§10.904ΑΘ. ἧιπερ ἂν ἔχοι ῥᾳστώνης ἐπιμελείας θεοῖς τῶν πάντων, ταύτῃ μοι δοκῶ φράζειν.
**アテナイ人**: 「神々にとって、万物の配慮が最も容易な状態になるのはどのような仕方においてであるか、その仕方について私は説明しようと思う。
εἰ μὲν γὰρ πρὸς τὸ ὅλον ἀεὶ βλέπων πλάττοι τις μετασχηματίζων τὰ πάντα, οἷον ἐκ πυρὸς ὕδωρ ἔμψυχον, καὶ μὴ σύμπολλα ἐξ ἑνὸς ἢ ἐκ πολλῶν ἕν, πρώτης ἢ δευτέρας ἢ καὶ τρίτης γενέσεως μετειληφότα πλήθεσιν ἄπειρʼ ἂν εἴη τῆς μετατιθεμένης κοσμήσεως·
というのも、もし誰かが、常に全体を見つめながら、すべてのものを変形させて作り直すとするなら(たとえば、火から命ある水を作り出すように。 また、一次、二次、三次といった様々な生成の段階を経た多くのものから一つのものを、あるいは一つのものから多くのものを作り出すのではなく)、再配置される整序の仕事は数において無限になってしまうだろうからだ。
νῦν δʼ ἔστι θαυμαστὴ ῥᾳστώνη τῷ τοῦ παντὸς ἐπιμελουμένῳ.
しかし実際には、宇宙を配慮する者にとって、驚くべき容易さがあるのだ。
ΚΛ. πῶς αὖ λέγεις;
」 **クレイニアス**: 「それはまた、どういう意味ですか。
ΑΘ. ὧδε.
」 **アテナイ人**: 「こういうことだ。
ἐπειδὴ κατεῖδεν ἡμῶν ὁ βασιλεὺς ἐμψύχους οὔσας τὰς πράξεις ἁπάσας καὶ πολλὴν μὲν ἀρετὴν ἐν αὐταῖς οὖσαν, πολλὴν δὲ κακίαν, ἀνώλεθρον δὲ ὂν γενόμενον, ἀλλʼ οὐκ αἰώνιον, ψυχὴν καὶ σῶμα, καθάπερ οἱ κατὰ νόμον ὄντες θεοί—γένεσις γὰρ οὐκ ἄν ποτε ἦν ζῴων ἀπολομένου τούτοιν θατέρου—καὶ τὸ μὲν ὠφελεῖν ἀεὶ πεφυκός, ὅσον ἀγαθὸν ψυχῆς, διενοήθη, τὸ δὲ κακὸν βλάπτειν·
私たちの王は、すべての行為が魂を伴うものであり、それらの中には多くの徳があり、また多くの悪徳があること、また、生じたものは不滅ではあるが(すなわち魂と身体)、永遠に存続するものではないこと(ちょうど法によって定められた神々のように。 というのも、これら二つのうちどちらか一方が滅びてしまえば、動物の生成は決して起こり得ないからだ)、そして、魂の良い部分は常に有益である性質を持ち、悪い部分は害を及ぼす性質を持つことを見抜かれた。
ταῦτα πάντα συνιδών, ἐμηχανήσατο ποῦ κείμενον ἕκαστον τῶν μερῶν νικῶσαν ἀρετήν, ἡττωμένην δὲ κακίαν, ἐν τῷ παντὶ παρέχοι μάλιστʼ ἂν καὶ ῥᾷστα καὶ ἄριστα.
これらすべてを見定めた上で、彼は、各部分がどこに配置されれば、徳が勝ち、悪徳が負けるような状態を、全体において最もよく、最も容易に、そして最も見事に提供できるかを考案されたのだ。
μεμηχάνηται δὴ πρὸς πᾶν τοῦτο τὸ ποῖόν τι γιγνόμενον ἀεὶ ποίαν ἕδραν δεῖ μεταλαμβάνον οἰκίζεσθαι καὶ τίνας ποτὲ τόπους·
彼はまさにこの全体のために、どのような性質を持つ者が常に生じるにあたり、どのような居場所へと移って住まうべきか、そしてどのような場所に落ち着くべきかを考案されたのだ。
τῆς δὲ γενέσεως τοῦ ποίου τινὸς ἀφῆκε ταῖς βουλήσεσιν ἑκάστων ἡμῶν τὰς αἰτίας.
しかし、どのような性質の者が生成するかということの原因は、私たちそれぞれの意志に委ねられた。
ὅπῃ γὰρ ἂν ἐπιθυμῇ καὶ ὁποῖός τις ὢν τὴν ψυχήν, ταύτῃ σχεδὸν ἑκάστοτε καὶ τοιοῦτος γίγνεται ἅπας ἡμῶν ὡς τὸ πολύ.
というのも、どのような欲望を抱き、どのような魂を持つかによって、ほぼ毎回、私たち一人一人は大体においてそのような存在になるからだ。
ΚΛ. τὸ γοῦν εἰκός.
