§7.528σκόπει οὖν αὐτόθεν πρὸς ποτέρους διαλέγῃ·
「それなら、君は自分自身の利益のために議論をしているのか、それとも他人の利益のためにしているのか、今ここで考えてみたまえ。
ἢ οὐδὲ πρὸς ἑτέρους, ἀλλὰ σαυτοῦ ἕνεκα τὸ μέγιστον ποιῇ τοὺς λόγους, φθονοῖς μὴν οὐδʼ ἂν ἄλλῳ, εἴ τίς τι δύναιτο ἀπʼ αὐτῶν ὄνασθαι.
あるいは、どちらのためでもなく、主として自分自身のために議論を進めているのかね。
οὕτως, ἔφη, αἱροῦμαι, ἐμαυτοῦ ἕνεκα τὸ πλεῖστον λέγειν τε καὶ ἐρωτᾶν καὶ ἀποκρίνεσθαι.
もっとも、誰か他の者がそれから何らかの利益を得られるなら、それを拒みはしないだろうが」「その通りです」と彼は言った。
ἄναγε τοίνυν, ἦν δʼ ἐγώ, εἰς τοὐπίσω·
「私自身のために、語り、問い、答えることを何よりも望みます」「それでは、」と私は言った、「少し戻ろう。
νυνδὴ γὰρ οὐκ ὀρθῶς τὸ ἑξῆς ἐλάβομεν τῇ γεωμετρίᾳ. πῶς λαβόντες;
というのも、先ほど私たちは、幾何学に続く順序を正しく捉えなかったからだ」「どのように捉えたのですか」と彼は言った。
ἔφη. μετὰ ἐπίπεδον, ἦν δʼ ἐγώ, ἐν περιφορᾷ ὂν ἤδη στερεὸν λαβόντες, πρὶν αὐτὸ καθʼ αὑτὸ λαβεῖν·
「平面の次に、」と私は言った、「すでに回転運動している立体を捉えてしまったのだ。 立体そのものをそれ自体として捉える前にね。
ὀρθῶς δὲ ἔχει ἑξῆς μετὰ δευτέραν αὔξην τρίτην λαμβάνειν.
しかし、正しい順序としては、第二の次元の拡張の後に、第三の次元の拡張を捉えることだ。
ἔστι δέ που τοῦτο περὶ τὴν τῶν κύβων αὔξην καὶ τὸ βάθους μετέχον. ἔστι γάρ, ἔφη·
そしてこれは、立方体の拡張や、深さを持つものに関するものだろう」「確かにそうです」と彼は言った。
ἀλλὰ ταῦτά γε, ὦ Σώκρατες, δοκεῖ οὔπω ηὑρῆσθαι. διττὰ γάρ, ἦν δʼ ἐγώ, τὰ αἴτια·
「しかし、ソクラテスよ、これらのことはまだ発見されていないように思われます」「理由は二つある」と私は言った。
ὅτι τε οὐδεμία πόλις ἐντίμως αὐτὰ ἔχει, ἀσθενῶς ζητεῖται χαλεπὰ ὄντα, ἐπιστάτου τε δέονται οἱ ζητοῦντες, ἄνευ οὗ οὐκ ἂν εὕροιεν, ὃν πρῶτον μὲν γενέσθαι χαλεπόν, ἔπειτα καὶ γενομένου, ὡς νῦν ἔχει, οὐκ ἂν πείθοιντο οἱ περὶ ταῦτα ζητητικοὶ μεγαλοφρονούμενοι.
「第一に、いかなる国家もこれらを重んじていないため、困難な研究であるにもかかわらず、活発に探究されていないこと。 第二に、探究する者たちには指導者が必要であるが、そのような指導者なしには彼らは発見できないことだ。 そしてそのような指導者が現れること自体がまず困難であり、仮に現れたとしても、現在の状況では、この分野の探究者たちはプライドが高いために、従おうとはしないだろう。
εἰ δὲ πόλις ὅλη συνεπιστατοῖ ἐντίμως ἄγουσα αὐτά, οὗτοί τε ἂν πείθοιντο καὶ συνεχῶς τε ἂν καὶ ἐντόνως ζητούμενα ἐκφανῆ γένοιτο ὅπῃ ἔχει·
しかし、もし国家全体が共同で指導にあたり、これらを尊重するなら、彼らも従うようになり、絶え間なく精力的に探求されることで、それがどのようなものであるかが明らかになるだろう。
ἐπεὶ καὶ νῦν ὑπὸ τῶν πολλῶν ἀτιμαζόμενα καὶ κολουόμενα, ὑπὸ δὲ τῶν ζητούντων λόγον οὐκ ἐχόντων καθʼ ὅτι χρήσιμα, ὅμως πρὸς ἅπαντα ταῦτα βίᾳ ὑπὸ χάριτος αὐξάνεται, καὶ οὐδὲν θαυμαστὸν αὐτὰ φανῆναι. καὶ μὲν δή, ἔφη, τό γε ἐπίχαρι καὶ διαφερόντως ἔχει.
