§10.904ΑΘ. ἧιπερ ἂν ἔχοι ῥᾳστώνης ἐπιμελείας θεοῖς τῶν πάντων, ταύτῃ μοι δοκῶ φράζειν.
**阿典那人**:“对于神明而言,在何种方式下最容易关切万物,我想我可以就此进行说明。
εἰ μὲν γὰρ πρὸς τὸ ὅλον ἀεὶ βλέπων πλάττοι τις μετασχηματίζων τὰ πάντα, οἷον ἐκ πυρὸς ὕδωρ ἔμψυχον, καὶ μὴ σύμπολλα ἐξ ἑνὸς ἢ ἐκ πολλῶν ἕν, πρώτης ἢ δευτέρας ἢ καὶ τρίτης γενέσεως μετειληφότα πλήθεσιν ἄπειρʼ ἂν εἴη τῆς μετατιθεμένης κοσμήσεως·
因为如果有人总是盯着整体,通过改变万物的形状来塑造它们(例如从火中造出有生命的液体,而不是从一个中造出许多,或从许多中造出一个,且这些东西已经历了一次、二次甚至三次的生成),那么重新安置的整序工作在数量上就会是无限的。
νῦν δʼ ἔστι θαυμαστὴ ῥᾳστώνη τῷ τοῦ παντὸς ἐπιμελουμένῳ.
但事实上,对于关切宇宙者而言,有着一种令人惊叹的容易。
ΚΛ. πῶς αὖ λέγεις;
” **克莱尼亚斯**:“您这又是怎么说呢?
ΑΘ. ὧδε.
” **阿典那人**:“就像这样。
ἐπειδὴ κατεῖδεν ἡμῶν ὁ βασιλεὺς ἐμψύχους οὔσας τὰς πράξεις ἁπάσας καὶ πολλὴν μὲν ἀρετὴν ἐν αὐταῖς οὖσαν, πολλὴν δὲ κακίαν, ἀνώλεθρον δὲ ὂν γενόμενον, ἀλλʼ οὐκ αἰώνιον, ψυχὴν καὶ σῶμα, καθάπερ οἱ κατὰ νόμον ὄντες θεοί—γένεσις γὰρ οὐκ ἄν ποτε ἦν ζῴων ἀπολομένου τούτοιν θατέρου—καὶ τὸ μὲν ὠφελεῖν ἀεὶ πεφυκός, ὅσον ἀγαθὸν ψυχῆς, διενοήθη, τὸ δὲ κακὸν βλάπτειν·
既然我们的国王看到所有的行为都是有生命的,且其中有许多美德,也有许多邪恶,而且生成之物虽是不灭的,却非永恒,即灵魂和肉体,就像那些依法律而存在的神明一样——因为如果这两者中任何一方毁灭,动物的生成就绝不可能存在——而且他认为,只要是属于灵魂之善,有益之物就天生总是起着促进作用,而邪恶之物则起着伤害作用;在洞察了这一切之后,他便设计出将各部分安置在何处,才能在整体中最有效、最轻易、也最完美地让美德战胜邪恶。
ταῦτα πάντα συνιδών, ἐμηχανήσατο ποῦ κείμενον ἕκαστον τῶν μερῶν νικῶσαν ἀρετήν, ἡττωμένην δὲ κακίαν, ἐν τῷ παντὶ παρέχοι μάλιστʼ ἂν καὶ ῥᾷστα καὶ ἄριστα.
因此,针对这整个过程,他已经设计好了:什么性质的东西在不断生成时,应当迁往何种居所,安顿在何种地方。
μεμηχάνηται δὴ πρὸς πᾶν τοῦτο τὸ ποῖόν τι γιγνόμενον ἀεὶ ποίαν ἕδραν δεῖ μεταλαμβάνον οἰκίζεσθαι καὶ τίνας ποτὲ τόπους·
然而,对于生成何种性质者的原因,他留给了我们每一个人的意愿。
τῆς δὲ γενέσεως τοῦ ποίου τινὸς ἀφῆκε ταῖς βουλήσεσιν ἑκάστων ἡμῶν τὰς αἰτίας. ὅπῃ γὰρ ἂν ἐπιθυμῇ καὶ ὁποῖός τις ὢν τὴν ψυχήν, ταύτῃ σχεδὸν ἑκάστοτε καὶ τοιοῦτος γίγνεται ἅπας ἡμῶν ὡς τὸ πολύ.
因为在很大程度上,我们每一个人在每一个时刻,几乎都是根据自己的渴望以及其灵魂具有何种性质,而成为何种样貌的。
ΚΛ. τὸ γοῦν εἰκός.
