§6.492ἣν τοίνυν ἔθεμεν τοῦ φιλοσόφου φύσιν, ἂν μὲν οἶμαι μαθήσεως προσηκούσης τύχῃ, εἰς πᾶσαν ἀρετὴν ἀνάγκη αὐξανομένην ἀφικνεῖσθαι, ἐὰν δὲ μὴ ἐν προσηκούσῃ σπαρεῖσά τε καὶ φυτευθεῖσα τρέφηται, εἰς πάντα τἀναντία αὖ, ἐὰν μή τις αὐτῇ βοηθήσας θεῶν τύχῃ.
「それゆえに、私たちが規定した哲学者の生まれつきの性質は、もし適切な学習に出会うならば、成長してあらゆる徳に達せざるを得ないが、もし適切な環境に蒔かれ植えられて育てられないならば、神々のうちの誰かが彼女を助けてくれない限り、逆に全く反対のあらゆる状態へと至ることになる。
ἢ καὶ σὺ ἡγῇ, ὥσπερ οἱ πολλοί, διαφθειρομένους τινὰς εἶναι ὑπὸ σοφιστῶν νέους, διαφθείροντας δέ τινας σοφιστὰς ἰδιωτικούς, ὅτι καὶ ἄξιον λόγου, ἀλλʼ οὐκ αὐτοὺς τοὺς ταῦτα λέγοντας μεγίστους μὲν εἶναι σοφιστάς, παιδεύειν δὲ τελεώτατα καὶ ἀπεργάζεσθαι οἵους βούλονται εἶναι καὶ νέους καὶ πρεσβυτέρους καὶ ἄνδρας καὶ γυναῖκας;
それとも君もまた、世間一般の人々のように、ソフィストたちによって堕落させられている若者たちがいくらかおり、また個人として活動するソフィストたちの中に彼らを堕落させている者が何か取り立てて語るに値するほどいると考えているのか? そうではなく、まさにそう言っている者たち自身が最大のソフィストであり、彼らが最もしっかりと教育し、若者も年長者も、男も女も、自分たちが望む通りの人間に仕上げているのではないか?
πότε δή;
」「いったいそれはいつのことですか?
ἦ δʼ ὅς.
」と彼は言った。
ὅταν, εἶπον, συγκαθεζόμενοι ἁθρόοι πολλοὶ εἰς ἐκκλησίας ἢ εἰς δικαστήρια ἢ θέατρα ἢ στρατόπεδα ἤ τινα ἄλλον κοινὸν πλήθους σύλλογον σὺν πολλῷ θορύβῳ τὰ μὲν ψέγωσι τῶν λεγομένων ἢ πραττομένων, τὰ δὲ ἐπαινῶσιν, ὑπερβαλλόντως ἑκάτερα, καὶ ἐκβοῶντες καὶ κροτοῦντες, πρὸς δʼ αὐτοῖς αἵ τε πέτραι καὶ ὁ τόπος ἐν ᾧ ἂν ὦσιν ἐπηχοῦντες διπλάσιον θόρυβον παρέχωσι τοῦ ψόγου καὶ ἐπαίνου.
「それは、」と私は言った。 「多くの人々が民会や裁判所、劇場、陣営、あるいはその他何らかの群衆の共通の集まりに一堂に会して席を並べ、大騒ぎしながら、語られ行われることのあるものは非難し、あるものは称賛し、そのいずれも過剰に行い、大声を上げたり拍手をしたりするときだ。 しかも彼らに加えて、岩や彼らのいる場所自体が反響して、非難と称賛の騒音を二倍にして響かせるときだ。
ἐν δὴ τῷ τοιούτῳ τὸν νέον, τὸ λεγόμενον, τίνα οἴει καρδίαν ἴσχειν;
そのような状況において、若者は、いわゆる『どのような心』を保ち得ると君は思うかね?
ἢ ποίαν αὐτῷ παιδείαν ἰδιωτικὴν ἀνθέξειν, ἣν οὐ κατακλυσθεῖσαν ὑπὸ τοῦ τοιούτου ψόγου ἢ ἐπαίνου οἰχήσεσθαι φερομένην κατὰ ῥοῦν ᾗ ἂν οὗτος φέρῃ, καὶ φήσειν τε τὰ αὐτὰ τούτοις καλὰ καὶ αἰσχρὰ εἶναι, καὶ ἐπιτηδεύσειν ἅπερ ἂν οὗτοι, καὶ ἔσεσθαι τοιοῦτον;
あるいは、いかなる個人の教育が彼において持ちこたえ得ると? そのような非難や称賛によって押し流されてしまわずに、これが押し流す流れに沿って流されていってしまわない教育が。 そして彼自身も、彼らと同じものを美であり醜であると言い、彼らと同じことを営み、彼らのようになるのではないか?
πολλή, ἦ δʼ ὅς, ὦ Σώκρατες, ἀνάγκη.
