Humanitext Reader

柏拉图 · 蒂迈欧篇 §44-45

灵魂理性的恢复与头部及视觉的构造

第 15 段,共 41 段 · 希腊语

内容简介

论述了灵魂的循环如何因外部感觉的冲击而受扰并失去理性,但通过正确的教育和成长得以恢复秩序;并解释了神明如何创造头部、作为其载具的身体,以及视觉的运作机制。

§44ΤΙ. ταὐτὸν δὴ τοῦτο καὶ τοιαῦτα ἕτερα αἱ περιφοραὶ πάσχουσαι σφοδρῶς, ὅταν τέ τῳ τῶν ἔξωθεν τοῦ ταὐτοῦ γένους ἢ τοῦ θατέρου περιτύχωσιν, τότε ταὐτόν τῳ καὶ θάτερόν του τἀναντία τῶν ἀληθῶν προσαγορεύουσαι ψευδεῖς καὶ ἀνόητοι γεγόνασιν, οὐδεμία τε ἐν αὐταῖς τότε περίοδος ἄρχουσα οὐδʼ ἡγεμών ἐστιν·
正是在诸循环剧烈地遭受这完全相同的事以及其他类似的事时,当它们遇到外部属于“相同”之类或“他者”之类的事物,在称某物为“相同”或某物为“他者”时,因为宣告了与事实相反的事,它们便变得虚假且无理性,而那时在它们之中也没有任何起着支配或主导作用的循环。
αἷς δʼ ἂν ἔξωθεν αἰσθήσεις τινὲς φερόμεναι καὶ προσπεσοῦσαι συνεπισπάσωνται καὶ τὸ τῆς ψυχῆς ἅπαν κύτος, τόθʼ αὗται κρατούμεναι κρατεῖν δοκοῦσι.
然而,当一些从外部运载并碰撞而来的感觉,连同灵魂的整个容器也一起拖曳过去时,那时这些循环虽被主宰,却显得好像在起主宰作用。
καὶ διὰ δὴ ταῦτα πάντα τὰ παθήματα νῦν κατʼ ἀρχάς τε ἄνους ψυχὴ γίγνεται τὸ πρῶτον, ὅταν εἰς σῶμα ἐνδεθῇ θνητόν.
正因为所有这些受动,在起初,当灵魂被束缚于死之肉体时,它首先变得毫无理性。
ὅταν δὲ τὸ τῆς αὔξης καὶ τροφῆς ἔλαττον ἐπίῃ ῥεῦμα, πάλιν δὲ αἱ περίοδοι λαμβανόμεναι γαλήνης τὴν ἑαυτῶν ὁδὸν ἴωσι καὶ καθιστῶνται μᾶλλον ἐπιόντος τοῦ χρόνου, τότε ἤδη πρὸς τὸ κατὰ φύσιν ἰόντων σχῆμα ἑκάστων τῶν κύκλων αἱ περιφοραὶ κατευθυνόμεναι, τό τε θάτερον καὶ τὸ ταὐτὸν προσαγορεύουσαι κατʼ ὀρθόν, ἔμφρονα τὸν ἔχοντα αὐτὰς γιγνόμενον ἀποτελοῦσιν.
但是,当生长和营养的流进减少,而诸循环再次获得平静,走上它们自己的轨道,并随着时间的推移而越发安定时,那时各圆环的旋转便已朝着按自然行进的形态得到校正,并正确地称呼“他者”与“相同”,使拥有它们的人变得聪慧。
ἂν μὲν οὖν δὴ καὶ συνεπιλαμβάνηταί τις ὀρθὴ τροφὴ παιδεύσεως, ὁλόκληρος ὑγιής τε παντελῶς, τὴν μεγίστην ἀποφυγὼν νόσον, γίγνεται· καταμελήσας δέ, χωλὴν τοῦ βίου διαπορευθεὶς ζωήν, ἀτελὴς καὶ ἀνόητος εἰς Ἅιδου πάλιν ἔρχεται.
因此,如果正确的教育滋养也予以协助,一个人就会变得完全健全且健康,逃脱了最大的疾病;但若他予以疏忽,就会在度过一生的跛行生活后,以未完成且无理性的状态再次回到哈德斯。
ταῦτα μὲν οὖν ὕστερά ποτε γίγνεται· περὶ δὲ τῶν νῦν προτεθέντων δεῖ διελθεῖν ἀκριβέστερον, τὰ δὲ πρὸ τούτων, περὶ σωμάτων κατὰ μέρη τῆς γενέσεως καὶ περὶ ψυχῆς, διʼ ἅς τε αἰτίας καὶ προνοίας γέγονε θεῶν, τοῦ μάλιστα εἰκότος ἀντεχομένοις, οὕτω καὶ κατὰ ταῦτα πορευομένοις διεξιτέον.
