§7.519ἢ οὔπω ἐννενόηκας, τῶν λεγομένων πονηρῶν μέν, σοφῶν δέ, ὡς δριμὺ μὲν βλέπει τὸ ψυχάριον καὶ ὀξέως διορᾷ ταῦτα ἐφʼ ἃ τέτραπται, ὡς οὐ φαύλην ἔχον τὴν ὄψιν, κακίᾳ δʼ ἠναγκασμένον ὑπηρετεῖν, ὥστε ὅσῳ ἂν ὀξύτερον βλέπῃ, τοσούτῳ πλείω κακὰ ἐργαζόμενον; πάνυ μὲν οὖν, ἔφη.
「あるいは君は、悪人と言われながらも知恵のある者たちについて、まだ気づいていないのか? 彼らのちっぽけな魂がいかに鋭く見つめ、その向けられた先のものどもをいかに明敏に見極めているかを。 彼らの視力は決して劣っているわけではないが、邪悪さに仕えるよう強制されているため、鋭く見れば見るほど、それだけ多くの悪をなすことになるのだ」「全くその通りです」と彼は言った。
τοῦτο μέντοι, ἦν δʼ ἐγώ, τὸ τῆς τοιαύτης φύσεως εἰ ἐκ παιδὸς εὐθὺς κοπτόμενον περιεκόπη τὰς τῆς γενέσεως συγγενεῖς ὥσπερ μολυβδίδας, αἳ δὴ ἐδωδαῖς τε καὶ τοιούτων ἡδοναῖς τε καὶ λιχνείαις προσφυεῖς γιγνόμεναι κάτω στρέφουσι τὴν τῆς ψυχῆς ὄψιν· ὧν εἰ ἀπαλλαγὲν περιεστρέφετο εἰς τὰ ἀληθῆ, καὶ ἐκεῖνα ἂν τὸ αὐτὸ τοῦτο τῶν αὐτῶν ἀνθρώπων ὀξύτατα ἑώρα, ὥσπερ καὶ ἐφʼ ἃ νῦν τέτραπται. εἰκός γε, ἔφη.
「しかしながら、」と私は言った、「このような資質のこの部分が、もし子供の頃から直ちに叩き切られて、生成変化に結びついた、いわば鉛の重りのようなもの、すなわち、飲食やそれらに類する快楽や卑しいどん欲さに付着することによって、魂の視線を下方へと引きずり回しているもの、それらが切り落とされていたとしたら、もし魂がそれらから解放されて、真実のものへと向けられていたなら、まさに同じこの人たちの同じこの部分が、現在向けられている事柄を極めて鋭く見ているのと同様に、それらの真実のものをこそ、最も鋭く見たことであろう」「確かにその通りですね」と彼は言った。
τί δέ;
「ではどうだろう?
τόδε οὐκ εἰκός, ἦν δʼ ἐγώ, καὶ ἀνάγκη ἐκ τῶν προειρημένων, μήτε τοὺς ἀπαιδεύτους καὶ ἀληθείας ἀπείρους ἱκανῶς ἄν ποτε πόλιν ἐπιτροπεῦσαι, μήτε τοὺς ἐν παιδείᾳ ἐωμένους διατρίβειν διὰ τέλους, τοὺς μὲν ὅτι σκοπὸν ἐν τῷ βίῳ οὐκ ἔχουσιν ἕνα, οὗ στοχαζομένους δεῖ ἅπαντα πράττειν ἃ ἂν πράττωσιν ἰδίᾳ τε καὶ δημοσίᾳ, τοὺς δὲ ὅτι ἑκόντες εἶναι οὐ πράξουσιν, ἡγούμενοι ἐν μακάρων νήσοις ζῶντες ἔτι ἀπῳκίσθαι; ἀληθῆ, ἔφη.
次のことも、これまでの議論からして当然のことであり、必然的なことではないだろうか? すなわち、教育を受けておらず真理を経験していない者たちも、国を十分に管理・統治することは決してできないし、他方、生涯にわたって教育のなかにとどまることを許されている者たちも同様にできない。 前者は、私生活においても公的生活においても、なすすべての行為において目指すべき、人生におけるただ一つの目標を持っていないからであり、後者は、自分たちはまだ生きているうちからすでに『祝福された者たちの島』に移住させられて暮らしているのだと考えて、自ら進んでは何事も行おうとはしないからである、ということが」「本当ですね」と彼は言った。
ἡμέτερον δὴ ἔργον, ἦν δʼ ἐγώ, τῶν οἰκιστῶν τάς τε βελτίστας φύσεις ἀναγκάσαι ἀφικέσθαι πρὸς τὸ μάθημα ὃ ἐν τῷ πρόσθεν ἔφαμεν εἶναι μέγιστον, ἰδεῖν τε τὸ ἀγαθὸν καὶ ἀναβῆναι ἐκείνην τὴν ἀνάβασιν, καὶ ἐπειδὰν ἀναβάντες ἱκανῶς ἴδωσι, μὴ ἐπιτρέπειν αὐτοῖς ὃ νῦν ἐπιτρέπεται. τὸ ποῖον δή;
「それならば、」と私は言った、「国家の建設者である私たちの仕事は、最善の資質を持った者たちに対して、私たちが先ほど最大のものであると言ったあの学びへと到達すること、すなわち『善』を見て、あの登り道を登ることを強制し、そして彼らが登りきって十分に見たときには、現在許されていることを彼らに許さないことである」「では、それは一体どのようなことですか?
