§319ΣΩ. ἐγὼ δή σοι ἐρῶ, ἵνα μὴ καὶ σὺ ὥσπερ οἱ πολλοὶ ἀσεβῇς.
ソクラテス:私が君に教えてあげよう。 それは君が、多くの人々のように不敬なことを言わないようにするためだ。
οὐ γὰρ ἔσθʼ ὅτι τούτου ἀσεβέστερόν ἐστιν οὐδʼ ὅτι χρὴ μᾶλλον εὐλαβεῖσθαι, πλὴν εἰς θεοὺς καὶ λόγῳ καὶ ἔργῳ ἐξαμαρτάνειν, δεύτερον δὲ εἰς τοὺς θείους ἀνθρώπους·
というのも、神々に対して言葉や行いにおいて過ちを犯すことを除けば、これよりも不敬なことはないし、これよりも慎まなければならないこともないからだ。 そして第二には、神聖な人々に対して過ちを犯すことだ。
ἀλλὰ πάνυ πολλὴν χρὴ προμήθειαν ποιεῖσθαι ἀεί, ὅταν μέλλῃς ἄνδρα ψέξειν ἢ ἐπαινέσεσθαι, μὴ οὐκ ὀρθῶς εἴπῃς.
いやむしろ、ある人を非難したり称賛したりしようとするときには、正しくないことを言わないよう、常に非常に深い配慮をしなければならない。
τούτου καὶ ἕνεκα χρὴ μανθάνειν διαγιγνώσκειν χρηστοὺς καὶ πονηροὺς ἄνδρας.
このためにも、優れた人と不届きな人を見分けることを学ぶ必要があるのだ。
νεμεσᾷ γὰρ ὁ θεός, ὅταν τις ψέγῃ τὸν ἑαυτῷ ὅμοιον ἢ ἐπαινῇ τὸν ἑαυτῷ ἐναντίως ἔχοντα·
神は、自分に似た者を誰かが非難したり、自分と正反対の者を称賛したりするとき、憤られる。
ἔστι δʼ οὗτος ὁ ἀγαθός.
そして、神に似た者とは、優れた人のことである。
μὴ γάρ τι οἴου λίθους μὲν εἶναι ἱεροὺς καὶ ξύλα καὶ ὄρνεα καὶ ὄφεις, ἀνθρώπους δὲ μή·
石や木、鳥や蛇が神聖なものであり、人間はそうではないなどと考えてはならない。
ἀλλὰ πάντων τούτων ἱερώτατόν ἐστιν ἄνθρωπος ὁ ἀγαθός, καὶ μιαρώτατον ὁ πονηρός.
むしろ、これらすべてのうちで最も神聖なのは優れた人間であり、最も汚らわしいのは不届きな人間なのだ。
ἤδη οὖν καὶ περὶ Μίνω, ὡς αὐτὸν Ὅμηρός τε καὶ Ἡσίοδος ἐγκωμιάζουσι, τούτου ἕνεκα φράσω, ἵνα μὴ ἄνθρωπος ὢν ἀνθρώπου εἰς ἥρω Διὸς ὑὸν λόγῳ ἐξαμαρτάνῃς.
そこで、ミノスについても、ホメロスやヘシオドスが彼をどのように称賛しているかをこのために語ろう。 君が人間でありながら、ゼウスの息子である英雄という人間に対して、言葉で過ちを犯さないようにするためにね。
Ὅμηρος γὰρ περὶ Κρήτης λέγων ὅτι πολλοὶ ἄνθρωποι ἐν αὐτῇ εἰσιν καὶ ἐνενήκοντα πόληες, τῇσι δέ, φησίν—
"
ἔνι Κνωσὸς μεγάλη πόλις, ἔνθα τε Μίνως
ἐννέωρος βασίλευε Διὸς μεγάλου ὀαριστής. "
ἔστιν οὖν τοῦτο Ὁμήρου ἐγκώμιον εἰς Μίνων διὰ βραχέων εἰρημένον, οἷον οὐδʼ εἰς ἕνα τῶν ἡρώων ἐποίησεν Ὅμηρος.
ホメロスはクレタについて、そこには多くの人間がおり、九十の都市があると語り、その中で、こう言っている。 「そこにはクノソスという大きな都市があり、そこではミノスが九年ごとに、偉大なるゼウスの語らいの友として王を務めていた」これは、ホメロスが他のどの英雄に対しても作らなかったような、ミノスに対するホメロスの短い言葉で語られた賛辞である。
ὅτι μὲν γὰρ ὁ Ζεὺς σοφιστής ἐστιν καὶ ἡ τέχνη αὕτη παγκάλη ἐστί, πολλαχοῦ καὶ ἄλλοθι δηλοῖ, ἀτὰρ καὶ ἐνταῦθα.
ゼウスがソフィストであり、この技術が極めて美しいものであることは、他でも至る所で明らかにされているが、ここでもまたそうである。
λέγει γὰρ τὸν Μίνων συγγίγνεσθαι ἐνάτῳ ἔτει τῷ Διὶ ἐν λόγοις καὶ φοιτᾶν παιδευθησόμενον ὡς ὑπὸ σοφιστοῦ ὄντος τοῦ Διός.