」「ソクラテスよ、そうなるのは大いなる必然です」と彼は言った。
καὶ μήν, ἦν δʼ ἐγώ, οὔπω τὴν μεγίστην ἀνάγκην εἰρήκαμεν.
「しかも、」と私は言った。
ποίαν;
「私たちはまだ最大の必然を語っていないのだ」「どのようなものですか?
ἔφη.
」と彼は言った。
ἣν ἔργῳ προστιθέασι λόγῳ μὴ πείθοντες οὗτοι οἱ παιδευταί τε καὶ σοφισταί.
「これらの教育者でありソフィストである者たちが、言葉で説得できないときに、力によって付け加えるものだ。
ἢ οὐκ οἶσθα ὅτι τὸν μὴ πειθόμενον ἀτιμίαις τε καὶ χρήμασι καὶ θανάτοις κολάζουσι;
説得されない者を、彼らは市民権剥奪や罰金、死刑によって処罰することを知らないかね?
καὶ μάλα, ἔφη, σφόδρα.
」「ええ、実によく知っています」と彼は言った。
τίνα οὖν ἄλλον σοφιστὴν οἴει ἢ ποίους ἰδιωτικοὺς λόγους ἐναντία τούτοις τείνοντας κρατήσειν;
「では、他にどのようなソフィストが、あるいはどのような個人の言論が、これらに対抗して引き張り、打ち勝つことができると思うかね?
οἶμαι μὲν οὐδένα, ἦ δʼ ὅς.
」「私は誰も、何も勝てないと思います」と彼は言った。
οὐ γάρ, ἦν δʼ ἐγώ, ἀλλὰ καὶ τὸ ἐπιχειρεῖν πολλὴ ἄνοια.
「そうだとも、」と私は言った。 「それどころか、企てること自体が大いなる愚行なのだ。
§6.493οὔτε γὰρ γίγνεται οὔτε γέγονεν οὐδὲ οὖν μὴ γένηται ἀλλοῖον ἦθος πρὸς ἀρετὴν παρὰ τὴν τούτων παιδείαν πεπαιδευμένον, ἀνθρώπειον, ὦ ἑταῖρε—θεῖον μέντοι κατὰ τὴν παροιμίαν ἐξαιρῶμεν λόγου· εὖ γὰρ χρὴ εἰδέναι, ὅτιπερ ἂν σωθῇ τε καὶ γένηται οἷον δεῖ ἐν τοιαύτῃ καταστάσει πολιτειῶν, θεοῦ μοῖραν αὐτὸ σῶσαι λέγων οὐ κακῶς ἐρεῖς. οὐδʼ ἐμοὶ ἄλλως, ἔφη, δοκεῖ. ἔτι τοίνυν σοι, ἦν δʼ ἐγώ, πρὸς τούτοις καὶ τόδε δοξάτω. τὸ ποῖον; ἕκαστος τῶν μισθαρνούντων ἰδιωτῶν, οὓς δὴ οὗτοι σοφιστὰς καλοῦσι καὶ ἀντιτέχνους ἡγοῦνται, μὴ ἄλλα παιδεύειν ἢ ταῦτα τὰ τῶν πολλῶν δόγματα, ἃ δοξάζουσιν ὅταν ἁθροισθῶσιν, καὶ σοφίαν ταύτην καλεῖν· οἷόνπερ ἂν εἰ θρέμματος μεγάλου καὶ ἰσχυροῦ τρεφομένου τὰς ὀργάς τις καὶ ἐπιθυμίας κατεμάνθανεν, ὅπῃ τε προσελθεῖν χρὴ καὶ ὅπῃ ἅψασθαι αὐτοῦ, καὶ ὁπότε χαλεπώτατον ἢ πρᾳότατον καὶ ἐκ τίνων γίγνεται, καὶ φωνὰς δὴ ἐφʼ οἷς ἑκάστας εἴωθεν φθέγγεσθαι, καὶ οἵας αὖ ἄλλου φθεγγομένου ἡμεροῦταί τε καὶ ἀγριαίνει, καταμαθὼν δὲ ταῦτα πάντα συνουσίᾳ τε καὶ χρόνου τριβῇ σοφίαν τε καλέσειεν καὶ ὡς τέχνην συστησάμενος ἐπὶ διδασκαλίαν τρέποιτο, μηδὲν εἰδὼς τῇ ἀληθείᾳ τούτων τῶν δογμάτων τε καὶ ἐπιθυμιῶν ὅτι καλὸν ἢ αἰσχρὸν ἢ ἀγαθὸν ἢ κακὸν ἢ δίκαιον ἢ ἄδικον, ὀνομάζοι δὲ πάντα ταῦτα ἐπὶ ταῖς τοῦ μεγάλου ζῴου δόξαις, οἷς μὲν χαίροι ἐκεῖνο ἀγαθὰ καλῶν, οἷς δὲ ἄχθοιτο κακά, ἄλλον δὲ μηδένα ἔχοι