τὸ αὐτοῦ, ἦν δʼ ἐγώ, καταμένειν καὶ μὴ ἐθέλειν πάλιν καταβαίνειν παρʼ ἐκείνους τοὺς δεσμώτας μηδὲ μετέχειν τῶν παρʼ ἐκείνοις πόνων τε καὶ τιμῶν, εἴτε φαυλότεραι εἴτε σπουδαιότεραι. ἔπειτʼ, ἔφη, ἀδικήσομεν αὐτούς, καὶ ποιήσομεν χεῖρον ζῆν, δυνατὸν αὐτοῖς ὂν ἄμεινον;
」「そこに留まり続けること、」と私は言った、「そして、再びあの囚人たちのところへと下っていこうとしないこと、また、彼らの間での苦労や栄誉、それが卑俗なものであれ、あるいは真面目なものであれ、それを分かち合おうとしないことだ」「それでは、」と彼は言った、「私たちは彼らに対して不正を働くことになり、より良く生きることが可能であるのに、彼らにより悪い生き方をさせることになるのですか?
ἐπελάθου, ἦν δʼ ἐγώ, πάλιν, ὦ φίλε, ὅτι νόμῳ οὐ τοῦτο μέλει, ὅπως ἕν τι γένος ἐν πόλει διαφερόντως εὖ πράξει, ἀλλʼ ἐν ὅλῃ τῇ πόλει τοῦτο μηχανᾶται ἐγγενέσθαι, συναρμόττων τοὺς πολίτας πειθοῖ τε καὶ ἀνάγκῃ, ποιῶν μεταδιδόναι ἀλλήλοις τῆς ὠφελίας ἣν ἂν ἕκαστοι τὸ κοινὸν δυνατοὶ ὦσιν ὠφελεῖν καὶ αὐτὸς ἐμποιῶν τοιούτους ἄνδρας ἐν τῇ πόλει, οὐχ ἵνα ἀφιῇ τρέπεσθαι ὅπῃ ἕκαστος βούλεται, ἀλλʼ ἵνα καταχρῆται αὐτὸς αὐτοῖς ἐπὶ τὸν σύνδεσμον τῆς πόλεως. §7.520ἀληθῆ, ἔφη· ἐπελαθόμην γάρ.
」「友よ、君はまた忘れてしまったね、」と私は言った、「法律の関心は、国家のなかのどれか一つの階層が際立って幸福に暮らすようにすることではなく、国家全体にこの状態が生み出されるように工夫することにあるということを。 法律は説得と強制によって市民たちを調和させ、各自が共同体に対して貢献できる便益を互いに分かち合えるようにし、法律自身が国家のなかにそのような人々を生み出すのだ。 それは、各自が望む方向へ自由に向かうのを放任するためではなく、法律自らが彼らを用いて国家の結合を固めるためなのだ」「本当ですね」と彼は言った、「忘れていました」「それならば、グラウコンよ、考えてもみたまえ、」と私は言った、「私たちは私たちのところで哲学者となる人々に対して決して不正を働くのではなく、彼らに対して正当なことを語って、他の人々を配慮し守るように強制するのだということを。
σκέψαι τοίνυν, εἶπον, ὦ Γλαύκων, ὅτι οὐδʼ ἀδικήσομεν τοὺς παρʼ ἡμῖν φιλοσόφους γιγνομένους, ἀλλὰ δίκαια πρὸς αὐτοὺς ἐροῦμεν, προσαναγκάζοντες τῶν ἄλλων ἐπιμελεῖσθαί τε καὶ φυλάττειν.
なぜなら、私たちはこう言うだろうからだ。
ἐροῦμεν γὰρ ὅτι οἱ μὲν ἐν ταῖς ἄλλαις πόλεσι τοιοῦτοι γιγνόμενοι εἰκότως οὐ μετέχουσι τῶν ἐν αὐταῖς πόνων·
他の国家においてそのような者となる人々は、それらの国家における苦労に加わらなくても当然である。
αὐτόματοι γὰρ ἐμφύονται ἀκούσης τῆς ἐν ἑκάστῃ πολιτείας, δίκην δʼ ἔχει τό γε αὐτοφυὲς μηδενὶ τροφὴν ὀφεῖλον μηδʼ ἐκτίνειν τῳ προθυμεῖσθαι τὰ τροφεῖα·
なぜなら彼らは、それぞれの国制が望まないにもかかわらず、自然発生的に育つからだ。 そして、自生したものは誰に対しても養育の恩義を負っておらず、誰に対しても養育費を返済しようと熱望する義務はないのが当然である。
ὑμᾶς δʼ ἡμεῖς ὑμῖν τε αὐτοῖς τῇ τε ἄλλῃ πόλει ὥσπερ ἐν σμήνεσιν ἡγεμόνας τε καὶ βασιλέας ἐγεννήσαμεν, ἄμεινόν τε καὶ τελεώτερον ἐκείνων πεπαιδευμένους καὶ μᾶλλον δυνατοὺς ἀμφοτέρων μετέχειν.