というのも、ホメロスはミノスが九年ごとにゼウスと対話をして交わり、ゼウスというソフィストによって教育されるために通った、と言っているからだ。
ὅτι οὖν τοῦτο τὸ γέρας οὐκ ἔστιν ὅτῳ ἀπένειμεν Ὅμηρος τῶν ἡρώων, ὑπὸ Διὸς πεπαιδεῦσθαι, ἄλλῳ ἢ Μίνῳ, τοῦτʼ ἔστιν ἔπαινος θαυμαστός.
ホメロスが、ゼウスによって教育されるというこの特権を、英雄たちの誰にも、ミノス以外の誰にも与えなかったということは、驚くべき称賛である。
καὶ Ὀδυσσείας ἐν Νεκυίᾳ δικάζοντα χρυσοῦν σκῆπτρον ἔχοντα πεποίηκε τὸν Μίνων, οὐ τὸν Ῥαδάμανθυν·
そして『オデュッセイア』の「死霊呼び」において、ホメロスはミノスを、金色の笏を持って裁判を行う者として描いており、ラダマンテュスをそうしてはいない。
Ῥαδάμανθυν δὲ οὔτʼ ἐνταῦθα δικάζοντα πεποίηκεν οὔτε συγγιγνόμενον τῷ Διὶ οὐδαμοῦ.
ラダマンテュスについては、そこでも裁判を行う者として描いておらず、どこでもゼウスと交わう者としても描いていない。
διὰ ταῦτά φημʼ ἐγὼ Μίνων ἁπάντων μάλιστα ὑπὸ Ὁμήρου ἐγκεκωμιάσθαι.
こうした理由から、私はミノスがホメロスによって何よりも称賛されていると言うのだ。
τὸ γὰρ Διὸς ὄντα παῖδα μόνον ὑπὸ Διὸς πεπαιδεῦσθαι οὐκ ἔχει ὑπερβολὴν ἐπαίνου—τοῦτο γὰρ σημαίνει τὸ ἔπος τὸ—
"
ἐννέωρος βασίλευε Διὸς μεγάλου ὀαριστής,
"
συνουσιαστὴν τοῦ Διὸς εἶναι τὸν Μίνων.
ゼウスの息子でありながら、唯一ゼウスによって教育されたということは、これ以上の称賛はない。 というのも、あの詩の一節、「九年ごとに王を務めていた、偉大なるゼウスの語らいの友として」というのは、ミノスがゼウスの対話の相手であることを意味しているからだ。
οἱ γὰρ ὄαροι λόγοι εἰσίν, καὶ ὀαριστὴς συνουσιαστής ἐστιν ἐν λόγοις—ἐφοίτα οὖν διʼ ἐνάτου ἔτους εἰς τὸ τοῦ Διὸς ἄντρον ὁ Μίνως, τὰ μὲν μαθησόμενος, τὰ δὲ ἀποδειξόμενος ἃ τῇ προτέρᾳ ἐννεετηρίδι ἐμεμαθήκει παρὰ τοῦ Διός.
なぜなら「オアロイ」とは対話のことであり、「オアリストス」とは言葉を交わす対話の相手のことだからだ。 それゆえミノスは九年ごとにゼウスの洞窟へと通い、ある事柄は学び、またある事柄は、前の九年間にゼウスから学んだことを示すためであった。
§320ΣΩ. εἰσὶν δὲ οἳ ὑπολαμβάνουσι τὸν ὀαριστὴν συμπότην καὶ συμπαιστὴν εἶναι τοῦ Διός, ἀλλὰ τῷδε ἄν τις τεκμηρίῳ χρῷτο ὅτι οὐδὲν λέγουσιν οἱ οὕτως ὑπολαμβάνοντες·
ソクラテス:しかし、その「語らいの友」をゼウスの飲み仲間や遊び仲間であると解釈する人々もいる。 だが、そのように解釈する人々が全くの的外れなことを言っているということは、次のような証拠によって証明できるだろう。
πολλῶν γὰρ ὄντων ἀνθρώπων καὶ Ἑλλήνων καὶ βαρβάρων, οὐκ ἔστιν οἵτινες ἀπέχονται συμποσίων καὶ ταύτης τῆς παιδιᾶς, οὗ ἔστιν οἶνος, ἄλλοι ἢ Κρῆτες καὶ Λακεδαιμόνιοι δεύτεροι, μαθόντες παρὰ Κρητῶν.
ギリシア人であれ未開人であれ、多くの人間の中で、ワインが存在する場所において、宴会やそのような遊びを避けている人々は、クレタ人と、彼らに続いて、クレタ人からそれを学んだラケダイモン人以外には誰もいないのだから。
ἐν Κρήτῃ δὲ εἷς οὗτός ἐστι τῶν ἄλλων νόμων οὓς Μίνως ἔθηκε, μὴ συμπίνειν ἀλλήλοις εἰς μέθην.
