§89ΤΙ. τῶν δʼ αὖ κινήσεων ἡ ἐν ἑαυτῷ ὑφʼ αὑτοῦ ἀρίστη κίνησις—μάλιστα γὰρ τῇ διανοητικῇ καὶ τῇ τοῦ παντὸς κινήσει συγγενής—ἡ δὲ ὑπʼ ἄλλου χείρων· χειρίστη δὲ ἡ κειμένου τοῦ σώματος καὶ ἄγοντος ἡσυχίαν διʼ ἑτέρων αὐτὸ κατὰ μέρη κινοῦσα.
提:在各种运动中,由自身在自身中产生的运动是最好的——因为这与理智的运动和宇宙的运动最为亲近——而由他物产生的运动则较差;最坏的是,当身体静卧时,通过他物使其局部运动。
διὸ δὴ τῶν καθάρσεων καὶ συστάσεων τοῦ σώματος ἡ μὲν διὰ τῶν γυμνασίων ἀρίστη, δευτέρα δὲ ἡ διὰ τῶν αἰωρήσεων κατά τε τοὺς πλοῦς καὶ ὅπῃπερ ἂν ὀχήσεις ἄκοποι γίγνωνται· τρίτον δὲ εἶδος κινήσεως σφόδρα ποτὲ ἀναγκαζομένῳ χρήσιμον, ἄλλως δὲ οὐδαμῶς τῷ νοῦν ἔχοντι προσδεκτέον, τὸ τῆς φαρμακευτικῆς καθάρσεως γιγνόμενον ἰατρικόν.
因此,在身体的净化与建构中,通过体育锻炼是最好的,第二是通过航海或其他不感疲劳的交通工具所产生的悬空摇摆;而第三种运动方式,尽管对于极度迫不得已的人有时有用,但有理智的人在其他情况下决不能接受,即通过药物净化而进行的医疗。
τὰ γὰρ νοσήματα, ὅσα μὴ μεγάλους ἔχει κινδύνους, οὐκ ἐρεθιστέον φαρμακείαις.
因为只要疾病没有巨大的危险,就不应该用药物去刺激。
πᾶσα γὰρ σύστασις νόσων τρόπον τινὰ τῇ τῶν ζῴων φύσει προσέοικε.
因为一切疾病的形成在某种程度上都类似于活物的本性。
καὶ γὰρ ἡ τούτων σύνοδος ἔχουσα τεταγμένους τοῦ βίου γίγνεται χρόνους τοῦ τε γένους σύμπαντος, καὶ καθʼ αὑτὸ τὸ ζῷον εἱμαρμένον ἕκαστον ἔχον τὸν βίον φύεται, χωρὶς τῶν ἐξ ἀνάγκης παθημάτων·
因为这些疾病的聚合,无论对于整个物种还是对于每个个体活物,都拥有其既定的生命周期,每个活物生来就带有其注定的生命,除非发生必然的意外灾祸。
τὰ γὰρ τρίγωνα εὐθὺς κατʼ ἀρχὰς ἑκάστου δύναμιν ἔχοντα συνίσταται μέχρι τινὸς χρόνου δυνατὰ ἐξαρκεῖν, οὗ βίον οὐκ ἄν ποτέ τις εἰς τὸ πέραν ἔτι βιῴη.
因为那些三角形在每个人一开始形成时,就具有能支撑到一定时间的能量,超出这个界限,任何人就再也无法继续生存。
τρόπος οὖν ὁ αὐτὸς καὶ τῆς περὶ τὰ νοσήματα συστάσεως· ἣν ὅταν τις παρὰ τὴν εἱμαρμένην τοῦ χρόνου φθείρῃ φαρμακείαις, ἅμα ἐκ σμικρῶν μεγάλα καὶ πολλὰ ἐξ ὀλίγων νοσήματα φιλεῖ γίγνεσθαι.
因此,关于疾病的形成也是同样的方式;当有人违反注定的时间而用药物去破坏它时,往往会同时从小病变成大病,由少病变成多病。
διὸ παιδαγωγεῖν δεῖ διαίταις πάντα τὰ τοιαῦτα, καθʼ ὅσον ἂν ᾖ τῳ σχολή, ἀλλʼ οὐ φαρμακεύοντα κακὸν δύσκολον ἐρεθιστέον.