这些事情确实是在此后的某个时候发生的;但对于现在摆在我们面前的主题,我们必须进行更精确的讨论,而对于在这些之前的事——即关于身体各部分的产生以及关于灵魂,它们是因为何种原因和神明的何种深虑而产生的——我们必须坚持最有可能(或然)的说法,并依此路径前进,予以详尽阐述。
τὰς μὲν δὴ θείας περιόδους δύο οὔσας, τὸ τοῦ παντὸς σχῆμα ἀπομιμησάμενοι περιφερὲς ὄν, εἰς σφαιροειδὲς σῶμα ἐνέδησαν, τοῦτο ὃ νῦν κεφαλὴν ἐπονομάζομεν, ὃ θειότατόν τέ ἐστιν καὶ τῶν ἐν ἡμῖν πάντων δεσποτοῦν·
神明模仿宇宙那圆形的形状,将两个神圣的循环束缚于一个球状的身体中,即我们现在所称的“头部”,它是最神圣的部分,并主宰我们内部的所有事物。
ᾧ καὶ πᾶν τὸ σῶμα παρέδοσαν ὑπηρεσίαν αὐτῷ συναθροίσαντες θεοί, κατανοήσαντες ὅτι πασῶν ὅσαι κινήσεις ἔσοιντο μετέχοι.
神明也将整个身体交付予它,将其聚集起来作为它的仆役,因为他们认识到它将参与此后可能发生的所有运动。
ἵνʼ οὖν μὴ κυλινδούμενον ἐπὶ γῆς ὕψη τε καὶ βάθη παντοδαπὰ ἐχούσης ἀποροῖ τὰ μὲν ὑπερβαίνειν, ἔνθεν δὲ ἐκβαίνειν, ὄχημα αὐτῷ τοῦτο καὶ εὐπορίαν ἔδοσαν·
因此,为了不让它在拥有各种高低坎坷的地面上滚动,以至于在越过某些地方或从另一些地方爬出时感到困难,他们赐予它这个身体作为载具和便利的行进工具。
§45ΤΙ. ὅθεν δὴ μῆκος τὸ σῶμα ἔσχεν, ἐκτατά τε κῶλα καὶ καμπτὰ ἔφυσεν τέτταρα θεοῦ μηχανησαμένου πορείαν, οἷς ἀντιλαμβανόμενον καὶ ἀπερειδόμενον διὰ πάντων τόπων πορεύεσθαι δυνατὸν γέγονε, τὴν τοῦ θειοτάτου καὶ ἱερωτάτου φέρον οἴκησιν ἐπάνωθεν ἡμῶν.
因此身体具有了长度,并且神明设计了行进的方式,使之长出了四个可伸展和可弯曲的肢体,依靠这些肢体抓握和支撑,身体才得以在所有地方穿行,并将我们最神圣、最纯洁的居所承载于我们的上方。
σκέλη μὲν οὖν χεῖρές τε ταύτῃ καὶ διὰ ταῦτα προσέφυ πᾶσιν· τοῦ δʼ ὄπισθεν τὸ πρόσθεν τιμιώτερον καὶ ἀρχικώτερον νομίζοντες θεοὶ ταύτῃ τὸ πολὺ τῆς πορείας ἡμῖν ἔδοσαν.
因此,腿和手正是以这种方式并由于这些原因而在所有人身上长出来的;而且神明认为前部比后部更为尊贵且更具主导性,因此在这一方向上赋予了我们大部分的行进能力。
ἔδει δὴ διωρισμένον ἔχειν καὶ ἀνόμοιον τοῦ σώματος τὸ πρόσθεν ἄνθρωπον.
人类确实应当使身体的前部有别于且不同于后部。
διὸ πρῶτον μὲν περὶ τὸ τῆς κεφαλῆς κύτος, ὑποθέντες αὐτόσε τὸ πρόσωπον, ὄργανα ἐνέδησαν τούτῳ πάσῃ τῇ τῆς ψυχῆς προνοίᾳ, καὶ διέταξαν τὸ μετέχον ἡγεμονίας τοῦτʼ εἶναι, τὸ κατὰ φύσιν πρόσθεν·
因此,首先在头部的容器周围,将面部安置于其上,神明凭着灵魂的全部远见,将诸器官束缚于其中,并规定这个参与主导的部分在自然上即为前部。