” **克莱尼亚斯**:“这至少是合乎情理的。
ΑΘ. μεταβάλλει μὲν τοίνυν πάνθʼ ὅσα μέτοχά ἐστιν ψυχῆς, ἐν ἑαυτοῖς κεκτημένα τὴν τῆς μεταβολῆς αἰτίαν, μεταβάλλοντα δὲ φέρεται κατὰ τὴν τῆς εἱμαρμένης τάξιν καὶ νόμον·
” **阿典那人**:“因此,所有分享灵魂的事物都会发生改变,它们自身就拥有改变的原因,并且在改变中根据命运的秩序和法则被运送。
σμικρότερα μὲν τῶν ἠθῶν μεταβάλλοντα ἐλάττω κατὰ τὸ τῆς χώρας ἐπίπεδον μεταπορεύεται, πλείω δὲ καὶ ἀδικώτερα μεταπεσόντα, εἰς βάθος τά τε κάτω λεγόμενα τῶν τόπων, ὅσα Ἅιδην τε καὶ τὰ τούτων ἐχόμενα τῶν ὀνομάτων ἐπονομάζοντες σφόδρα φοβοῦνται καὶ ὀνειροπολοῦσιν ζῶντες διαλυθέντες τε τῶν σωμάτων.
在性格上发生较小改变的事物,在空间的平面上移动得较少;而堕落得更深、更不公正的事物则会坠入深渊以及被称为下界的场所,人们给这些地方冠以哈德斯及其他与之相连的名称,并在活着时以及与肉体分离后都极度恐惧它们、在梦中见到它们。
μείζω δὲ δὴ ψυχὴ κακίας ἢ ἀρετῆς ὁπόταν μεταλάβῃ διὰ τὴν αὑτῆς βούλησίν τε καὶ ὁμιλίαν γενομένην ἰσχυράν, ὁπόταν μὲν ἀρετῇ θείᾳ προσμείξασα γίγνηται διαφερόντως τοιαύτη, διαφέροντα καὶ μετέβαλεν τόπον ἅγιον ὅλον, μετακομισθεῖσα εἰς ἀμείνω τινὰ τόπον ἕτερον· ὅταν δὲ τἀναντία, ἐπὶ τἀναντία μεθιδρύσασα τὸν αὑτῆς βίον.
而每当灵魂由于自身的意愿和已经变得强大的交往而分享了更大程度的邪恶或美德时,每当它因与神圣的美德结合而变得格外如此时,它就会改变并前往一个格外不同的、完全神定的地方,被运送到另一个更好的地方;但当相反的情况发生时,它就会将自己的生命重新安置在相反的方向上。
§10.905ΑΘ.
"
αὕτη τοι δίκη ἐστὶ θεῶν οἳ Ὄλυμπον ἔχουσιν,
"
ὦ παῖ καὶ νεανίσκε ἀμελεῖσθαι δοκῶν ὑπὸ θεῶν, κακίω μὲν γιγνόμενον πρὸς τὰς κακίους ψυχάς, ἀμείνω δὲ πρὸς τὰς ἀμείνους πορευόμενον, ἔν τε ζωῇ καὶ ἐν πᾶσι θανάτοις πάσχειν τε ἃ προσῆκον δρᾶν ἐστι τοῖς προσφερέσι τοὺς προσφερεῖς καὶ ποιεῖν.
” **阿典那人**:“‘此乃掌管奥林匹斯之众神的公义。 ’哦,孩子,还有觉得被神明疏忽的年轻人啊,当你变得更坏时,你便走向更坏的灵魂;当你变得更好时,你便走向更好的灵魂。 在生命中以及在所有的死亡中,你都会承受和做出同类对同类而言合适承受和做出的事。
ταύτης τῆς δίκης οὔτε σὺ μή ποτε οὔτε εἰ ἄλλος ἀτυχὴς γενόμενος ἐπεύξηται περιγενέσθαι θεῶν·
对于这项公义,无论你还是其他任何不幸的人,都决不能祈求能够战胜神明而逃脱。
ἣν πασῶν δικῶν διαφερόντως ἔταξάν τε οἱ τάξαντες χρεών τε ἐξευλαβεῖσθαι τὸ παράπαν.
那些制定秩序者将这项公义制定得格外高于所有其他的审判,必须予以完全的敬畏。
οὐ γὰρ ἀμεληθήσῃ ποτὲ ὑπʼ αὐτῆς·
因为你决不会被它疏忽。
οὐχ οὕτω σμικρὸς ὢν δύσῃ κατὰ τὸ τῆς γῆς βάθος, οὐδʼ ὑψηλὸς γενόμενος εἰς τὸν οὐρανὸν ἀναπτήσῃ, τείσεις δὲ αὐτῶν τὴν προσήκουσαν τιμωρίαν εἴτʼ ἐνθάδε μένων εἴτε καὶ ἐν Ἅιδου διαπορευθεὶς εἴτε καὶ τούτων εἰς ἀγριώτερον ἔτι διακομισθεὶς τόπον.
