σύνοικος ἐν τῇ πόλει, τοὺς νομοφύλακας χρὴ νοῆσαι φύλακας εἶναι μὴ μόνον ἐκείνων οὓς φυλάττειν ῥᾴδιον μὴ παρανόμους καὶ κακοὺς γίγνεσθαι, ὅσοι γενέσει καὶ τροφαῖς εὖ πεπαίδευνται, τοὺς δὲ μὴ τοιούτους ἐπιτηδεύματά τε ἐπιτηδεύοντας ἃ ῥοπὴν ἔχει τινὰ ἰσχυρὰν πρὸς τὸ προτρέπειν κακοὺς γίγνεσθαι, φυλακτέον μᾶλλον.
このような者が我々にとって城邦の同居人として最も善く、あるいは最も悪くない者であるために、守法官たちは、生まれや教育によってよく育てられているために、不法や悪に陥らないように監視することが容易な人々、すなわちそのような人々だけでなく、むしろそうではない人々であり、悪に陥る強い傾向を持つ職業に従事する人々を、いっそう厳しく監視しなければならない。
ταύτῃ δὴ τὰ περὶ τὴν καπηλείαν πολλὴν οὖσαν καὶ πολλὰ ἐπιτηδεύματα τοιαῦτα κεκτημένην, ὅσαπερ ἂν αὐτῶν λειφθῇ δόξαντα ἐκ πολλῆς ἀνάγκης ἐν τῇ πόλει δεῖν εἶναι, συνελθεῖν αὖ χρεὼν περὶ ταῦτα τοὺς νομοφύλακας μετὰ τῶν ἐμπείρων ἑκάστης καπηλείας, καθάπερ ἔμπροσθεν ἐπετάξαμεν τῆς κιβδηλείας πέρι, συγγενοῦς τούτῳ πράγματος, συνελθόντας δὲ ἰδεῖν λῆμμά τε καὶ ἀνάλωμα τί ποτε τῷ καπήλῳ κέρδος ποιεῖ τὸ μέτριον, γράψαντας δὲ θεῖναι τὸ γιγνόμενον ἀνάλωμα καὶ λῆμμα καὶ φυλάττειν, τὰ μὲν ἀγορανόμους, τὰ δὲ ἀστυνόμους, τὰ δὲ ἀγρονόμους·
この点において、大規模であり、かつそのような多くの職業を含んでいる小売業に関して、城邦において非常に強い必要性から存在しなければならないと見なされ、そのうちの残されることになるすべてのものについて、守法官たちは、各小売業の経験者たちとともにそれらに関して会合を開かなければならない。 これは、先ほど我々が、これと同類の事柄である偽造について命じたのと同様である。 会合を開いた上で、どのような利益と支出が小売業者に適度な利益をもたらすかを見極め、生じる支出と利益を記録して掲示し、あるものは市場管理官に、あるものは都市管理官に、あるものは農村管理官に監視させるべきである。
καὶ σχεδὸν οὕτως ἂν καπηλεία τὰ μὲν ὠφελοῖ ἑκάστους, σμικρότατα δὲ ἂν βλάπτοι τοὺς ἐν ταῖς πόλεσι χρωμένους.
このようにすれば、小売業はそれぞれの人々を益し、城邦においてそれを利用する人々への害を最小限に抑えることができるだろう。
ὅσα τις ἂν ὁμολογῶν συνθέσθαι μὴ ποιῇ κατὰ τὰς ὁμολογίας, πλὴν ὧν ἂν νόμοι ἀπείργωσιν ἢ ψήφισμα, ἤ τινος ὑπὸ ἀδίκου βιασθεὶς ἀνάγκης ὁμολογήσῃ, καὶ ἐὰν ἀπὸ τύχης ἀπροσδοκήτου τις ἄκων κωλυθῇ, δίκας εἶναι τῶν ἄλλων ἀτελοῦς ὁμολογίας ἐν ταῖς φυλετικαῖσιν δίκαις, ἐὰν ἐν διαιτηταῖς ἢ γείτοσιν ἔμπροσθεν μὴ δύνωνται διαλλάττεσθαι.