τῶν δὲ ὀργάνων πρῶτον μὲν φωσφόρα συνετεκτήναντο ὄμματα, τοιᾷδε ἐνδήσαντες αἰτίᾳ.
而在这些器官中,他们首先制造了带光的眼睛,并由于如下原因将其安装进去。
τοῦ πυρὸς ὅσον τὸ μὲν κάειν οὐκ ἔσχε, τὸ δὲ παρέχειν φῶς ἥμερον, οἰκεῖον ἑκάστης ἡμέρας, σῶμα ἐμηχανήσαντο γίγνεσθαι.
他们设计使火中不具燃烧力、却能提供温和光芒(即每日所特有的光芒)的部分,成为一个形体。
τὸ γὰρ ἐντὸς ἡμῶν ἀδελφὸν ὂν τούτου πῦρ εἰλικρινὲς ἐποίησαν διὰ τῶν ὀμμάτων ῥεῖν λεῖον καὶ πυκνὸν ὅλον μέν, μάλιστα δὲ τὸ μέσον συμπιλήσαντες τῶν ὀμμάτων, ὥστε τὸ μὲν ἄλλο ὅσον παχύτερον στέγειν πᾶν, τὸ τοιοῦτον δὲ μόνον αὐτὸ καθαρὸν διηθεῖν.
因为他们使我们体内与此相近的纯净之火,通过眼睛流出,整体上显得平滑且浓密,但他们特别压缩了眼睛的中部,以便将其他所有较粗糙的部分阻挡在外面,只过滤出这种纯净的火本身。
ὅταν οὖν μεθημερινὸν ᾖ φῶς περὶ τὸ τῆς ὄψεως ῥεῦμα, τότε ἐκπῖπτον ὅμοιον πρὸς ὅμοιον, συμπαγὲς γενόμενον, ἓν σῶμα οἰκειωθὲν συνέστη κατὰ τὴν τῶν ὀμμάτων εὐθυωρίαν, ὅπῃπερ ἂν ἀντερείδῃ τὸ προσπῖπτον ἔνδοθεν πρὸς ὃ τῶν ἔξω συνέπεσεν.
因此,当白昼的光芒围绕着视觉之流时,那流出物便同类相感,凝聚在一起,在眼睛正对的方向上结合成一个同质的物体,无论从内部冲击而出的光是在哪里阻挡住那从外部碰撞而来的光。
ὁμοιοπαθὲς δὴ διʼ ὁμοιότητα πᾶν γενόμενον, ὅτου τε ἂν αὐτό ποτε ἐφάπτηται καὶ ὃ ἂν ἄλλο ἐκείνου, τούτων τὰς κινήσεις διαδιδὸν εἰς ἅπαν τὸ σῶμα μέχρι τῆς ψυχῆς αἴσθησιν παρέσχετο ταύτην ᾗ δὴ ὁρᾶν φαμεν.
这个整体由于相似性而完全受到同等的受动,无论何时它触及某物,或有其他任何事物触及它,它都将这些运动传导至整个身体直到灵魂,从而产生我们确实称之为“看见”的这种感觉。
ἀπελθόντος δὲ εἰς νύκτα τοῦ συγγενοῦς πυρὸς ἀποτέτμηται· πρὸς γὰρ ἀνόμοιον ἐξιὸν ἀλλοιοῦταί τε αὐτὸ καὶ κατασβέννυται, συμφυὲς οὐκέτι τῷ πλησίον ἀέρι γιγνόμενον, ἅτε πῦρ οὐκ ἔχοντι.
但是,当同类的火在夜幕降临时离去,这股视觉流便被切断;因为流向异己的事物时,它本身既发生改变又被熄灭,不再与邻近的空气合为一体,因为空气中已没有火。
παύεταί τε οὖν ὁρῶν, ἔτι τε ἐπαγωγὸν ὕπνου γίγνεται·
因此,它停止了看,并且还成为睡眠的诱导者;因为神明为视觉设计的保护机制——眼睑的构造,当它们合上时,就禁锢了内部火的力量。
σωτηρίαν γὰρ ἣν οἱ θεοὶ τῆς ὄψεως ἐμηχανήσαντο, τὴν τῶν βλεφάρων φύσιν, ὅταν ταῦτα συμμύσῃ, καθείργνυσι τὴν τοῦ πυρὸς ἐντὸς δύναμιν, ἡ δὲ διαχεῖ τε καὶ ὁμαλύνει τὰς ἐντὸς κινήσεις, ὁμαλυνθεισῶν δὲ ἡσυχία γίγνεται, γενομένης δὲ πολλῆς μὲν ἡσυχίας βραχυόνειρος ὕπνος ἐμπίπτει,
而这力量会分散并抚平内部的运动,当它们被抚平后,便产生宁静;当产生了极大的宁静时,几乎没有梦境的睡眠就会降临。

