§44ΤΙ. ταὐτὸν δὴ τοῦτο καὶ τοιαῦτα ἕτερα αἱ περιφοραὶ πάσχουσαι σφοδρῶς, ὅταν τέ τῳ τῶν ἔξωθεν τοῦ ταὐτοῦ γένους ἢ τοῦ θατέρου περιτύχωσιν, τότε ταὐτόν τῳ καὶ θάτερόν του τἀναντία τῶν ἀληθῶν προσαγορεύουσαι ψευδεῖς καὶ ἀνόητοι γεγόνασιν, οὐδεμία τε ἐν αὐταῖς τότε περίοδος ἄρχουσα οὐδʼ ἡγεμών ἐστιν·
【ティマイオス】まさにこれと同じことや、これに類する他のことを、諸循環が激しく被る際、そして、それらが外にある「同じもの」の類あるいは「他なるもの」の類のものに遭遇するとき、そのとき、あるものに対して「同じ」と呼び、またあるものに対して「他」と呼ぶにあたり、真実とは反対のことを告げるがゆえに、偽りであり、理性を欠いたものとなる。 そしてそのとき、それらの循環の中には、支配し導くような軌道は一つも存在しない。
αἷς δʼ ἂν ἔξωθεν αἰσθήσεις τινὲς φερόμεναι καὶ προσπεσοῦσαι συνεπισπάσωνται καὶ τὸ τῆς ψυχῆς ἅπαν κύτος, τόθʼ αὗται κρατούμεναι κρατεῖν δοκοῦσι.
一方で、外から運ばれてきて衝突した何らかの感覚が、魂の容器全体をも一緒に引きずり回すとき、そのときには、これらは実際には制圧されているのに、制圧しているように見える。
καὶ διὰ δὴ ταῦτα πάντα τὰ παθήματα νῦν κατʼ ἀρχάς τε ἄνους ψυχὴ γίγνεται τὸ πρῶτον, ὅταν εἰς σῶμα ἐνδεθῇ θνητόν.
そしてまさにこれらすべての受動的状態のために、魂が死すべき体の中に縛り付けられるとき、今でも初めにおいては、まず最初に理性を欠いたものとなる。
ὅταν δὲ τὸ τῆς αὔξης καὶ τροφῆς ἔλαττον ἐπίῃ ῥεῦμα, πάλιν δὲ αἱ περίοδοι λαμβανόμεναι γαλήνης τὴν ἑαυτῶν ὁδὸν ἴωσι καὶ καθιστῶνται μᾶλλον ἐπιόντος τοῦ χρόνου, τότε ἤδη πρὸς τὸ κατὰ φύσιν ἰόντων σχῆμα ἑκάστων τῶν κύκλων αἱ περιφοραὶ κατευθυνόμεναι, τό τε θάτερον καὶ τὸ ταὐτὸν προσαγορεύουσαι κατʼ ὀρθόν, ἔμφρονα τὸν ἔχοντα αὐτὰς γιγνόμενον ἀποτελοῦσιν.
しかし、成長と栄養の流入する流れが減少し、再び諸循環が平穏を得て、自らの道を歩み、時の経過とともに落ち着いてくると、そのときには、各々の円が自然に従って進む姿へと、その循環が方向を正され、「他なるもの」と「同じもの」を正しく呼び表すようになって、それらを宿す者を思慮深い者へと仕上げていく。
ἂν μὲν οὖν δὴ καὶ συνεπιλαμβάνηταί τις ὀρθὴ τροφὴ παιδεύσεως, ὁλόκληρος ὑγιής τε παντελῶς, τὴν μεγίστην ἀποφυγὼν νόσον, γίγνεται·
それゆえ、もし正しい教育の育成がさらに助けとなるならば、その人は完全に非の打ちどころなく健全になり、最大の病から逃れることになる。
καταμελήσας δέ, χωλὴν τοῦ βίου διαπορευθεὶς ζωήν, ἀτελὴς καὶ ἀνόητος εἰς Ἅιδου πάλιν ἔρχεται.
しかし、これを怠るならば、生涯の歩みをびっこを引くものとして過ごし、不完全で理性を欠いたまま、再びハデスへと戻っていく。
ταῦτα μὲν οὖν ὕστερά ποτε γίγνεται·
さて、これらはのちのいつか起こることである。
περὶ δὲ τῶν νῦν προτεθέντων δεῖ διελθεῖν ἀκριβέστερον, τὰ δὲ πρὸ τούτων, περὶ σωμάτων κατὰ μέρη τῆς γενέσεως καὶ περὶ ψυχῆς, διʼ ἅς τε αἰτίας καὶ προνοίας γέγονε θεῶν, τοῦ μάλιστα εἰκότος ἀντεχομένοις, οὕτω καὶ κατὰ ταῦτα πορευομένοις διεξιτέον.