誰かが合意を結ぶことを約束しながら合意通りに行わない場合、法律や決議が禁じている場合や、不当な力による必要性から合意させられた場合、あるいは予期せぬ偶然によって本人の意に反して妨げられた場合を除き、その他の約束不履行に関する訴訟は、もし事前に仲裁人や近隣の人々の前で和解できない場合は、部族の裁判所で扱われるべきである。
Ἡφαίστου καὶ Ἀθηνᾶς ἱερὸν τὸ τῶν δημιουργῶν γένος, οἳ τὸν βίον ἡμῖν συγκατεσκευάκασιν τέχναις, Ἄρεως δʼ αὖ καὶ Ἀθηνᾶς οἱ τὰ τῶν δημιουργῶν σῴζοντες τέχναισιν ἑτέραις ἀμυντηρίοις ἔργα·
職人の階層はヘパイストスとアテナに捧げられた神聖なものである。 彼らは技術によって我々の生活を整えてくれた。 また、アレスとアテナに捧げられたのは、彼らの職人の仕事を、防衛のための別の技術によって保護する人々(戦士)である。
δικαίως δὲ καὶ τὸ τούτων γένος ἱερόν ἐστι τούτων τῶν θεῶν.
これらの人々の階層も、これら二柱の神々に神聖なものとされているのは当然である。
οὗτοι δὴ πάντες χώραν καὶ δῆμον θεραπεύοντες διατελοῦσιν, οἱ μὲν ἄρχοντες τῶν κατὰ πόλεμον ἀγώνων, οἱ δὲ ὀργάνων τε καὶ ἔργων ἀποτελοῦντες γένεσιν ἔμμισθον·
彼らはみな、国土と民を維持し続けている。 ある者は戦争の争いを指導し、ある者は道具や製品の生産を報酬を得て完成させている。
§11.921ΑΘ. οἷς δὴ περὶ τὰ τοιαῦτα οὐ πρέπον ἂν εἴη ψεύδεσθαι, θεοὺς προγόνους αὑτῶν αἰδουμένους.
ΑΘ. 彼らにとって、このような事柄について欺くことは、自らの祖先である神々を敬うならば、ふさわしくないことであろう。
ἂν δή τις δημιουργῶν εἰς χρόνον εἰρημένον ἔργον μὴ ἀποτελέσῃ διὰ κάκην, μηδὲν τὸν βιοδότην θεὸν ἐπαιδεσθείς, ἡγούμενος ὡς οἰκεῖον συγγνώμονα εἶναι θεόν, οὐδὲν τῷ νῷ βλέπων, πρῶτον μὲν δίκην τῷ θεῷ ὑφέξει, δεύτερον δὲ ἑπόμενος αὐτῷ νόμος κείσθω·
もし職人のうちの誰かが、怠慢によって定められた期間内に仕事を完成させず、生活の与え手である神を敬うことなく、あたかもその神が身内であり容赦してくれると思い込んで、何の分別もなく行うならば、まず第一に彼は神に対して神罰を受けるべきであり、第二にこれに続く法律として次のことを規定しよう。
τὴν τιμὴν τῶν ἔργων ὀφειλέτω ὧν ἂν τὸν ἐκδόντα ψεύσηται καὶ πάλιν ἐξ ἀρχῆς ἐν τῷ ῥηθέντι χρόνῳ προῖκα ἐξεργαζέσθω.
彼は約束を違えた注文主に対して仕事の対価の債務を負い、再び最初から定められた期間内に、無償でその仕事を仕上げなければならない。
καὶ ἀναιρουμένῳ δʼ ἔργον συμβουλευτὴς νόμος, ἅπερ τῷ πωλοῦντι συνεβούλευεν, μὴ πλέονος τιμᾶν διαπειρώμενον ἀλλʼ ὡς ἁπλούστατα τῆς ἀξίας, ταὐτὸν δὴ προστάττει καὶ τῷ ἀναιρουμένῳ—γιγνώσκει γὰρ ὅ γε δημιουργὸς τὴν ἀξίαν —ἐν ἐλευθέρων οὖν πόλεσιν οὐ δή ποτε χρὴ τέχνῃ, σαφεῖ τε καὶ ἀψευδεῖ φύσει πράγματι, διαπειρᾶσθαι τῶν ἰδιωτῶν τεχνάζοντα αὐτὸν τὸν δημιουργόν, δίκας δὲ εἶναι τούτων τῷ ἀδικουμένῳ πρὸς τὸν ἀδικοῦντα.
