§34ΤΙ. κίνησιν γὰρ ἀπένειμεν αὐτῷ τὴν τοῦ σώματος οἰκείαν, τῶν ἑπτὰ τὴν περὶ νοῦν καὶ φρόνησιν μάλιστα οὖσαν·
【ティマイオス】なぜなら神は、宇宙にその身体に固有の運動を割り当てられたからであり、それは(七つの運動のうちで)知性と理性に最も密接に関わるものである。
διὸ δὴ κατὰ ταὐτὰ ἐν τῷ αὐτῷ καὶ ἐν ἑαυτῷ περιαγαγὼν αὐτὸ ἐποίησε κύκλῳ κινεῖσθαι στρεφόμενον, τὰς δὲ ἓξ ἁπάσας κινήσεις ἀφεῖλεν καὶ ἀπλανὲς ἀπηργάσατο ἐκείνων.
それゆえ神は、それを同一の仕方で、同一の場所において、自らの中で回転させることによって、円運動をしながら旋回するようにし、他のすべての六つの運動を奪い去って、それらの運動から迷い出ないようにした。
ἐπὶ δὲ τὴν περίοδον ταύτην ἅτʼ οὐδὲν ποδῶν δέον ἀσκελὲς καὶ ἄπουν αὐτὸ ἐγέννησεν.
そして、この回転運動に対しては脚を全く必要としないので、脚も足もないものとしてそれを生み出した。
οὗτος δὴ πᾶς ὄντος ἀεὶ λογισμὸς θεοῦ περὶ τὸν ποτὲ ἐσόμενον θεὸν λογισθεὶς λεῖον καὶ ὁμαλὸν πανταχῇ τε ἐκ μέσου ἴσον καὶ ὅλον καὶ τέλεον ἐκ τελέων σωμάτων σῶμα ἐποίησεν·
このように、永遠に存在する神が、いつか生まれることになる神について巡らせた思慮のすべてが、このように熟慮された結果、滑らかで平らであり、中心からどの方向にも等距離にあり、完全な身体から成る、全体として完全な身体を造り出した。
ψυχὴν δὲ εἰς τὸ μέσον αὐτοῦ θεὶς διὰ παντός τε ἔτεινεν καὶ ἔτι ἔξωθεν τὸ σῶμα αὐτῇ περιεκάλυψεν, καὶ κύκλῳ δὴ κύκλον στρεφόμενον οὐρανὸν ἕνα μόνον ἔρημον κατέστησεν, διʼ ἀρετὴν δὲ αὐτὸν αὑτῷ δυνάμενον συγγίγνεσθαι καὶ οὐδενὸς ἑτέρου προσδεόμενον, γνώριμον δὲ καὶ φίλον ἱκανῶς αὐτὸν αὑτῷ.
そして、その中心に魂を据え、それを全体に行き渡らせ、さらにその外側を魂で覆い包んだ。 こうして、円を描いてそれ自体で回転する、唯一、単独の、孤立した天を打ち立てた。 それは、その卓越性によって、自ら自らとともにあり、他のいかなるものも必要とせず、自らに対して十分に知己であり友であることができるものであった。
διὰ πάντα δὴ ταῦτα εὐδαίμονα θεὸν αὐτὸν ἐγεννήσατο.
まさにこれらすべての理由から、神は宇宙を幸福な神として生み出した。
τὴν δὲ δὴ ψυχὴν οὐχ ὡς νῦν ὑστέραν ἐπιχειροῦμεν λέγειν, οὕτως ἐμηχανήσατο καὶ ὁ θεὸς νεωτέραν—οὐ γὰρ ἂν ἄρχεσθαι πρεσβύτερον ὑπὸ νεωτέρου συνέρξας εἴασεν—ἀλλά πως ἡμεῖς πολὺ μετέχοντες τοῦ προστυχόντος τε καὶ εἰκῇ ταύτῃ πῃ καὶ λέγομεν, ὁ δὲ καὶ γενέσει καὶ ἀρετῇ προτέραν καὶ πρεσβυτέραν ψυχὴν σώματος ὡς δεσπότιν καὶ ἄρξουσαν ἀρξομένου συνεστήσατο ἐκ τῶνδέ τε καὶ τοιῷδε τρόπῳ.