因此,只要有闲暇,就应该用养生法来引导所有这些,而不应当用药物来刺激棘手的恶疾。
καὶ περὶ μὲν τοῦ κοινοῦ ζῴου καὶ τοῦ κατὰ τὸ σῶμα αὐτοῦ μέρους, ᾗ τις ἂν καὶ διαπαιδαγωγῶν καὶ διαπαιδαγωγούμενος ὑφʼ αὑτοῦ μάλιστʼ ἂν κατὰ λόγον ζῴη, ταύτῃ λελέχθω· τὸ δὲ δὴ παιδαγωγῆσον αὐτὸ μᾶλλόν που καὶ πρότερον παρασκευαστέον εἰς δύναμιν ὅτι κάλλιστον καὶ ἄριστον εἰς τὴν παιδαγωγίαν εἶναι.
关于复合的活物及其身体部分,以及人如何通过自我引导和被自我引导而最符合理性地生活,就以此方式阐述;然而,那将要引导身体的部分,更应该且必须首先尽力使其准备得最美、最好,以胜任这种引导。
διʼ ἀκριβείας μὲν οὖν περὶ τούτων διελθεῖν ἱκανὸν ἂν γένοιτο αὐτὸ καθʼ αὑτὸ μόνον ἔργον· τὸ δʼ ἐν παρέργῳ κατὰ τὰ πρόσθεν ἑπόμενος ἄν τις οὐκ ἄπο τρόπου τῇδε σκοπῶν ὧδε τῷ λόγῳ διαπεράναιτʼ ἄν.
如果要精确地阐明这些问题,其本身就足够成为一项独立的工作;但如果作为附带的工作,遵循先前的论述并以此方式进行考察,通过以下论述来完成也并非不妥。
§90ΤΙ. καθάπερ εἴπομεν πολλάκις, ὅτι τρία τριχῇ ψυχῆς ἐν ἡμῖν εἴδη κατῴκισται, τυγχάνει δὲ ἕκαστον κινήσεις ἔχον, οὕτω κατὰ ταὐτὰ καὶ νῦν ὡς διὰ βραχυτάτων ῥητέον ὅτι τὸ μὲν αὐτῶν ἐν ἀργίᾳ διάγον καὶ τῶν ἑαυτοῦ κινήσεων ἡσυχίαν ἄγον ἀσθενέστατον ἀνάγκη γίγνεσθαι, τὸ δʼ ἐν γυμνασίοις ἐρρωμενέστατον· διὸ φυλακτέον ὅπως ἂν ἔχωσιν τὰς κινήσεις πρὸς ἄλληλα συμμέτρους.
提:正如我们多次说过的,灵魂的三种形态在我们的三个地方安家,而且每个形态都恰好拥有运动,因此现在也必须同样用最简短的话说:它们之中那处于闲置、使其自身运动保持静止的部分,必然会变得最软弱,而在锻炼中的部分则最强健;因此必须注意使它们的运动相互对称。
τὸ δὲ δὴ περὶ τοῦ κυριωτάτου παρʼ ἡμῖν ψυχῆς εἴδους διανοεῖσθαι δεῖ τῇδε, ὡς ἄρα αὐτὸ δαίμονα θεὸς ἑκάστῳ δέδωκεν, τοῦτο ὃ δή φαμεν οἰκεῖν μὲν ἡμῶν ἐπʼ ἄκρῳ τῷ σώματι, πρὸς δὲ τὴν ἐν οὐρανῷ συγγένειαν ἀπὸ γῆς ἡμᾶς αἴρειν ὡς ὄντας φυτὸν οὐκ ἔγγειον ἀλλὰ οὐράνιον, ὀρθότατα λέγοντες· ἐκεῖθεν γάρ, ὅθεν ἡ πρώτη τῆς ψυχῆς γένεσις ἔφυ, τὸ θεῖον τὴν κεφαλὴν καὶ ῥίζαν ἡμῶν ἀνακρεμαννὺν ὀρθοῖ πᾶν τὸ σῶμα.