一方、いま提示されている主題については、より正確に論じなければならない。 すなわちこれらに先立つこと、部分ごとの身体の生成について、また魂について、それが神々のいかなる原因と深慮によって生じたのかについて、最も確からしい説をしっかりと保持し、その方針に沿って進みつつ、語り尽くさねばならない。
τὰς μὲν δὴ θείας περιόδους δύο οὔσας, τὸ τοῦ παντὸς σχῆμα ἀπομιμησάμενοι περιφερὲς ὄν, εἰς σφαιροειδὲς σῶμα ἐνέδησαν, τοῦτο ὃ νῦν κεφαλὴν ἐπονομάζομεν, ὃ θειότατόν τέ ἐστιν καὶ τῶν ἐν ἡμῖν πάντων δεσποτοῦν·
神々は、二つある神聖な循環を、球形である宇宙の形を模倣して、球状の体の中に縛り付けた。 これが、私たちが現在「頭」と呼んでいるものであり、それは最も神聖で、私たちの内にあるすべてのものを支配している。
ᾧ καὶ πᾶν τὸ σῶμα παρέδοσαν ὑπηρεσίαν αὐτῷ συναθροίσαντες θεοί, κατανοήσαντες ὅτι πασῶν ὅσαι κινήσεις ἔσοιντο μετέχοι.
神々はこの頭に対して、それへの奉仕として体全体を一つにまとめて引き渡した。 なぜなら、これから生じるであろうすべての運動をこの頭が分かち持つことになるのを理解したからである。
ἵνʼ οὖν μὴ κυλινδούμενον ἐπὶ γῆς ὕψη τε καὶ βάθη παντοδαπὰ ἐχούσης ἀποροῖ τὰ μὲν ὑπερβαίνειν, ἔνθεν δὲ ἐκβαίνειν, ὄχημα αὐτῷ τοῦτο καὶ εὐπορίαν ἔδοσαν·
したがって、地上があらゆる種類の高低を有している中で、頭が転がり回りながら、ある場所を乗り越えたり、別の場所から這い出したりするのに困らないように、神々はこの乗り物と自由な移動手段をそれに与えたのである。
§45ΤΙ. ὅθεν δὴ μῆκος τὸ σῶμα ἔσχεν, ἐκτατά τε κῶλα καὶ καμπτὰ ἔφυσεν τέτταρα θεοῦ μηχανησαμένου πορείαν, οἷς ἀντιλαμβανόμενον καὶ ἀπερειδόμενον διὰ πάντων τόπων πορεύεσθαι δυνατὸν γέγονε, τὴν τοῦ θειοτάτου καὶ ἱερωτάτου φέρον οἴκησιν ἐπάνωθεν ἡμῶν.
【ティマイオス】それゆえ体は長さを持ち、神が移動手段を考案されたことにより、伸ばすことも曲げることもできる4つの手足を生じさせた。 これらによって支えることで、すべての場所を通って移動することが可能になり、私たちの上部にある、最も神聖で清らかな住処を運ぶことができるようになった。
σκέλη μὲν οὖν χεῖρές τε ταύτῃ καὶ διὰ ταῦτα προσέφυ πᾶσιν·
このようにして、またこれらの理由から、脚と手がすべての人に生じたのである。
τοῦ δʼ ὄπισθεν τὸ πρόσθεν τιμιώτερον καὶ ἀρχικώτερον νομίζοντες θεοὶ ταύτῃ τὸ πολὺ τῆς πορείας ἡμῖν ἔδοσαν.
そして神々は、後方よりも前方のほうが尊く、支配するのにふさわしいと考えたため、この移動の大部分を私たちに与えた。
ἔδει δὴ διωρισμένον ἔχειν καὶ ἀνόμοιον τοῦ σώματος τὸ πρόσθεν ἄνθρωπον.
したがって人間は、体の前方(前面)を区別され、後方とは異なるものにしておく必要があった。
διὸ πρῶτον μὲν περὶ τὸ τῆς κεφαλῆς κύτος, ὑποθέντες αὐτόσε τὸ πρόσωπον, ὄργανα ἐνέδησαν τούτῳ πάσῃ τῇ τῆς ψυχῆς προνοίᾳ, καὶ διέταξαν τὸ μετέχον ἡγεμονίας τοῦτʼ εἶναι, τὸ κατὰ φύσιν πρόσθεν·
それゆえまず頭の容器の周り、その場所に顔を配置して、そこに魂のあらゆる先見によって諸器官を縛り付け、支配権を分かち持つこの部分を、本性上「前方」となるように規定した。
τῶν δὲ ὀργάνων πρῶτον μὲν φωσφόρα συνετεκτήναντο ὄμματα, τοιᾷδε ἐνδήσαντες αἰτίᾳ.
