§120ΚΡΙ. ὅτʼ οὖν κατὰ τοὺς αὑτῶν νόμους θύσαντες καθαγίζοιεν πάντα τοῦ ταύρου τὰ μέλη, κρατῆρα κεράσαντες ὑπὲρ ἑκάστου θρόμβον ἐνέβαλλον αἵματος, τὸ δʼ ἄλλʼ εἰς τὸ πῦρ ἔφερον, περικαθήραντες τὴν στήλην·
Critias: When, therefore, according to their laws, they had sacrificed and were consecrating all the limbs of the bull, they mixed a bowl of wine and cast into it a clot of blood on behalf of each one of them, and the rest they carried to the fire, having cleansed the pillar all around.
μετὰ δὲ τοῦτο χρυσαῖς φιάλαις ἐκ τοῦ κρατῆρος ἀρυτόμενοι, κατὰ τοῦ πυρὸς σπένδοντες ἐπώμνυσαν δικάσειν τε κατὰ τοὺς ἐν τῇ στήλῃ νόμους καὶ κολάσειν εἴ τίς τι πρότερον παραβεβηκὼς εἴη, τό τε αὖ μετὰ τοῦτο μηδὲν τῶν γραμμάτων ἑκόντες παραβήσεσθαι, μηδὲ ἄρξειν μηδὲ ἄρχοντι πείσεσθαι πλὴν κατὰ τοὺς τοῦ πατρὸς ἐπιτάττοντι νόμους.
After this, drawing from the bowl with golden cups and pouring libations upon the fire, they swore to judge according to the laws on the pillar and to punish if anyone had previously transgressed, and furthermore, never hereafter of their own will to transgress any of the writings, nor to rule nor obey any ruler except in accordance with the laws of their father enjoining them.
ταῦτα ἐπευξάμενος ἕκαστος αὐτῶν αὑτῷ καὶ τῷ ἀφʼ αὑτοῦ γένει, πιὼν καὶ ἀναθεὶς τὴν φιάλην εἰς τὸ ἱερὸν τοῦ θεοῦ, περὶ τὸ δεῖπνον καὶ τἀναγκαῖα διατρίψας, ἐπειδὴ γίγνοιτο σκότος καὶ τὸ πῦρ ἐψυγμένον τὸ περὶ τὰ θύματα εἴη, πάντες οὕτως ἐνδύντες ὅτι καλλίστην κυανῆν στολήν, ἐπὶ τὰ τῶν ὁρκωμοσίων καύματα χαμαὶ καθίζοντες, νύκτωρ, πᾶν τὸ περὶ τὸ ἱερὸν ἀποσβεννύντες πῦρ, ἐδικάζοντό τε καὶ ἐδίκαζον εἴ τίς τι παραβαίνειν αὐτῶν αἰτιῷτό τινα·
When each of them had made this prayer for himself and for his offspring, and had drunk and dedicated his cup in the temple of the god, he spent time on dinner and necessary matters; and when it grew dark and the fire around the sacrifice had cooled, they all put on most beautiful dark-blue robes, sat on the ground near the embers of the oath-sacrifices, and by night, having extinguished all the fire around the temple, they were judged and did judge if anyone accused another of transgressing any of the laws.
δικάσαντες δέ, τὰ δικασθέντα, ἐπειδὴ φῶς γένοιτο, ἐν χρυσῷ πίνακι γράψαντες μετὰ τῶν στολῶν μνημεῖα ἀνετίθεσαν.
And having judged, when it became light, they wrote the judgments on a golden tablet and dedicated them along with their robes as memorials.
νόμοι δὲ πολλοὶ μὲν ἄλλοι περὶ τὰ γέρα τῶν βασιλέων ἑκάστων ἦσαν ἴδιοι, τὰ δὲ μέγιστα, μήτε ποτὲ ὅπλα ἐπʼ ἀλλήλους οἴσειν βοηθήσειν τε πάντας, ἄν πού τις αὐτῶν ἔν τινι πόλει τὸ βασιλικὸν καταλύειν ἐπιχειρῇ γένος, κοινῇ δέ, καθάπερ οἱ πρόσθεν, βουλευόμενοι τὰ δόξαντα περὶ πολέμου καὶ τῶν ἄλλων πράξεων, ἡγεμονίαν ἀποδιδόντες τῷ Ἀτλαντικῷ γένει.
There were indeed many other special laws concerning the privileges of each of the kings, but the greatest were: never to bear arms against one another, and all to help if anyone should attempt to overthrow the royal line in any city; and consulting in common, as did their ancestors, on decisions concerning war and other actions, giving the leadership to the race of Atlas.
θανάτου δὲ τὸν βασιλέα τῶν συγγενῶν μηδενὸς εἶναι κύριον, ὃν ἂν μὴ τῶν δέκα τοῖς ὑπὲρ ἥμισυ δοκῇ.
But the king should have no authority to put to death any of his kinsmen, unless it seemed right to more than half of the ten.
ταύτην δὴ τοσαύτην καὶ τοιαύτην δύναμιν ἐν ἐκείνοις τότε οὖσαν τοῖς τόποις ὁ θεὸς ἐπὶ τούσδε αὖ τοὺς τόπους συντάξας ἐκόμισεν ἔκ τινος τοιᾶσδε, ὡς λόγος, προφάσεως.