词汇与语法注释

  1. 44aταὐτόν τῳ καὶ θάτερόν του — “ταὐτόν”与“θάτερον”的格支配关系。“相同”(ταὐτόν)支配与格“τῳ”(与某物相同),而“他者”(θάτερον)支配属格“του”(不同于某物),准确反映了柏拉图哲学的核心术语搭配。
  2. 44a-bκαὶ διὰ δὴ ταῦτα πάντα τὰ παθήματα νῦν κατʼ ἀρχάς τε ἄνους ψυχὴ γίγνεται — 主句“ψυχὴ γίγνεται ἄνους”(灵魂变得毫无理性)与紧随其后的“ὅ坦”时间状语从句的关系。此句描述了灵魂在与死之肉体结合的最初阶段所经历的无理性状态。
  3. 45bτοῦ πυρὸς ὅσον τὸ μὲν κάειν οὐκ ἔσχε — “τοῦ πυρὸς”为部分属格,修饰“ὅσον”。动词不定式“κάειν”(燃烧)和“παρέχειν”(提供)作为主要动词“ἔσχε”(具有……能力/性质)的补足语,用以说明这种火虽然缺乏燃烧力,却具有发出温和光芒的特质。
  4. 45cὅταν οὖν μεθημερινὸν ᾖ φῶς περὶ τὸ τῆς ὄψεως ῥεῦμα — 分析柏拉图视觉理论中“homoion pros homoion”(同类相吸)的对格用法,以及“hen soma oikeiothen syneste”(凝聚结合成一个同质形体)的主控动词句法,阐明内部视觉流与外部白昼光芒融合的过程。

引用这一段

柏拉图, 蒂迈欧篇 §44-45. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg031.humanitext-grc2:44-45

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。