你不会因如此微小而潜入大地的深处,也不会因变得高大而飞上天空,而无论你是留在这里,还是在哈德斯中穿行,亦或是被运送到比这些地方更荒凉之境,你都将向他们付出应得的惩罚。
ὁ αὐτὸς δὲ λόγος σοι καὶ περὶ ἐκείνων ἂν εἴη, τῶν οὓς σὺ κατιδὼν ἐκ σμικρῶν μεγάλους γεγονότας ἀνοσιουργήσαντας ἤ τι τοιοῦτον πράξαντας ᾠήθης ἐξ ἀθλίων εὐδαίμονας γεγονέναι, κᾆτα ὡς ἐν κατόπτροις αὐτῶν ταῖς πράξεσιν ἡγήσω καθεωρακέναι τὴν πάντων ἀμέλειαν θεῶν, οὐκ εἰδὼς αὐτῶν τὴν συντέλειαν ὅπῃ ποτὲ τῷ παντὶ συμβάλλεται.
对于那些人,相同的论证也适用于你,你曾看到他们通过行不敬之举或做此类事情,从小人物变成大人物,便以为他们从悲惨变得幸福,随后你以为从他们的行径中看到了神明对万物的完全疏忽,如同在镜子中照见一般,却不知道他们的结局如何促成了整体。
γιγνώσκειν δὲ αὐτήν, ὦ πάντων ἀνδρειότατε, πῶς οὐ δεῖν δοκεῖς;
最勇敢的人啊,你怎么会认为不需要去认识这一点呢?
ἥν τις μὴ γιγνώσκων οὐδʼ ἂν τύπον ἴδοι ποτέ, οὐδὲ λόγον συμβάλλεσθαι περὶ βίου δυνατὸς ἂν γένοιτο εἰς εὐδαιμονίαν τε καὶ δυσδαίμονα τύχην.
如果不认识这一点,人就永远看不到任何范式,也无法在关于生活的讨论中对幸福与不幸的命运有所贡献。
ταῦτα εἰ μέν σε πείθει Κλεινίας ὅδε καὶ σύμπασα ἡμῶν ἥδε ἡ γερουσία, περὶ θεῶν ὡς οὐκ οἶσθα ὅτι λέγεις, καλῶς ἄν σοι θεὸς αὐτὸς συλλαμβάνοι· εἰ δʼ ἐπιδεὴς ἔτι λόγου τινὸς ἂν εἴης, λεγόντων ἡμῶν πρὸς τὸν τρίτον ἐπάκουε, εἰ νοῦν καὶ ὁπωσοῦν ἔχεις.
如果这里的克莱尼亚斯以及我们的整个长老会说服了你,让你明白自己对于神明的所言实乃无知,那么神明自身也会很好地帮助你;但如果你还需要某些论证,在我们阐述第三点时,如果你还有一点脑子的话,就请听好。
ὅτι μὲν γὰρ θεοί τʼ εἰσὶν καὶ ἀνθρώπων ἐπιμελοῦνται, ἔγωγε οὐ παντάπασιν φαύλως ἂν φαίην ἡμῖν ἀποδεδεῖχθαι· τὸ δὲ παραιτητοὺς αὖ θεοὺς εἶναι τοῖσιν ἀδικοῦσι, δεχομένους δῶρα, οὔτε τινὶ συγχωρητέον παντί τʼ αὖ κατὰ δύναμιν τρόπῳ ἐλεγκτέον.
因为关于神明存在且关切人类这一点,我可以说我们已经证明得相当不错了;然而,至于神明会因为接受了礼物而被作作恶者劝诱(收买)这一点,则决不能向任何人妥协,必须尽我们最大的努力,用尽一切方式予以驳斥。
ΚΛ. κάλλιστʼ εἶπες, ποιῶμέν τε ὡς λέγεις.
” **克莱尼亚斯**:“您说得极好,我们就照您说的办。
ΑΘ. φέρε δὴ πρὸς θεῶν αὐτῶν, τίνα τρόπον παραιτητοὶ γίγνοιντʼ ἂν ἡμῖν, εἰ γίγνοιντο αὖ;
” **阿典那人**:“那么,凭着神明自身,如果他们真的能被劝诱,他们会以何种方式被我们劝诱呢?
καὶ τίνες ἢ ποῖοί τινες ὄντες;
他们又是谁,具有何种性质?
ἄρχοντας μὲν ἀναγκαῖόν που γίγνεσθαι τούς γε διοικήσοντας τὸν ἅπαντα ἐντελεχῶς οὐρανόν.
那些将要持续管理整个天宇的,想必必定是统治者吧。
ΚΛ. οὕτως.
” **克莱尼亚斯**:“正是如此。 ”