This power, then, so great and of such a kind, which existed in those regions at that time, the god organized and brought to these regions of ours, on some such pretext, as the story goes.
ἐπὶ πολλὰς μὲν γενεάς, μέχριπερ ἡ τοῦ θεοῦ φύσις αὐτοῖς ἐξήρκει, κατήκοοί τε ἦσαν τῶν νόμων καὶ πρὸς τὸ συγγενὲς θεῖον φιλοφρόνως εἶχον· §121ΚΡΙ. τὰ γὰρ φρονήματα ἀληθινὰ καὶ πάντῃ μεγάλα ἐκέκτηντο, πρᾳότητι μετὰ φρονήσεως πρός τε τὰς ἀεὶ συμβαινούσας τύχας καὶ πρὸς ἀλλήλους χρώμενοι, διὸ πλὴν ἀρετῆς πάντα ὑπερορῶντες μικρὰ ἡγοῦντο τὰ παρόντα καὶ ῥᾳδίως ἔφερον οἷον ἄχθος τὸν τοῦ χρυσοῦ τε καὶ τῶν ἄλλων κτημάτων ὄγκον, ἀλλʼ οὐ μεθύοντες ὑπὸ τρυφῆς διὰ πλοῦτον ἀκράτορες αὑτῶν ὄντες ἐσφάλλοντο, νήφοντες δὲ ὀξὺ καθεώρων ὅτι καὶ ταῦτα πάντα ἐκ φιλίας τῆς κοινῆς μετʼ ἀρετῆς αὐξάνεται, τῇ δὲ τούτων σπουδῇ καὶ τιμῇ φθίνει ταῦτά τε αὐτὰ κἀκείνη συναπόλλυται τούτοις.
For many generations, so long as the nature of the god was sufficient for them, they were obedient to the laws and well-disposed toward the divine element akin to them; Critias: for they possessed thoughts true and in every way great, practicing gentleness combined with wisdom both toward the fortunes that constantly befell them and toward one another. Therefore, despising all things except virtue, they thought little of their present possessions, and easily bore the weight of gold and other property as if it were a burden; they did not stagger, drunk with luxury because of wealth, losing self-control, but being sober, they clearly saw that all these things are increased through mutual friendship combined with virtue, whereas by the eager pursuit and honor of these things, they themselves decay and virtue perishes together with them.
ἐκ δὴ λογισμοῦ τε τοιούτου καὶ φύσεως θείας παραμενούσης πάντʼ αὐτοῖς ηὐξήθη ἃ πρὶν διήλθομεν.
From such reasoning and because the divine nature remained in them, all the things we previously described were increased for them.
ἐπεὶ δʼ ἡ τοῦ θεοῦ μὲν μοῖρα ἐξίτηλος ἐγίγνετο ἐν αὐτοῖς πολλῷ τῷ θνητῷ καὶ πολλάκις ἀνακεραννυμένη, τὸ δὲ ἀνθρώπινον ἦθος ἐπεκράτει, τότε ἤδη τὰ παρόντα φέρειν ἀδυνατοῦντες ἠσχημόνουν, καὶ τῷ δυναμένῳ μὲν ὁρᾶν αἰσχροὶ κατεφαίνοντο, τὰ κάλλιστα ἀπὸ τῶν τιμιωτάτων ἀπολλύντες, τοῖς δὲ ἀδυνατοῦσιν ἀληθινὸν πρὸς εὐδαιμονίαν βίον ὁρᾶν τότε δὴ μάλιστα πάγκαλοι μακάριοί τε ἐδοξάζοντο εἶναι, πλεονεξίας ἀδίκου καὶ δυνάμεως ἐμπιμπλάμενοι.
But when the divine portion in them began to fade away, being mixed often and with much of the mortal element, and the human character prevailed, then at last, being unable to bear their present prosperity, they behaved unseemly, and to him who had eyes to see they appeared base, losing the fairest of their most precious possessions, while to those who were unable to see a life truly happy, they then seemed most beautiful and blessed, being filled with unjust covetousness and power.
θεὸς δὲ ὁ θεῶν Ζεὺς ἐν νόμοις βασιλεύων, ἅτε δυνάμενος καθορᾶν τὰ τοιαῦτα, ἐννοήσας γένος ἐπιεικὲς ἀθλίως διατιθέμενον, δίκην αὐτοῖς ἐπιθεῖναι βουληθείς, ἵνα γένοιντο ἐμμελέστεροι σωφρονισθέντες, συνήγειρεν θεοὺς πάντας εἰς τὴν τιμιωτάτην αὐτῶν οἴκησιν, ἣ δὴ κατὰ μέσον παντὸς τοῦ κόσμου βεβηκυῖα καθορᾷ πάντα ὅσα γενέσεως μετείληφεν, καὶ συναγείρας εἶπεν—
And Zeus, the god of gods, who reigns by laws, being able to perceive such things, when he observed an honorable race in a wretched state, wishing to inflict punishment on them so that they might become more harmonious through being chastened, gathered all the gods into their most honorable dwelling, which, standing in the center of the entire universe, beholds all things that have partaken of generation; and having gathered them, he spoke—