Humanitext Reader

プラトン · クリティアス §115

アトランティスの自然の恵みと王宮都市の造営

6 / 9 箇所 · ギリシア語

要旨

アトランティス島の豊かな自然(野生動物や様々な農作物)について述べた後、アクロポリス周辺の環状路(水路と陸地)に橋を架け、運河を掘って巨大な都城と港を築いていった建設の過程を詳述する。

§115ΚΡΙ. καὶ δὴ καὶ ἐλεφάντων ἦν ἐν αὐτῇ γένος πλεῖστον·
クリティアス:そしてまた、象の類もこの島にはきわめて多くいました。
νομὴ γὰρ τοῖς τε ἄλλοις ζῴοις, ὅσα καθʼ ἕλη καὶ λίμνας καὶ ποταμούς, ὅσα τʼ αὖ κατʼ ὄρη καὶ ὅσα ἐν τοῖς πεδίοις νέμεται, σύμπασιν παρῆν ἅδην, καὶ τούτῳ κατὰ ταὐτὰ τῷ ζῴῳ, μεγίστῳ πεφυκότι καὶ πολυβορωτάτῳ.
なぜなら、湿地や湖や川、あるいは山地や平野で草を食む他のあらゆる動物たちすべてに十分な牧草が豊かにあったのとまったく同様に、最大で最も大食いなこの動物のためにも十分な牧草があったからです。
πρὸς δὲ τούτοις, ὅσα εὐώδη τρέφει που γῆ τὰ νῦν, ῥιζῶν ἢ χλόης ἢ ξύλων ἢ χυλῶν στακτῶν εἴτε ἀνθῶν ἢ καρπῶν, ἔφερέν τε ταῦτα καὶ ἔτρεφεν εὖ·
さらにこれらに加えて、今日どこかの土地が育んでいる香りのよいものすべて、すなわち根、草、木、滴る樹脂、あるいは花や果実など、これらすべてをこの島は産出し、かつ豊かに育てていました。
ἔτι δὲ τὸν ἥμερον καρπόν, τόν τε ξηρόν, ὃς ἡμῖν τῆς τροφῆς ἕνεκά ἐστιν, καὶ ὅσοις χάριν τοῦ σίτου προσχρώμεθα—καλοῦμεν δὲ αὐτοῦ τὰ μέρη σύμπαντα ὄσπρια—καὶ τὸν ὅσος ξύλινος, πώματα καὶ βρώματα καὶ ἀλείμματα φέρων, παιδιᾶς τε ὃς ἕνεκα ἡδονῆς τε γέγονε δυσθησαύριστος ἀκροδρύων καρπός, ὅσα τε παραμύθια πλησμονῆς μεταδόρπια ἀγαπητὰ κάμνοντι τίθεμεν, ἅπαντα ταῦτα ἡ τότε οὖσα ὑφʼ ἡλίῳ νῆσος ἱερὰ καλά τε καὶ θαυμαστὰ καὶ πλήθεσιν ἄπειρʼ ἔφερεν.
さらにまた、栽培された作物、すなわち私たちの食物となる乾燥した作物や、私たちが主食の補足として用いるもの(私たちはそのすべてを豆類と呼んでいます)、および、飲み物や食べ物や軟膏を提供する、樹木から採れる果実、また、娯楽と快楽のために生じ、保存が利かない樹木の実、そしてまた、満腹した後の好ましい慰めのデザートとして、胃がもたれた人に供される果物のすべて。 これらすべてを、かつて太陽の下に存在したあの神聖な島は、美しく、驚くべきものとして、限りなく豊かに産出していました。
ταῦτα οὖν λαμβάνοντες πάντα παρὰ τῆς γῆς κατεσκευάζοντο τά τε ἱερὰ καὶ τὰς βασιλικὰς οἰκήσεις καὶ τοὺς λιμένας καὶ τὰ νεώρια καὶ σύμπασαν τὴν ἄλλην χώραν, τοιᾷδʼ ἐν τάξει διακοσμοῦντες.
こうして、これらすべてを地から受け取った彼らは、神殿や王宮、港、船番所、および国の他のすべての場所を建設し、次のような順序に従って整備しました。
τοὺς τῆς θαλάττης τροχούς, οἳ περὶ τὴν ἀρχαίαν ἦσαν μητρόπολιν, πρῶτον μὲν ἐγεφύρωσαν, ὁδὸν ἔξω καὶ ἐπὶ τὰ βασίλεια ποιούμενοι.
彼らはまず、古い母都市の周囲にあった海の環状路に橋を架け、外部へ、そして王宮への道を作りました。
τὰ δὲ βασίλεια ἐν ταύτῃ τῇ τοῦ θεοῦ καὶ τῶν προγόνων κατοικήσει κατʼ ἀρχὰς ἐποιήσαντο εὐθύς, ἕτερος δὲ παρʼ ἑτέρου δεχόμενος, κεκοσμημένα κοσμῶν, ὑπερεβάλλετο εἰς δύναμιν ἀεὶ τὸν ἔμπροσθεν, ἕως εἰς ἔκπληξιν μεγέθεσιν κάλλεσίν τε ἔργων ἰδεῖν τὴν οἴκησιν ἀπηργάσαντο.
そして王宮については、神と先祖たちが居住したこの場所に最初からすぐに建てられ、各々の後継者はすでに美しく飾られたものを受け継ぐと、さらにそれを美しく飾り立て、常に持てる力の限りを尽くして前任者を凌駕しようとしました。 その結果、ついにその住処を、その規模と美しさにおいて見る者を驚嘆させるほどのものに仕上げました。
διώρυχα μὲν γὰρ ἐκ τῆς θαλάττης ἀρχόμενοι τρίπλεθρον τὸ πλάτος, ἑκατὸν δὲ ποδῶν βάθος, μῆκος δὲ πεντήκοντα σταδίων, ἐπὶ τὸν ἐξωτάτω τροχὸν συνέτρησαν, καὶ τὸν ἀνάπλουν ἐκ τῆς θαλάττης ταύτῃ πρὸς ἐκεῖνον ὡς εἰς λιμένα ἐποιήσαντο, διελόντες στόμα ναυσὶν ταῖς μεγίσταις ἱκανὸν εἰσπλεῖν.
すなわち、海から始めて、幅三プレトロン、深さ百フィート、長さ五十スタディオンの運河を、一番外側の海の環状路まで掘り通し、最も大きな船でも進入できる十分な入り口を開いて、これによって海からその環状路へ、あたかも港へ入るかのように遡上できるようにしたのです。
καὶ δὴ καὶ τοὺς τῆς γῆς τροχούς, οἳ τοὺς τῆς θαλάττης διεῖργον, κατὰ τὰς γεφύρας διεῖλον ὅσον μιᾷ τριήρει διέκπλουν εἰς ἀλλήλους, καὶ κατεστέγασαν ἄνωθεν ὥστε τὸν ὑπόπλουν κάτωθεν εἶναι·
そしてまた、海の環状路を隔てていた陸の環状路を、橋のところで、一隻の三段櫂船が通り抜けられるだけの幅でそれぞれ切り開き、上部を覆ったため、下を船が通行できるようになっていました。
τὰ γὰρ τῶν τῆς γῆς τροχῶν χείλη βάθος εἶχεν ἱκανὸν ὑπερέχον τῆς θαλάττης.
なぜなら、陸の環状路の土手は、海面から十分に高く突き出た高さを有していたからです。
ἦν δὲ ὁ μὲν μέγιστος τῶν τροχῶν, εἰς ὃν ἡ θάλαττα συνετέτρητο, τριστάδιος τὸ πλάτος, ὁ δʼ ἑξῆς τῆς γῆς ἴσος ἐκείνῳ·
環状路のうちで最も大きいもの、すなわち海とつながっていたものは幅三スタディオンであり、その次の陸の環状路はそれと同じ幅でした。
τοῖν δὲ δευτέροιν ὁ μὲν ὑγρὸς δυοῖν σταδίοιν πλάτος, ὁ δὲ ξηρὸς ἴσος αὖ πάλιν τῷ πρόσθεν ὑγρῷ·
第二の対のうち、水の環状路は幅二スタディオン、陸の環状路はまたしても先の水の環状路と同じ幅でした。
σταδίου δὲ ὁ περὶ αὐτὴν τὴν ἐν μέσῳ νῆσον περιθέων.
そして、中央にある島自体の周りをめぐる水の環状路は、一スタディオンでした。