さて、神が魂を造られたのは、今私たちが後から語ろうとしているように、魂を身体よりも若いものとしたのではない。 というのも、もし両者を結びつけたのであれば、より年上のものが、より若いものによって支配されるのを神が許すはずがないからである。 しかし、私たちは偶然のものや無秩序なものに多くあずかっているため、どうにかしてそのような仕方で語ってしまうのである。 これに対して、神は生成においても卓越性においても、魂を身体よりも先なるもの、年上のものとして、支配されるものを支配し統治する女主人として、次のようなものから、次のような方法で構築した。
§35ΤΙ. τῆς ἀμερίστου καὶ ἀεὶ κατὰ ταὐτὰ ἐχούσης οὐσίας καὶ τῆς αὖ περὶ τὰ σώματα γιγνομένης μεριστῆς τρίτον ἐξ ἀμφοῖν ἐν μέσῳ συνεκεράσατο οὐσίας εἶδος, τῆς τε ταὐτοῦ φύσεως καὶ τῆς τοῦ ἑτέρου, καὶ κατὰ ταὐτὰ συνέστησεν ἐν μέσῳ τοῦ τε ἀμεροῦς αὐτῶν καὶ τοῦ κατὰ τὰ σώματα μεριστοῦ·
【ティマイオス】分割されず、常に同一の状態にある実在と、他方で、諸身体の周りで生じ、分割される実在の双方から、その中間に位置する第三の実在の種を混和した。 それは、「同一なるもの」の性質と「異なるもの」の性質の両方の中間にあたるものであった。 また同様に、それらの非分割的なものと、身体の周りで分割されるものとの中間に、それを構築した。
καὶ τρία λαβὼν αὐτὰ ὄντα συνεκεράσατο εἰς μίαν πάντα ἰδέαν, τὴν θατέρου φύσιν δύσμεικτον οὖσαν εἰς ταὐτὸν συναρμόττων βίᾳ.
そして、これら三つの存在を取り、それらすべてを一つの姿へと混和させたが、その際、混ざりにくい「異なるもの」の性質を、力づくで「同一なるもの」へと適合させた。
μειγνὺς δὲ μετὰ τῆς οὐσίας καὶ ἐκ τριῶν ποιησάμενος ἕν, πάλιν ὅλον τοῦτο μοίρας ὅσας προσῆκεν διένειμεν, ἑκάστην δὲ ἔκ τε ταὐτοῦ καὶ θατέρου καὶ τῆς οὐσίας μεμειγμένην.
これらを実在と混和させ、三つのものから一つのものを造り出した後、再びこの全体をふさわしい数だけの部分に分配したが、それぞれの部分は「同一なるもの」と「異なるもの」と「実在」が混ざり合ったものであった。
ἤρχετο δὲ διαιρεῖν ὧδε.
そして、次のように分割し始めました。
μίαν ἀφεῖλεν τὸ πρῶτον ἀπὸ παντὸς μοῖραν, μετὰ δὲ ταύτην ἀφῄρει διπλασίαν ταύτης, τὴν δʼ αὖ τρίτην ἡμιολίαν μὲν τῆς δευτέρας, τριπλασίαν δὲ τῆς πρώτης, τετάρτην δὲ τῆς δευτέρας διπλῆν, πέμπτην δὲ τριπλῆν τῆς τρίτης, τὴν δʼ ἕκτην τῆς πρώτης ὀκταπλασίαν, ἑβδόμην δʼ ἑπτακαιεικοσιπλασίαν τῆς πρώτης·
まず、全体から一つの部分を取り出し、その後に、これの二倍の部分を取り出し、第三の部分としては、第二の部分の一・五倍であり、第一の部分の三倍であるものを取り出し、第四の部分としては、第二の部分の二倍(四)、第五の部分としては、第三の部分の三倍(九)、第六の部分としては、第一の部分の八倍(八)、第七の部分としては、第一の部分の二十七倍(二十七)を取り出した。
§36ΤΙ. μετὰ δὲ ταῦτα συνεπληροῦτο τά τε διπλάσια καὶ τριπλάσια διαστήματα, μοίρας ἔτι ἐκεῖθεν ἀποτέμνων καὶ τιθεὶς εἰς τὸ μεταξὺ τούτων, ὥστε ἐν ἑκάστῳ διαστήματι δύο εἶναι μεσότητας, τὴν μὲν ταὐτῷ μέρει τῶν ἄκρων αὐτῶν ὑπερέχουσαν καὶ ὑπερεχομένην, τὴν δὲ ἴσῳ μὲν κατʼ ἀριθμὸν ὑπερέχουσαν, ἴσῳ δὲ ὑπερεχομένην.
【ティマイオス】これらのことの後、二倍および三倍の間隔が満たされていった。 神はなお残りの部分から一部を切り取って、それらの間に配置し、それぞれの間隔の中に二つの中間項が存在するようにした。 その一つは、両端の項自体の同じ割合によって、一方を上回り、他方から上回られるもの(調和中項)であり、もう一つは、数において等しい量だけ上回り、等しい量だけ上回られるもの(算術中項)であった。
ἡμιολίων δὲ διαστάσεων καὶ ἐπιτρίτων καὶ ἐπογδόων γενομένων ἐκ τούτων τῶν δεσμῶν ἐν ταῖς πρόσθεν διαστάσεσιν, τῷ τοῦ ἐπογδόου διαστήματι τὰ ἐπίτριτα πάντα συνεπληροῦτο, λείπων αὐτῶν ἑκάστου μόριον, τῆς τοῦ μορίου ταύτης διαστάσεως λειφθείσης ἀριθμοῦ πρὸς ἀριθμὸν ἐχούσης τοὺς ὅρους ἓξ καὶ πεντήκοντα καὶ διακοσίων πρὸς τρία καὶ τετταράκοντα καὶ διακόσια.
