§10.614ἃ μὲν τοίνυν, ἦν δʼ ἐγώ, ζῶντι τῷ δικαίῳ παρὰ θεῶν τε καὶ ἀνθρώπων ἆθλά τε καὶ μισθοὶ καὶ δῶρα γίγνεται πρὸς ἐκείνοις τοῖς ἀγαθοῖς οἷς αὐτὴ παρείχετο ἡ δικαιοσύνη, τοιαῦτʼ ἂν εἴη.
「それゆえ、」と私は言った。 「正しい人が生きている間に、正義それ自体が提供したあの善いものに加えて、神々や人間から得られる賞品や報酬や贈り物は、このようなものになるだろう。
καὶ μάλʼ, ἔφη, καλά τε καὶ βέβαια.
」「本当に、美しくも確実なものですね」と彼は言った。
ταῦτα τοίνυν, ἦν δʼ ἐγώ, οὐδέν ἐστι πλήθει οὐδὲ μεγέθει πρὸς ἐκεῖνα ἃ τελευτήσαντα ἑκάτερον περιμένει·
「しかし、これらは、」と私は言った。 「死後にそれぞれを待ち受けているあの事柄に比べれば、量においても大きさにおいても、何ものでもない。
χρὴ δʼ αὐτὰ ἀκοῦσαι, ἵνα τελέως ἑκάτερος αὐτῶν ἀπειλήφῃ τὰ ὑπὸ τοῦ λόγου ὀφειλόμενα ἀκοῦσαι.
だが、私たちはそれらを聞かねばならない。 それによって、彼らのそれぞれが、この議論によって聞くべき負債となっているものを完全に受け取れるようにね。
λέγοις ἄν, ἔφη, ὡς οὐ πολλὰ ἄλλʼ ἥδιον ἀκούοντι.
」「お話しください」と彼は言った。 「これ以上に楽しく聞けるものは、そう多くはありませんから。
ἀλλʼ οὐ μέντοι σοι, ἦν δʼ ἐγώ, Ἀλκίνου γε ἀπόλογον ἐρῶ, ἀλλʼ ἀλκίμου μὲν ἀνδρός, Ἠρὸς τοῦ Ἀρμενίου, τὸ γένος Παμφύλου·
」「しかし、君に語るのは」と私は言った。 「『アルキノオスの物語』ではなく、ある勇敢な男(アルキモス)、アルメニオスの子でパムピュリア生まれのエルという者の話なのだ。
ὅς ποτε ἐν πολέμῳ τελευτήσας, ἀναιρεθέντων δεκαταίων τῶν νεκρῶν ἤδη διεφθαρμένων, ὑγιὴς μὲν ἀνῃρέθη, κομισθεὶς δʼ οἴκαδε μέλλων θάπτεσθαι δωδεκαταῖος ἐπὶ τῇ πυρᾷ κείμενος ἀνεβίω, ἀναβιοὺς δʼ ἔλεγεν ἃ ἐκεῖ ἴδοι.
彼はかつて戦争で死んだが、十日目に死体が回収されたときには、他の死体がすでに腐敗していたのに対して、彼は健全なまま回収された。 そして家へ運ばれ、葬儀が行われようとした十二日目に、薪の山の上に横たえられたまま生き返ったのだ。 生き返った彼は、あの世で見たことを語り始めた。
ἔφη δέ, ἐπειδὴ οὗ ἐκβῆναι, τὴν ψυχὴν πορεύεσθαι μετὰ πολλῶν, καὶ ἀφικνεῖσθαι σφᾶς εἰς τόπον τινὰ δαιμόνιον, ἐν ᾧ τῆς τε γῆς δύʼ εἶναι χάσματα ἐχομένω ἀλλήλοιν καὶ τοῦ οὐρανοῦ αὖ ἐν τῷ ἄνω ἄλλα καταντικρύ.