」 **クレイニアス**: 「ともかく、尤もなことです。
ΑΘ. μεταβάλλει μὲν τοίνυν πάνθʼ ὅσα μέτοχά ἐστιν ψυχῆς, ἐν ἑαυτοῖς κεκτημένα τὴν τῆς μεταβολῆς αἰτίαν, μεταβάλλοντα δὲ φέρεται κατὰ τὴν τῆς εἱμαρμένης τάξιν καὶ νόμον·
」 **アテナイ人**: 「それゆえ、魂にあずかるすべてのものは変化し、自らの中に変化の原因を有しており、変化しながら運命の秩序と法に従って運ばれていく。
σμικρότερα μὲν τῶν ἠθῶν μεταβάλλοντα ἐλάττω κατὰ τὸ τῆς χώρας ἐπίπεδον μεταπορεύεται, πλείω δὲ καὶ ἀδικώτερα μεταπεσόντα, εἰς βάθος τά τε κάτω λεγόμενα τῶν τόπων, ὅσα Ἅιδην τε καὶ τὰ τούτων ἐχόμενα τῶν ὀνομάτων ἐπονομάζοντες σφόδρα φοβοῦνται καὶ ὀνειροπολοῦσιν ζῶντες διαλυθέντες τε τῶν σωμάτων.
性格のより小さな変化を遂げるものは、その空間の平面上をより少なく移動する。 しかし、より大きく、かつより不正な方向へと転落したものは、奈落の底、すなわち下界と呼ばれる場所へと移動する。 そこは、人々がハデスなど様々な名前で呼び、生きている時も、身体から離れた後も、大いに恐れ、夢に見る場所である。
μείζω δὲ δὴ ψυχὴ κακίας ἢ ἀρετῆς ὁπόταν μεταλάβῃ διὰ τὴν αὑτῆς βούλησίν τε καὶ ὁμιλίαν γενομένην ἰσχυράν, ὁπόταν μὲν ἀρετῇ θείᾳ προσμείξασα γίγνηται διαφερόντως τοιαύτη, διαφέροντα καὶ μετέβαλεν τόπον ἅγιον ὅλον, μετακομισθεῖσα εἰς ἀμείνω τινὰ τόπον ἕτερον·
そして、魂が自らの意志と強力な交わりを通じて、より大きな悪徳や美徳にあずかる時、神聖な美徳に交わって格別そのような者となるときには、格別異なる全く神聖な場所へと移動し、別のより良い場所へと移される。
ὅταν δὲ τἀναντία, ἐπὶ τἀναντία μεθιδρύσασα τὸν αὑτῆς βίον.
しかし、その反対のことが起こるときには、自らの生を反対の方向へと移し据えるのだ。
§10.905ΑΘ.
"
αὕτη τοι δίκη ἐστὶ θεῶν οἳ Ὄλυμπον ἔχουσιν,
"
ὦ παῖ καὶ νεανίσκε ἀμελεῖσθαι δοκῶν ὑπὸ θεῶν, κακίω μὲν γιγνόμενον πρὸς τὰς κακίους ψυχάς, ἀμείνω δὲ πρὸς τὰς ἀμείνους πορευόμενον, ἔν τε ζωῇ καὶ ἐν πᾶσι θανάτοις πάσχειν τε ἃ προσῆκον δρᾶν ἐστι τοῖς προσφερέσι τοὺς προσφερεῖς καὶ ποιεῖν.
」 **アテナイ人**: 「『これこそ、オリンポスを領する神々の正義なり』。 おお、神々に怠られていると思っている子供よ、若者よ。 より悪くなる者はより悪い魂たちのもとへと赴き、より良くなる者はより良い魂たちのもとへと赴き、生においても、またあらゆる死においても、似た者同士が似た者同士に対して行い、また被るにふさわしいことを被り、また行うということなのだ。
ταύτης τῆς δίκης οὔτε σὺ μή ποτε οὔτε εἰ ἄλλος ἀτυχὴς γενόμενος ἐπεύξηται περιγενέσθαι θεῶν·
この正義からは、お前も、あるいは不幸になった他の誰も、神々を出し抜いて逃れたと祈ることは決してできない。
ἣν πασῶν δικῶν διαφερόντως ἔταξάν τε οἱ τάξαντες χρεών τε ἐξευλαβεῖσθαι τὸ παράπαν.
この正義は、秩序を定めた者たちが、あらゆる審判の中でも格別なものとして定めたのであり、全面的に畏れ慎まねばならないものなのだ。
οὐ γὰρ ἀμεληθήσῃ ποτὲ ὑπʼ αὐτῆς·
なぜなら、お前がその正義によって怠られることは決してないからだ。
οὐχ οὕτω σμικρὸς ὢν δύσῃ κατὰ τὸ τῆς γῆς βάθος, οὐδʼ ὑψηλὸς γενόμενος εἰς τὸν οὐρανὸν ἀναπτήσῃ, τείσεις δὲ αὐτῶν τὴν προσήκουσαν τιμωρίαν εἴτʼ ἐνθάδε μένων εἴτε καὶ ἐν Ἅιδου διαπορευθεὶς εἴτε καὶ τούτων εἰς ἀγριώτερον ἔτι διακομισθεὶς τόπον.