こうして、先の諸間隔の中にこれらの結合から、一・五倍(二分の三)、一・三三倍(三分の四)、一・一二五倍(八分の九)の間隔が生じることになったが、神はすべての三分の四の間隔を、八分の九の間隔で満たしていき、それらそれぞれの残りとして端数を残した。 残されたこの端数の間隔は、数と数の比において、二百五十六対二百四十三という比(境界)を持つものであった。
καὶ δὴ καὶ τὸ μειχθέν, ἐξ οὗ ταῦτα κατέτεμνεν, οὕτως ἤδη πᾶν κατανηλώκει.
そして、神はこれらを切り出してきた元の混合物を、このようにしてすでにすべて使い尽くしてしまった。
ταύτην οὖν τὴν σύστασιν πᾶσαν διπλῆν κατὰ μῆκος σχίσας, μέσην πρὸς μέσην ἑκατέραν ἀλλήλαις οἷον χεῖ προσβαλὼν κατέκαμψεν εἰς ἓν κύκλῳ, συνάψας αὑταῖς τε καὶ ἀλλήλαις ἐν τῷ καταντικρὺ τῆς προσβολῆς, καὶ τῇ κατὰ ταὐτὰ ἐν ταὐτῷ περιαγομένῃ κινήσει πέριξ αὐτὰς ἔλαβεν, καὶ τὸν μὲν ἔξω, τὸν δʼ ἐντὸς ἐποιεῖτο τῶν κύκλων.
そこで神は、この構成物全体を長さに沿って縦に二つに裂き、それぞれの中間を互いに、ちょうどX(キー)の形に重ね合わせるようにして、円をなすように曲げ、交差させた点の真反対側で、それらをそれ自体とも、また互いとも結合させ、同一の場所において同一の仕方で回転する運動の中に、それらを取り囲むように包み込み、一方を外側の円、他方を内側の円とした。
τὴν μὲν οὖν ἔξω φορὰν ἐπεφήμισεν εἶναι τῆς ταὐτοῦ φύσεως, τὴν δʼ ἐντὸς τῆς θατέρου.
そして、外側の運行には「同一なるもの」の性質を、内側の運行には「異なるもの」の性質を割り当てられた。
τὴν μὲν δὴ ταὐτοῦ κατὰ πλευρὰν ἐπὶ δεξιὰ περιήγαγεν, τὴν δὲ θατέρου κατὰ διάμετρον ἐπʼ ἀριστερά, κράτος δʼ ἔδωκεν τῇ ταὐτοῦ καὶ ὁμοίου περιφορᾷ·
神は「同一なるもの」の運行を、横方向に右へと回転させ、他方、「異なるもの」の運行を、斜め方向に左へと回転させ、「同一にして類似なるもの」の回転に支配権を与えた。
μίαν γὰρ αὐτὴν ἄσχιστον εἴασεν, τὴν δʼ ἐντὸς σχίσας ἑξαχῇ ἑπτὰ κύκλους ἀνίσους κατὰ τὴν τοῦ διπλασίου καὶ τριπλασίου διάστασιν ἑκάστην, οὐσῶν ἑκατέρων τριῶν, κατὰ τἀναντία μὲν ἀλλήλοις προσέταξεν ἰέναι τοὺς κύκλους, τάχει δὲ τρεῖς μὲν ὁμοίως, τοὺς δὲ τέτταρας ἀλλήλοις καὶ τοῖς τρισὶν ἀνομοίως, ἐν λόγῳ δὲ φερομένους.
なぜなら神は、前者の円を分裂させずにそのまま一つのものとして残し、後者の内側の円を六箇所で裂いて、二倍および三倍の間隔(それぞれ三つずつある)に従って、七つの不揃いな円を作られたからである。 そして、これらの円が互いに反対の方向に進むように命じ、その速度については、三つの円は同様に進み、他の四つの円は互いにも、また先の三つの円とも異なる速度で、しかし一定の比率を保ちながら運行するようにした。
ἐπεὶ δὲ κατὰ νοῦν τῷ συνιστάντι πᾶσα ἡ τῆς ψυχῆς σύστασις ἐγεγένητο, μετὰ τοῦτο πᾶν τὸ σωματοειδὲς ἐντὸς αὐτῆς ἐτεκταίνετο καὶ μέσον μέσῃ συναγαγὼν προσήρμοττεν·
こうして、魂の構成全体が、構築した者の意図通りに完成すると、その後、神はその内部にすべての身体的なものを製作し、それらの中心と中心を合わせて適合させた。
ἡ δʼ ἐκ μέσου πρὸς τὸν ἔσχατον οὐρανὸν πάντῃ διαπλακεῖσα κύκλῳ τε αὐτὸν ἔξωθεν περικαλύψασα, αὐτὴ ἐν αὑτῇ στρεφομένη, θείαν ἀρχὴν ἤρξατο ἀπαύστου καὶ ἔμφρονος βίου πρὸς τὸν σύμπαντα χρόνον.
そして魂は、中心から極限の天へと向かってあらゆる方向に織り込まれ、それを外側から円形に覆い包み、自ら自らの中で回転しながら、あらゆる時間にわたる、絶え間なく知性的な生命の神聖な始まりを開始したのである。