λόγον περὶ αὐτῶν, ἀλλὰ τἀναγκαῖα δίκαια καλοῖ καὶ καλά, τὴν δὲ τοῦ ἀναγκαίου καὶ ἀγαθοῦ φύσιν, ὅσον διαφέρει τῷ ὄντι, μήτε ἑωρακὼς εἴη μήτε ἄλλῳ δυνατὸς δεῖξαι. τοιοῦτος δὴ ὢν πρὸς Διὸς οὐκ ἄτοπος ἄν σοι δοκεῖ εἶναι παιδευτής; ἔμοιγʼ, ἔφη. ἦ οὖν τι τούτου δοκεῖ διαφέρειν ὁ τὴν τῶν πολλῶν καὶ παντοδαπῶν συνιόντων ὀργὴν καὶ ἡδονὰς κατανενοηκέναι σοφίαν ἡγούμενος, εἴτʼ ἐν γραφικῇ εἴτʼ ἐν μουσικῇ εἴτε δὴ ἐν πολιτικῇ; ὅτι μὲν γὰρ ἄν τις τούτοις ὁμιλῇ ἐπιδεικνύμενος, ἢ ποίησιν ἤ τινα ἄλλην δημιουργίαν ἢ πόλει διακονίαν, κυρίους αὑτοῦ ποιῶν τοὺς πολλούς, πέρα τῶν ἀναγκαίων, ἡ Διομηδεία λεγομένη ἀνάγκη ποιεῖν αὐτῷ ταῦτα ἃ ἂν οὗτοι ἐπαινῶσιν·
というのも、彼らの教育に反して、徳へと向かうように教育されて、それとは異なるものになった人柄は、人間的なものとしては、友よ、現に存在しないし、これまでも存在しなかったし、今後も決して存在しないだろうからだ。もっとも、神的なものについては、諺にあるように、議論から除外することにしよう。というのも、このような国制のあり方において、救われ、あるべき姿になるものがあるならば、それを救ったのは神の恵みであると言っても、決して間違いではないということを、よく知っておくべきだからだ」「私にとっても、それ以外のようには思えません」と彼は言った。「ではさらに、」と私は言った。「これらに加えて、次のことも認めてもらいたい」「どのようなことですか?」「報酬を受け取る個人としての活動家たちのそれぞれ、すなわち、世間の人々がソフィストと呼び、同業者とみなしている者たちは、大衆が集まったときに抱く意見以外の何ものも教えておらず、しかもこれを『智慧』と呼んでいるということだ。それはちょうど、飼育されている巨大で強力な獣の怒りや欲望を、ある人が学び知るようなものだ。すなわち、どのように近づき、どのように触れるべきか、いつ、どのような原因で最も狂暴になり、あるいは最も温順になるのか、また、どのような場合にどのような声を出す習性があるのか、さらに、他人がどのような声を出すと温順になり、あるいは野生化するのかを。そして、長年の付き合いと時間の経過によってこれらすべてを学び知った上で、それを『智慧』と呼び、技術として体系化して教える仕事に転じるが、実際には、これらの意見や欲望のうち、何が美しく、何が醜いのか、何が善で、何が悪か、何が正義で、何が不正かについて、真実には何も知らず、ただその巨大な獣の意見に基づいてこれらすべてを名づけ、その獣が喜ぶものを善と呼び、嫌がるものを悪と呼び、それらについて他に何の根拠も示せず、ただ不可避的なものを正義であり美しいと呼び、不可避的なものの本性と善なるものの本性とが、実際にはどれほど異なっているかを、自分自身見たこともなければ、他人に示すこともできないようなものである。ゼウスにかけて、このような者であるとしたら、君にとって奇妙な教育者だとは思われないかね?」「私には確かにそう思われます」と彼は言った。「では、一堂に会した多様で多くの人々の怒りや快楽を理解したことを『智慧』と考えている者が、絵画においてであれ、音楽においてであれ、あるいは政治においてであれ、この飼育者と少しでも異なるところがあると思うかね?というのも、もし誰かが彼らと交わり、詩作やその他の制作物、あるいは国家への奉仕を披露して、必要以上に大衆を自分の主人とするならば、いわゆる『ディオメデスの必然』によって、彼は彼らが称賛するようなものを作らざるを得なくなるからだ。しかし、これらが真実において善であり美しいということについて、君はこれまでに、彼らの誰かが滑稽でない根拠を示すのを聞いたことがあるかね?」「私は、」と彼は言った。「決して聞くことはないと思います」
ὡς δὲ καὶ ἀγαθὰ καὶ καλὰ ταῦτα τῇ ἀληθείᾳ, ἤδη πώποτέ του ἤκουσας αὐτῶν λόγον διδόντος οὐ καταγέλαστον; οἶμαι δέ γε, ἦ δʼ ὅς, οὐδʼ ἀκούσομαι.
」