そして諸器官のうち、最初に光をもたらす眼を彼らは作り出し、次のような理由によってこれを取り付けた。
τοῦ πυρὸς ὅσον τὸ μὲν κάειν οὐκ ἔσχε, τὸ δὲ παρέχειν φῶς ἥμερον, οἰκεῖον ἑκάστης ἡμέρας, σῶμα ἐμηχανήσαντο γίγνεσθαι.
火のうち、焼く性質は持たないが、おだやかな光、すなわち毎日に固有の光を提供するものを、一つの体とするように彼らは考案した。
τὸ γὰρ ἐντὸς ἡμῶν ἀδελφὸν ὂν τούτου πῦρ εἰλικρινὲς ἐποίησαν διὰ τῶν ὀμμάτων ῥεῖν λεῖον καὶ πυκνὸν ὅλον μέν, μάλιστα δὲ τὸ μέσον συμπιλήσαντες τῶν ὀμμάτων, ὥστε τὸ μὲν ἄλλο ὅσον παχύτερον στέγειν πᾶν, τὸ τοιοῦτον δὲ μόνον αὐτὸ καθαρὸν διηθεῖν.
なぜなら、私たちの内にある、これの兄弟である純粋な火を、滑らかで濃密なものとして眼を通じて流れ出させ、特に眼の中央部を押し固めることで、他のより粗い部分はすべて遮断し、そのような純粋な光だけを清らかなまま濾過して通すようにしたからである。
ὅταν οὖν μεθημερινὸν ᾖ φῶς περὶ τὸ τῆς ὄψεως ῥεῦμα, τότε ἐκπῖπτον ὅμοιον πρὸς ὅμοιον, συμπαγὲς γενόμενον, ἓν σῶμα οἰκειωθὲν συνέστη κατὰ τὴν τῶν ὀμμάτων εὐθυωρίαν, ὅπῃπερ ἂν ἀντερείδῃ τὸ προσπῖπτον ἔνδοθεν πρὸς ὃ τῶν ἔξω συνέπεσεν.
したがって、日中の光が視覚の流れの周りにあるとき、流れ出る似たものが似たものへと向かい、凝縮して一体となり、眼の向かう直線上、内から押し寄せる光が、外からの光と出会うまさにその場所において、同質化された一つの体として構成される。
ὁμοιοπαθὲς δὴ διʼ ὁμοιότητα πᾶν γενόμενον, ὅτου τε ἂν αὐτό ποτε ἐφάπτηται καὶ ὃ ἂν ἄλλο ἐκείνου, τούτων τὰς κινήσεις διαδιδὸν εἰς ἅπαν τὸ σῶμα μέχρι τῆς ψυχῆς αἴσθησιν παρέσχετο ταύτην ᾗ δὴ ὁρᾶν φαμεν.
そして類似性によって全体として同様の受動状態を受けるようになり、それが触れるあらゆるもの、またそこに触れる他のものから、それらの運動を体全体に伝えて魂にまで届けることで、まさに私たちが「見る」と呼んでいるこの感覚をもたらす。
ἀπελθόντος δὲ εἰς νύκτα τοῦ συγγενοῦς πυρὸς ἀποτέτμηται·
しかし、同類の火が夜に入って立ち去ると、遮断される。
πρὸς γὰρ ἀνόμοιον ἐξιὸν ἀλλοιοῦταί τε αὐτὸ καὶ κατασβέννυται, συμφυὲς οὐκέτι τῷ πλησίον ἀέρι γιγνόμενον, ἅτε πῦρ οὐκ ἔχοντι.
なぜなら、異質なものの中へと出て行くことによって、それ(視覚の流れ)は変質し、消滅してしまい、火を持たない隣接する空気とはもはや一体にならなくなるからである。
παύεταί τε οὖν ὁρῶν, ἔτι τε ἐπαγωγὸν ὕπνου γίγνεται·
それゆえ見ることを止め、さらに眠りを誘うものとなる。
σωτηρίαν γὰρ ἣν οἱ θεοὶ τῆς ὄψεως ἐμηχανήσαντο, τὴν τῶν βλεφάρων φύσιν, ὅταν ταῦτα συμμύσῃ, καθείργνυσι τὴν τοῦ πυρὸς ἐντὸς δύναμιν, ἡ δὲ διαχεῖ τε καὶ ὁμαλύνει τὰς ἐντὸς κινήσεις, ὁμαλυνθεισῶν δὲ ἡσυχία γίγνεται, γενομένης δὲ πολλῆς μὲν ἡσυχίας βραχυόνειρος ὕπνος ἐμπίπτει,
なぜなら、神々が視覚の保護として考案した瞼の仕組みが、これを閉じるとき、内なる火の力を閉じ込めるからである。 そしてその力は、内なる運動を分散させて平らにし、これらが穏やかになると静寂が生じる。 そして多くの静寂が生じた場合には、夢の少ない眠りが訪れるのである。