また、仕事を引き受ける者に対する勧告的な法律は、販売者に対して、値を吊り上げようと試みるのではなく極めて単純にその価値の通りに価格を付けるよう勧告したのと全く同じことを、引き受ける者に対しても命じている。 なぜなら、職人はその価値を知っているからである。 したがって、自由な城邦においては、明瞭で欺きのない性質の事柄である技術を用いて、職人自身が素人に対して悪だくみをして欺こうとしては決してならない。 そして、これらに関する訴訟は、被害を受けた者から加害者に対して起こされるべきである。
ἐὰν δέ τις ἐκδοὺς αὖ δημιουργῷ μὴ ἀποδῷ τοὺς μισθοὺς ὀρθῶς κατὰ τὴν ἔννομον ὁμολογίαν γενομένην, Δία δὲ πολιοῦχον καὶ Ἀθηνᾶν κοινωνοὺς πολιτείας ἀτιμάζων, βραχὺ κέρδος ἀγαπῶν, λύῃ μεγάλας κοινωνίας, νόμος ὁ βοηθῶν ἔστω τῷ τῆς πόλεως συνδέσμῳ μετὰ θεῶν·
一方、もし誰かが職人に発注したにもかかわらず、合法的な合意に基づいて生じた報酬を正当に支払わず、城邦の守護神であるゼウスや、共同体の仲間であるアテナを軽んじ、わずかな利益を愛するがゆえに大きな共同体を損なうならば、神々とともに城邦の結合を支援する法律を以下のように定めよう。
ὃς γὰρ ἂν προαμειψάμενος ἔργον μισθοὺς μὴ ἀποδιδῷ ἐν χρόνοις τοῖς ὁμολογηθεῖσιν, διπλοῦν πραττέσθω·
すなわち、仕事を受け取りながら、合意された期間内に報酬を支払わない者は、2倍の額を徴収されるべきである。
ἐὰν δὲ ἐνιαυτὸς ἐξέλθῃ, τῶν ἄλλων ἀτόκων ὄντων χρημάτων, ὁπόσα δανεισμῷ συμβάλλει τις, οὗτος τῇ δραχμῇ ἑκάστου μηνὸς ἐπωβελίαν κατατιθέτω, δίκας δὲ εἶναι τούτων ἐν τοῖς κατὰ φυλὰς δικαστηρίοις.
もし1年が経過した場合、他の無利子の金銭(誰かが貸し付けとして合意するすべての金銭)とは異なり、この者は毎月、1ドラクマにつき1オボロスの遅延利息を支払うべきであり、これらに関する訴訟は部族ごとの裁判所で行われるべきである。
ὡς δὲ ἐν παρέργῳ περὶ τῶν κατὰ πόλεμον δημιουργῶν ὄντων σωτηρίας, στρατηγῶν τε καὶ ὅσοι περὶ ταῦτα τεχνικοί, δίκαιον εἰπεῖν, ὅτι τὸ παράπαν ἐμνήσθημεν δημιουργῶν·
なお、余談として、城邦の救済に携わる戦争の職人、すなわち将軍たちやそれに関する専門家たちについて言及することは、我々が一般に職人という言葉を用いたことからして、正当なことである。
ὃς τούτοις αὖ, καθάπερ ἐκείνοις, οἷον ἑτέροις οὖσιν δημιουργοῖς.
彼らに対しても、あの職人たちに対するのと同様に、彼らもまた別の種類の職人であるとして適用する。
ἐάν τις ἄρα καὶ τούτων ἀνελόμενος δημόσιον ἔργον εἴθʼ ἑκὼν εἴτε προσταχθὲν καλῶς ἐξεργάσηται, τὰς τιμάς, οἳ δὴ μισθοὶ πολεμικοῖς ἀνδράσιν εἰσίν, ἀποδιδῷ δικαίως, ὁ νόμος αὐτὸν ἐπαινῶν οὔποτε καμεῖται·
もし彼らのうちの誰かが公共の仕事を引き受け、自発的にせよ、あるいは命令されたにせよ、それを立派に成し遂げたならば、軍人にとっての報酬である名誉を彼に正当に支払うべきであり、法律は彼を称賛することを決して惜しまない(疲れることはない)であろう。