彼が言うには、自らの魂が体から抜け出たとき、多くの魂と共に旅をし、ある不思議な場所へ到着した。 そこには、大地の側に互いに隣り合う二つの裂け目があり、また天の側にも、上のほうの向かい合う位置に別の二つの裂け目があった。
δικαστὰς δὲ μεταξὺ τούτων καθῆσθαι, οὕς, ἐπειδὴ διαδικάσειαν, τοὺς μὲν δικαίους κελεύειν πορεύεσθαι τὴν εἰς δεξιάν τε καὶ ἄνω διὰ τοῦ οὐρανοῦ, σημεῖα περιάψαντας τῶν δεδικασμένων ἐν τῷ πρόσθεν, τοὺς δὲ ἀδίκους τὴν εἰς ἀριστεράν τε καὶ κάτω, ἔχοντας καὶ τούτους ἐν τῷ ὄπισθεν σημεῖα πάντων ὧν ἔπραξαν.
そして、これらの裂け目の間に審判官たちが座っていた。 彼らは判決を下すと、正しい人々には、下された判決の印を前面に身につけさせて、天を通って右へ、そして上へと進むように命じ、不正な人々には、やはりそれまでに行ってきたすべてのことの印を背面に身につけさせて、左へ、そして下へと進むように命じた。
ἑαυτοῦ δὲ προσελθόντος εἰπεῖν ὅτι δέοι αὐτὸν ἄγγελον ἀνθρώποις γενέσθαι τῶν ἐκεῖ καὶ διακελεύοιντό οἱ ἀκούειν τε καὶ θεᾶσθαι πάντα τὰ ἐν τῷ τόπῳ.
そして、エル自身が近づいたとき、審判官たちは、彼が人間たちに対してあの世の出来事を伝える使者となるべきであると言い、あの場所にあるすべてのことを見聞きするようにと命じた。
ὁρᾶν δὴ ταύτῃ μὲν καθʼ ἑκάτερον τὸ χάσμα τοῦ οὐρανοῦ τε καὶ τῆς γῆς ἀπιούσας τὰς ψυχάς, ἐπειδὴ αὐταῖς δικασθείη, κατὰ δὲ τὼ ἑτέρω ἐκ μὲν τοῦ ἀνιέναι ἐκ τῆς γῆς μεστὰς αὐχμοῦ τε καὶ κόνεως, ἐκ δὲ τοῦ ἑτέρου καταβαίνειν ἑτέρας ἐκ τοῦ οὐρανοῦ καθαράς.
そこで彼が見ると、一方では、天と地の一対の裂け目から、判決を受けた魂たちが立ち去っていき、他方では、残りの一対の裂け目のうち、大地からは、汚れと埃にまみれた魂たちが上がってきており、天からは、別の清らかな魂たちが降りてきていた。
καὶ τὰς ἀεὶ ἀφικνουμένας ὥσπερ ἐκ πολλῆς πορείας φαίνεσθαι ἥκειν, καὶ ἁσμένας εἰς τὸν λειμῶνα ἀπιούσας οἷον ἐν πανηγύρει κατασκηνᾶσθαι, καὶ ἀσπάζεσθαί τε ἀλλήλας ὅσαι γνώριμαι, καὶ πυνθάνεσθαι τάς τε ἐκ τῆς γῆς ἡκούσας παρὰ τῶν ἑτέρων τὰ ἐκεῖ καὶ τὰς ἐκ τοῦ οὐρανοῦ τὰ παρʼ ἐκείναις.
そして、次々と到着する魂たちは、あたかも長い旅から戻ってきたかのように見え、喜んで野原へと去っていき、祝祭の集まりのようにそこで幕営した。 また、互いに知人である魂たちは挨拶を交わし、大地からやってきた魂たちは、天での出来事について他方の魂たちから尋ね、天から降りてきた魂たちは、地底での出来事について尋ね合っていた。
§10.615διηγεῖσθαι δὲ ἀλλήλαις τὰς μὲν ὀδυρομένας τε καὶ κλαούσας, ἀναμιμνῃσκομένας ὅσα τε καὶ οἷα πάθοιεν καὶ ἴδοιεν ἐν τῇ ὑπὸ γῆς πορείᾳ—εἶναι δὲ τὴν πορείαν χιλιέτη—τὰς δʼ αὖ ἐκ τοῦ οὐρανοῦ εὐπαθείας διηγεῖσθαι καὶ θέας ἀμηχάνους τὸ κάλλος.