というのも、現在でさえ、大衆から軽視され制限され、また探究者たち自身からも何の役に立つのかというまともな説明もなされないまま、それにもかかわらず、これらすべての逆境に抗して、その魅力の力によって自然と発展しているのだから、それらが解明されたとしても何ら不思議ではないのだ」「確かに、」と彼は言った、「それは非常に魅力的であり、卓越したものです。
ἀλλά μοι σαφέστερον εἰπὲ ἃ νυνδὴ ἔλεγες.
しかし、先ほど言っていたことをもっと明確に説明してください。
τὴν μὲν γάρ που τοῦ ἐπιπέδου πραγματείαν γεωμετρίαν ἐτίθεις. ναί, ἦν δʼ ἐγώ.
平面を扱う学問を幾何学としましたね」「そうだ」と私は言った。
εἶτά γʼ, ἔφη, τὸ μὲν πρῶτον ἀστρονομίαν μετὰ ταύτην, ὕστερον δʼ ἀνεχώρησας. σπεύδων γάρ, ἔφην, ταχὺ πάντα διεξελθεῖν μᾶλλον βραδύνω·
「その次に、」と彼は言った、「最初は天文学を置き、その後で引き返しました」「すべてを急いで通り抜けようと焦るあまり、かえって遅れてしまったのだ」と私は言った。
ἑξῆς γὰρ οὖσαν τὴν βάθους αὔξης μέθοδον, ὅτι τῇ ζητήσει γελοίως ἔχει, ὑπερβὰς αὐτὴν μετὰ γεωμετρίαν ἀστρονομίαν ἔλεγον, φορὰν οὖσαν βάθους. ὀρθῶς, ἔφη, λέγεις.
「平面の次に本来あるべき深さの拡張の学問は、その探究の状況が滑稽なものであるために、私はそれを飛び越えて、幾何学の後に深さの運動を扱う天文学を置いてしまったのだ」「おっしゃる通りです」と彼は言った。
τέταρτον τοίνυν, ἦν δʼ ἐγώ, τιθῶμεν μάθημα ἀστρονομίαν, ὡς ὑπαρχούσης τῆς νῦν παραλειπομένης, ἐὰν αὐτὴν πόλις μετίῃ. §7.529εἰκός, ἦ δʼ ὅς.
「それでは、」と私は言った、「現在省略されている次元の拡張を国家が追求するという前提で、四番目の学習科目として天文学を置くことにしよう」「もっともなことです」と彼は言った。
καὶ ὅ γε νυνδή μοι, ὦ Σώκρατες, ἐπέπληξας περὶ ἀστρονομίας ὡς φορτικῶς ἐπαινοῦντι, νῦν ᾗ σὺ μετέρχῃ ἐπαινῶ·
「ところで、ソクラテスよ、先ほどあなたが私に対して、天文学を俗っぽく賛美したと非難されたことについて、今度はあなたが探求されるやり方に従って賛美しましょう。
παντὶ γάρ μοι δοκεῖ δῆλον ὅτι αὕτη γε ἀναγκάζει ψυχὴν εἰς τὸ ἄνω ὁρᾶν καὶ ἀπὸ τῶν ἐνθένδε ἐκεῖσε ἄγει. ἴσως, ἦν δʼ ἐγώ, παντὶ δῆλον πλὴν ἐμοί·
というのも、これが魂に上を見させ、ここの世界からあちらの世界へと導くものであることは、誰の目にも明らかだと思われるからです」「おそらく、」と私は言った、「私以外のすべての人にとっては明らかだろう。
ἐμοὶ γὰρ οὐ δοκεῖ οὕτως. ἀλλὰ πῶς; ἔφη.
私にはそう思えないからだ」「では、どういうことですか」と彼は言った。
ὡς μὲν νῦν αὐτὴν μεταχειρίζονται οἱ εἰς φιλοσοφίαν ἀνάγοντες, πάνυ ποιεῖν κάτω βλέπειν. πῶς, ἔφη, λέγεις;
「現在、天文学を哲学へと引き上げようとしている人々がそれを扱うやり方では、魂を完全に下へと向かわせることになります」「どうしてそう言われるのですか」と彼は言った。
οὐκ ἀγεννῶς μοι δοκεῖς, ἦν δʼ ἐγώ, τὴν περὶ τὰ ἄνω μάθησιν λαμβάνειν παρὰ σαυτῷ ἥ ἐστι·
「君は上方のものに関する学習を、自分の中でかなり寛大に解釈しているようだ」と私は言った。
κινδυνεύεις γὰρ καὶ εἴ τις ἐν ὀροφῇ ποικίλματα θεώμενος ἀνακύπτων καταμανθάνοι τι, ἡγεῖσθαι ἂν αὐτὸν νοήσει ἀλλʼ οὐκ ὄμμασι θεωρεῖν.