しかし私たちは、あなた方自身のためにも、また他の国家全体のためにも、あたかも巣箱における女王蜂のように、あなた方を指導者であり王として生み出したのだ。 あなた方は彼らよりも優れ、より完全に教育されており、それゆえに両方に参画することがより可能なのである。
καταβατέον οὖν ἐν μέρει ἑκάστῳ εἰς τὴν τῶν ἄλλων συνοίκησιν καὶ συνεθιστέον τὰ σκοτεινὰ θεάσασθαι·
したがって、各々は順繰りに、他の人々の共同の住処へと下っていき、暗いものを見ることに目を慣らさねばならない。
συνεθιζόμενοι γὰρ μυρίῳ βέλτιον ὄψεσθε τῶν ἐκεῖ καὶ γνώσεσθε ἕκαστα τὰ εἴδωλα ἅττα ἐστὶ καὶ ὧν, διὰ τὸ τἀληθῆ ἑωρακέναι καλῶν τε καὶ δικαίων καὶ ἀγαθῶν πέρι.
慣れてしまえば、あなた方はそこにいる人々よりも一万倍もよく見えるようになるし、美しいもの、正しいもの、善いものについての真実を見たことがあるがゆえに、個々の似姿が何であり、何のものであるかをすべて知るようになるだろう。
καὶ οὕτω ὕπαρ ἡμῖν καὶ ὑμῖν ἡ πόλις οἰκήσεται ἀλλʼ οὐκ ὄναρ, ὡς νῦν αἱ πολλαὶ ὑπὸ σκιαμαχούντων τε πρὸς ἀλλήλους καὶ στασιαζόντων περὶ τοῦ ἄρχειν οἰκοῦνται, ὡς μεγάλου τινὸς ἀγαθοῦ ὄντος.
そしてこのようにして、私たちの国家もあなた方の国家も、目覚めた現実のものとして営まれるのであって、夢の世界としてではない。 現在の多くの国家が、影と戦い合い、支配することをあたかも何か偉大な善であるかのように見なして、支配権をめぐって互いに争い合っているように営まれるのではないのだ。
τὸ δέ που ἀληθὲς ὧδʼ ἔχει· ἐν πόλει ᾗ ἥκιστα πρόθυμοι ἄρχειν οἱ μέλλοντες ἄρξειν, ταύτην ἄριστα καὶ ἀστασιαστότατα ἀνάγκη οἰκεῖσθαι, τὴν δʼ ἐναντίους ἄρχοντας σχοῦσαν ἐναντίως.
しかし、真実はおそらく次のようである。
πάνυ μὲν οὖν, ἔφη.
支配者となる予定の者たちが、最も支配することを望んでいない国家においてこそ、その国家は必然的に最善に、かつ最も内紛なく営まれるのであり、これとは反対の支配者を持った国家は、反対のあり方で営まれるのだ」「全くその通りです」と彼は言った。
ἀπειθήσουσιν οὖν ἡμῖν οἴει οἱ τρόφιμοι ταῦτʼ ἀκούοντες, καὶ οὐκ ἐθελήσουσιν συμπονεῖν ἐν τῇ πόλει ἕκαστοι ἐν μέρει, τὸν δὲ πολὺν χρόνον μετʼ ἀλλήλων οἰκεῖν ἐν τῷ καθαρῷ;
「それでは、私たちの被養育者たちは、これらの言葉を聞いて私たちに背き、各自が順繰りに国家における苦労をともに分かち合うことを拒み、多くの時間を互いに純粋な世界でともに暮らすことを望むようになると思うかね?
ἀδύνατον, ἔφη· δίκαια γὰρ δὴ δικαίοις ἐπιτάξομεν.
」「それは不可能です」と彼は言った、「なぜなら、私たちは正しい人々に対して、正しい命令を課すことになるのですから。
παντὸς μὴν μᾶλλον ὡς ἐπʼ ἀναγκαῖον αὐτῶν ἕκαστος εἶσι τὸ ἄρχειν, τοὐναντίον τῶν νῦν ἐν ἑκάστῃ πόλει ἀρχόντων.
しかし何よりも、彼らの各々は、支配することを不可避な義務として赴くことになるでしょう。 現在の個々の国家における支配者たちとは全く反対に」