そしてクレタにおいて、ミノスが制定した他の法律の中でも、この法律、すなわち、お互いに酔っ払うまで飲んではならないという法は、傑出したものの一つである。
καίτοι δῆλον ὅτι ἃ ἐνόμιζεν καλὰ εἶναι, ταῦτα νόμιμα ἔθηκεν καὶ τοῖς αὑτοῦ πολίταις.
そして、自分が美しいと信じていたこと、これらを彼は自分の市民たちにも規則として定めたことは明らかである。
οὐ γάρ που, ὥσπερ γε φαῦλος ἄνθρωπος, ὁ Μίνως ἐνόμιζεν μὲν ἕτερα, ἐποίει δὲ ἄλλα παρʼ ἃ ἐνόμιζεν·
なぜなら、つまらない人間のように、ミノスが一方で別のことを信じながら、他方で信じていることとは異なることを行うはずがないからだ。
ἀλλὰ ἦν αὕτη ἡ συνουσία ὥσπερ ἐγὼ λέγω, διὰ λόγων ἐπὶ παιδείᾳ εἰς ἀρετήν.
むしろ、その交わりとは、私が言うように、徳に向けた教育のための対話によるものであった。
ὅθεν δὴ καὶ τοὺς νόμους τούτους ἔθηκε τοῖς αὑτοῦ πολίταις, διʼ οὓς ἥ τε Κρήτη τὸν πάντα χρόνον εὐδαιμονεῖ καὶ Λακεδαίμων, ἀφʼ οὗ ἤρξατο τούτοις χρῆσθαι, ἅτε θείοις οὖσιν.
それゆえにこそ、彼は自分の市民たちにこれらの法律を定めたのであり、それらの法律が神聖なものであるがゆえに、クレタはいつの時代も、またラケダイモンもそれを使い始めてから、幸福なのである。
Ῥαδάμανθυς δὲ ἀγαθὸς μὲν ἦν ἀνήρ·
ラダマンテュスは優れた男であった。
ἐπεπαίδευτο γὰρ ὑπὸ τοῦ Μίνω.
というのも、彼はミノスによって教育されていたからだ。
ἐπεπαίδευτο μέντοι οὐχ ὅλην τὴν βασιλικὴν τέχνην, ἀλλʼ ὑπηρεσίαν τῇ βασιλικῇ, ὅσον ἐπιστατεῖν ἐν τοῖς δικαστηρίοις·
しかし、彼は王たる技術の全体を教育されたのではなく、裁判所を管理する程度に、王たる技術を補助する技術を教育されたのだ。
ὅθεν καὶ δικαστὴς ἀγαθὸς ἐλέχθη εἶναι.
それゆえ、彼は優れた裁判官であると言われた。
νομοφύλακι γὰρ αὐτῷ ἐχρῆτο ὁ Μίνως κατὰ τὸ ἄστυ, τὰ δὲ κατὰ τὴν ἄλλην Κρήτην τῷ Τάλῳ.
というのも、ミノスは彼を都における国法警備官として用いており、クレタの他の地域についてはタロスを用いていたからだ。
ὁ γὰρ Τάλως τρὶς περιῄει τοῦ ἐνιαυτοῦ κατὰ τὰς κώμας, φυλάττων τοὺς νόμους ἐν αὐταῖς, ἐν χαλκοῖς γραμματείοις ἔχων γεγραμμένους τοὺς νόμους, ὅθεν χαλκοῦς ἐκλήθη.
タロスは年に三度、村々を巡回して、それらの村々で法律を守らせており、青銅の板に刻まれた法律を持っていたため、「青銅の男」と呼ばれた。
εἴρηκε δὲ καὶ Ἡσίοδος ἀδελφὰ τούτων εἰς τὸν Μίνων.
そしてヘシオドスも、ミノスについてこれらと同類のことを語っている。
μνησθεὶς γὰρ αὐτοῦ τοῦ ὀνόματος φησίν—
"
ὃς βασιλεύτατος γένετο θνητῶν βασιλήων,
καὶ πλείστων ἤνασσε περικτιόνων ἀνθρώπων,
Ζηνὸς ἔχων σκῆπτρον·
すなわち、彼の名前に言及して、こう言っている。 「彼は死すべき王たちの中で最も王たる者となり、最も多くの周辺に住む人々を支配した、ゼウスの笏を持ちつつ。
τῷ καὶ πολέων βασίλευεν. "
καὶ οὗτος λέγει τὸ τοῦ Διὸς σκῆπτρον οὐδὲν ἄλλο ἢ τὴν παιδείαν τὴν τοῦ Διός, ᾗ εὔθυνε τὴν Κρήτην.
それによって彼は多くの人々を支配した」そしてこの詩人も、ゼウスの笏とは、ゼウスの教育以外の何ものでもなく、それによってミノスがクレタを正しく導いたのだと言っている。
ΕΤ. διὰ τί οὖν ποτε, ὦ Σώκρατες, αὕτη ἡ φήμη κατεσκέδασται τοῦ Μίνω ὡς ἀπαιδεύτου τινὸς καὶ χαλεποῦ ὄντος;
同志:では、ソクラテスよ、なぜミノスが無教養で過酷な者であるという、このような評判が流布してしまったのでしょうか。