語釈・文法注

  1. 115aκαὶ τούτῳ κατὰ ταὐτὰ τῷ ζῴῳ — この与格句は、前文の τοῖς τε ἄλλοις ζῴοις と同様に、νομὴ ... παρῆν(牧草があった)の与格支配を受けます。κατὰ ταὐτά(同様に)によって前の名詞と同等に扱われており、象にとっても十分な食物があったことを示します。
  2. 115bκαὶ τὸν ὅσος ξύλινος — 関係形容詞 ὅσος を用いた関係節による名詞修飾で、τὸν [καρπόν], ὅσος ξύλινος [ἐστι] のように先行詞 καρπόν の省略を補って読みます。「樹木から採れる果実すべて」を指します。
  3. 115dἕτερος δὲ παρʼ ἑτέρου δεχόμενος, κεκοσμημένα κοσμῶν — 主語 ἕτερος(単数)は配分的な用法で歴代の王たち(複数)を指し、現在分詞の対比表現である κεκοσμημένα κοσμῶν(飾られたものをさらに飾る)を伴って、世代を超えた美化の継続を強調しています。
  4. 115dἰδεῖν — 説明的不定詞(epexegetical infinitive)であり、前の 명사나 형용사(ここでは ἔκπληξιν や κάλλεσιν)を修飾して「見るに、見た目に」という観点を示しています。
  5. 115eὥστε τὸν ὑπόπλουν κάτωθεν εἶναι — 結果の ὥστε 節であり、対格不定詞構文(対格の τὸν ὑπόπλουν が不定詞 εἶναι の意味上の主語)を形成して、「それゆえ下を航行することが可能であった」という結果を表します。
  6. 115eτοῖν δὲ δευτέροιν — 双数形属格であり、最も外側の環(海水と陸地)に続く「第二の対の環(水路と陸地)」を指しています。

この箇所を引用する

プラトン, クリティアス §115. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0059.tlg032.humanitext-grc2:115

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。