「というのも、君はもし誰かが天井の装飾を見上げて、首をそらしながら何かを学んだとしても、それを知性によって観照しているのであって、目で観照しているのではないと見なしてしまいそうだからだ。
ἴσως οὖν καλῶς ἡγῇ, ἐγὼ δʼ εὐηθικῶς.
おそらく君の考えが正しく、私が愚かなのだろう。
ἐγὼ γὰρ αὖ οὐ δύναμαι ἄλλο τι νομίσαι ἄνω ποιοῦν ψυχὴν βλέπειν μάθημα ἢ ἐκεῖνο ὃ ἂν περὶ τὸ ὄν τε ᾖ καὶ τὸ ἀόρατον, ἐάν τέ τις ἄνω κεχηνὼς ἢ κάτω συμμεμυκὼς τῶν αἰσθητῶν τι ἐπιχειρῇ μανθάνειν, οὔτε μαθεῖν ἄν ποτέ φημι αὐτόν—ἐπιστήμην γὰρ οὐδὲν ἔχειν τῶν τοιούτων—οὔτε ἄνω ἀλλὰ κάτω αὐτοῦ βλέπειν τὴν ψυχήν, κἂν ἐξ ὑπτίας νέων ἐν γῇ ἢ ἐν θαλάττῃ μανθάνῃ. δίκην, ἔφη, ἔχω· ὀρθῶς γάρ μοι ἐπέπληξας.
しかし私には、魂に上を見させる学習とは、実在と目に見えないものに関わるもの以外には考えられないのだ。 もし誰かが、上を向いて口を開けようが、下を向いて目を細めようが、感覚されるものの何かを学ぼうとするなら、私は彼が何かを学ぶことは決してないと主張する。 そのようなものには知識など存在しないからだ。 また彼の魂は上ではなく下を見ているのだ。 たとえ彼が陸の上や海の上で、仰向けに浮かびながら学んでいるとしてもね」「その通りです」と彼は言った。 「おっしゃる通り、私は非難されて当然です。
ἀλλὰ πῶς δὴ ἔλεγες δεῖν ἀστρονομίαν μανθάνειν παρὰ ἃ νῦν μανθάνουσιν, εἰ μέλλοιεν ὠφελίμως πρὸς ἃ λέγομεν μαθήσεσθαι; ὧδε, ἦν δʼ ἐγώ.
しかし、私たちが言っている目的のために有益に学ぶとすれば、現在学ばれているのとは異なり、どのように天文学を学ぶべきだとおっしゃるのですか」「このようにだ」と私は言った。
ταῦτα μὲν τὰ ἐν τῷ οὐρανῷ ποικίλματα, ἐπείπερ ἐν ὁρατῷ πεποίκιλται, κάλλιστα μὲν ἡγεῖσθαι καὶ ἀκριβέστατα τῶν τοιούτων ἔχειν, τῶν δὲ ἀληθινῶν πολὺ ἐνδεῖν, ἃς τὸ ὂν τάχος καὶ ἡ οὖσα βραδυτὴς ἐν τῷ ἀληθινῷ ἀριθμῷ καὶ πᾶσι τοῖς ἀληθέσι σχήμασι φοράς τε πρὸς ἄλληλα φέρεται καὶ τὰ ἐνόντα φέρει, ἃ δὴ λόγῳ μὲν καὶ διανοίᾳ ληπτά, ὄψει δʼ οὔ·
「この天空にある装飾は、目に見えるものの中に描かれている以上、この種のものとしては最も美しく、最も精密なものであると見なすべきだが、真実のもの、すなわち、真の速さと真の遅さが、真の数とすべての真の図形において、互いに対して描き出す運動や、そこに含まれるものを運ぶ運動からは、はるかに及ばないのだ。 これら真の運動は、言葉と理性によってのみ捉えられるものであり、目には見えない。
ἢ σὺ οἴει; οὐδαμῶς γε, ἔφη.
それとも君は違うと思うかね」「決してそうは思いません」と彼は言った。
οὐκοῦν, εἶπον, τῇ περὶ τὸν οὐρανὸν ποικιλίᾳ παραδείγμασι χρηστέον τῆς πρὸς ἐκεῖνα μαθήσεως ἕνεκα, ὁμοίως ὥσπερ ἂν εἴ τις ἐντύχοι ὑπὸ Δαιδάλου ἤ τινος ἄλλου δημιουργοῦ ἢ γραφέως διαφερόντως γεγραμμένοις καὶ ἐκπεπονημένοις διαγράμμασιν.
「それなら、」と私は言った、「天空の装飾は、それら真の実在を学ぶための手本として用いられるべきだ。 ちょうど、ダイダロスや他の優れた職人、あるいは画家によって、際立って見事に描かれ、作り込まれた図面に出会ったときのようにね」