对于我们之中最主导的灵魂形态,应该这样思考:神把它作为每个人的守护神赐予我们,我们说它居住在我们身体的最高处,将我们从大地提升到天上的亲族那里,因为我们不是地上的植物,而是天上的植物,这是极正确的说法;因为从那里,即灵魂最初诞生的地方,神圣者悬挂着我们的头部和根基,并使整个身体直立起来。
τῷ μὲν οὖν περὶ τὰς ἐπιθυμίας ἢ περὶ φιλονικίας τετευτακότι καὶ ταῦτα διαπονοῦντι σφόδρα πάντα τὰ δόγματα ἀνάγκη θνητὰ ἐγγεγονέναι, καὶ παντάπασιν καθʼ ὅσον μάλιστα δυνατὸν θνητῷ γίγνεσθαι, τούτου μηδὲ σμικρὸν ἐλλείπειν, ἅτε τὸ τοιοῦτον ηὐξηκότι· τῷ δὲ περὶ φιλομαθίαν καὶ περὶ τὰς ἀληθεῖς φρονήσεις ἐσπουδακότι καὶ ταῦτα μάλιστα τῶν αὑτοῦ γεγυμνασμένῳ φρονεῖν μὲν ἀθάνατα καὶ θεῖα, ἄνπερ ἀληθείας ἐφάπτηται, πᾶσα ἀνάγκη που, καθʼ ὅσον δʼ αὖ μετασχεῖν ἀνθρωπίνῃ φύσει ἀθανασίας ἐνδέχεται, τούτου μηδὲν μέρος ἀπολείπειν, ἅτε δὲ ἀεὶ θεραπεύοντα τὸ θεῖον ἔχοντά τε αὐτὸν εὖ κεκοσμημένον τὸν δαίμονα σύνοικον ἑαυτῷ, διαφερόντως εὐδαίμονα εἶναι.
因此,对于那些沉溺于欲望或虚荣,并在这些方面极其操劳的人来说,他们所有的想法必然都是有生有灭的,而且在人类尽可能变得完全会死的范围内,他一点也不会缺少这种必死性,因为他滋养了这样的部分;但对于那些热衷于求知和真理智慧,并在自己的这些部分中得到最多锻炼的人来说,如果他接触到真理,他必然会思考不朽和神圣的事物,而且在人类本性能够分享不朽的范围内,他绝不会微缺其任何部分;由于他始终关照神圣者,并使与他同住的守护神保持良好的秩序,他必然会异常幸福。
θεραπεία δὲ δὴ παντὶ παντὸς μία, τὰς οἰκείας ἑκάστῳ τροφὰς καὶ κινήσεις ἀποδιδόναι.
事实上,对一切事物的关照只有一种:赋予每个事物其特有的营养和运动。
τῷ δʼ ἐν ἡμῖν θείῳ συγγενεῖς εἰσιν κινήσεις αἱ τοῦ παντὸς διανοήσεις καὶ περιφοραί·
而与我们内部的神圣者相亲近的运动,就是宇宙的思考和旋转运动。
ταύταις δὴ συνεπόμενον ἕκαστον δεῖ, τὰς περὶ τὴν γένεσιν ἐν τῇ κεφαλῇ διεφθαρμένας ἡμῶν περιόδους ἐξορθοῦντα διὰ τὸ καταμανθάνειν τὰς τοῦ παντὸς ἁρμονίας τε καὶ περιφοράς, τῷ κατανοουμένῳ τὸ κατανοοῦν ἐξομοιῶσαι κατὰ τὴν ἀρχαίαν φύσιν, ὁμοιώσαντα δὲ τέλος ἔχειν τοῦ προτεθέντος ἀνθρώποις ὑπὸ θεῶν ἀρίστου βίου πρός τε τὸν παρόντα καὶ τὸν ἔπειτα χρόνον.
因此,各人必须追随这些运动,通过学习宇宙的和谐与旋转,来纠正我们头脑中在出生时被扰乱的循环轨道,从而使思考的部分与被思考的部分相一致,回到其古老的本性中。 在使其一致之后,最终获得神明为人类设定的、贯穿现在与未来时间的最优生活的终点。
καὶ δὴ καὶ τὰ νῦν ἡμῖν ἐξ ἀρχῆς παραγγελθέντα διεξελθεῖν περὶ τοῦ παντὸς μέχρι γενέσεως ἀνθρωπίνης σχεδὸν ἔοικε τέλος ἔχειν.
确实,关于宇宙直到人类诞生的论述,我们最初被交付的阐明任务似乎已接近尾声。
τὰ γὰρ ἄλλα ζῷα ᾗ γέγονεν αὖ, διὰ βραχέων ἐπιμνηστέον, ὃ μή τις ἀνάγκη μηκύνειν· οὕτω γὰρ ἐμμετρότερός τις ἂν αὑτῷ δόξειεν περὶ τοὺς τούτων λόγους εἶναι.
至于其他活物是如何产生的,则必须简要提及,在没有必要长篇大论的情况下;因为这样,一个人在关于它们的讨论中似乎显得更为克制。
τῇδʼ οὖν τὸ τοιοῦτον ἔστω λεγόμενον.
那么,就让此类事情以如下方式阐述吧。