お前がどれほど小さくても、大地の底に潜ることはできず、どれほど高くなっても、天へと舞い上がることはできない。 お前はここに留まるにせよ、ハデスへと旅立つにせよ、あるいはこれらよりもさらに荒涼とした場所へと移されるにせよ、彼らにふさわしい報いを支払うことになるのだ。
ὁ αὐτὸς δὲ λόγος σοι καὶ περὶ ἐκείνων ἂν εἴη, τῶν οὓς σὺ κατιδὼν ἐκ σμικρῶν μεγάλους γεγονότας ἀνοσιουργήσαντας ἤ τι τοιοῦτον πράξαντας ᾠήθης ἐξ ἀθλίων εὐδαίμονας γεγονέναι, κᾆτα ὡς ἐν κατόπτροις αὐτῶν ταῖς πράξεσιν ἡγήσω καθεωρακέναι τὴν πάντων ἀμέλειαν θεῶν, οὐκ εἰδὼς αὐτῶν τὴν συντέλειαν ὅπῃ ποτὲ τῷ παντὶ συμβάλλεται.
不信心な行いをし、あるいはそのようなことを行って、小さな者から大きな者になった人々を見て、彼らが惨めな状態から幸福になったと思い込み、彼らの行いの中に、鏡に映すかのように神々の完全な怠慢を見て取ったと考えた、あの人々についても同じ議論が当てはまる。 彼らの結末が全体にどのように貢献しているかを知らないがために、そのように考えたのだ。
γιγνώσκειν δὲ αὐτήν, ὦ πάντων ἀνδρειότατε, πῶς οὐ δεῖν δοκεῖς;
最も勇敢なお方よ、どうしてこれを知る必要がないと思えるのか。
ἥν τις μὴ γιγνώσκων οὐδʼ ἂν τύπον ἴδοι ποτέ, οὐδὲ λόγον συμβάλλεσθαι περὶ βίου δυνατὸς ἂν γένοιτο εἰς εὐδαιμονίαν τε καὶ δυσδαίμονα τύχην.
これを知らない者は、手本さえ見ることはできず、幸福や不運な運命に関して、人生についての議論に貢献することもできないだろう。
ταῦτα εἰ μέν σε πείθει Κλεινίας ὅδε καὶ σύμπασα ἡμῶν ἥδε ἡ γερουσία, περὶ θεῶν ὡς οὐκ οἶσθα ὅτι λέγεις, καλῶς ἄν σοι θεὸς αὐτὸς συλλαμβάνοι·
もし、ここにいるクレイニアスと、私たちのこの長老会一同が、お前が神々について語っていることが無知によるものであると、これらのことによってお前を説得できたなら、神ご自身がお前を助けてくださるだろう。
εἰ δʼ ἐπιδεὴς ἔτι λόγου τινὸς ἂν εἴης, λεγόντων ἡμῶν πρὸς τὸν τρίτον ἐπάκουε, εἰ νοῦν καὶ ὁπωσοῦν ἔχεις.
しかし、もしお前がまだ何らかの議論を必要とするなら、私たちの第三の論点に対する言葉に耳を傾けるがよい、少しでも分別があるのなら。
ὅτι μὲν γὰρ θεοί τʼ εἰσὶν καὶ ἀνθρώπων ἐπιμελοῦνται, ἔγωγε οὐ παντάπασιν φαύλως ἂν φαίην ἡμῖν ἀποδεδεῖχθαι·
神々が存在し、彼らが人間を配慮しているということについては、私は、私たちが決して不十分にではなく証明したと言いたい。
τὸ δὲ παραιτητοὺς αὖ θεοὺς εἶναι τοῖσιν ἀδικοῦσι, δεχομένους δῶρα, οὔτε τινὶ συγχωρητέον παντί τʼ αὖ κατὰ δύναμιν τρόπῳ ἐλεγκτέον.
しかし、神々が贈り物の受け取りによって、不正を行う者たちによって宥められうるということについては、誰に対しても譲歩してはならず、全力であらゆる方法をもって論破されなければならない。
ΚΛ. κάλλιστʼ εἶπες, ποιῶμέν τε ὡς λέγεις.
」 **クレイニアス**: 「大変見事なお言葉です。 おっしゃる通りにしましょう。
ΑΘ. φέρε δὴ πρὸς θεῶν αὐτῶν, τίνα τρόπον παραιτητοὶ γίγνοιντʼ ἂν ἡμῖν, εἰ γίγνοιντο αὖ;
」 **アテナイ人**: 「さあ、神々に誓って、もし神々が本当に宥められうるものとなるなら、彼らはどのような方法で私たちに対して宥められうるものとなるのだろうか。
καὶ τίνες ἢ ποῖοί τινες ὄντες;
そして彼らは誰であり、どのような存在なのだろうか。
ἄρχοντας μὲν ἀναγκαῖόν που γίγνεσθαι τούς γε διοικήσοντας τὸν ἅπαντα ἐντελεχῶς οὐρανόν.
天全体を絶え間なく統治する者たちは、支配者でなければならないはずだ。
ΚΛ. οὕτως.
」 **クレイニアス**: 「その通りです。 」