」「そして、彼らは互いに自らの経験を語り合ったが、 615a¦ 地底の旅においてどれほど多くの、そしてどのような苦難を被り、また目撃したかを思い出して、嘆き悲しみ、涙を流す者たちもいれば――なお、その旅は千年に及ぶものであった――、他方で天から来た魂たちは、その至福と、言葉に尽くせぬほど美しい光景を語っていた。
τὰ μὲν οὖν πολλά, ὦ Γλαύκων, πολλοῦ χρόνου διηγήσασθαι·
さて、グラウコンよ、その多くのことを語るには長い時間がかかるが、その要点は次のようなものであったと彼は語った。
τὸ δʼ οὖν κεφάλαιον ἔφη τόδε εἶναι, ὅσα πώποτέ τινα ἠδίκησαν καὶ ὅσους ἕκαστοι, ὑπὲρ ἁπάντων δίκην δεδωκέναι ἐν μέρει, ὑπὲρ ἑκάστου δεκάκις—τοῦτο δʼ εἶναι κατὰ ἑκατονταετηρίδα ἑκάστην, ὡς βίου ὄντος τοσούτου τοῦ ἀνθρωπίνου—ἵνα δεκαπλάσιον τὸ ἔκτεισμα τοῦ ἀδικήματος ἐκτίνοιεν, καὶ οἷον εἴ τινες πολλοῖς θανάτων ἦσαν αἴτιοι, ἢ πόλεις προδόντες ἢ στρατόπεδα, καὶ εἰς δουλείας ἐμβεβληκότες ἤ τινος ἄλλης κακουχίας μεταίτιοι, πάντων τούτων δεκαπλασίας ἀλγηδόνας ὑπὲρ ἑκάστου κομίσαιντο, καὶ αὖ εἴ τινας εὐεργεσίας εὐεργετηκότες καὶ δίκαιοι καὶ ὅσιοι γεγονότες εἶεν, κατὰ ταὐτὰ τὴν ἀξίαν κομίζοιντο.
すなわち、人々がかつて誰かに対して行ったすべての不正、およびその対象となったすべての人々に対して、誰もが順番に、それぞれについて十倍の罰を支払ったということである。 これは百年ごとの単位であり、百歳という年数が人間の生涯の長さとみなされているため、犯した不正の十倍の代償を支払うようにするためである。 たとえば、多くの人々の死の原因となった者、城邦や軍隊を裏切った者、人々を奴隷の境遇に落とし入れた者、あるいは他のいかなる悪事であれ、その共犯者となった者たちは、そのそれぞれについて、十倍の苦痛を報いとして受け取らねばならない。 またこれとは逆に、他者に善い施しを行い、正しく敬虔に生きた人々も、同じようにその価値に見合う報いを受け取るのである。
τῶν δὲ εὐθὺς γενομένων καὶ ὀλίγον χρόνον βιούντων πέρι ἄλλα ἔλεγεν οὐκ ἄξια μνήμης.
産まれてすぐに死んだ者や、わずかな時間しか生きられなかった子供たちについては、彼は書き留めるに値しない別のことを語っていた。
εἰς δὲ θεοὺς ἀσεβείας τε καὶ εὐσεβείας καὶ γονέας καὶ αὐτόχειρος φόνου μείζους ἔτι τοὺς μισθοὺς διηγεῖτο.
しかし、神々や親に対する不敬、あるいは自らの手による殺人に対しては、さらに重い罰が科されると彼は語った。
ἔφη γὰρ δὴ παραγενέσθαι ἐρωτωμένῳ ἑτέρῳ ὑπὸ ἑτέρου ὅπου εἴη Ἀρδιαῖος ὁ μέγας.
というのも、ある魂が別の魂から『大悪人アルディアイオスはどこにいるのか』と尋ねられるのを、自分はそばで聞いたと彼は語ったからである。
ὁ δὲ Ἀρδιαῖος οὗτος τῆς Παμφυλίας ἔν τινι πόλει τύραννος ἐγεγόνει, ἤδη χιλιοστὸν ἔτος εἰς ἐκεῖνον τὸν χρόνον, γέροντά τε πατέρα ἀποκτείνας καὶ πρεσβύτερον ἀδελφόν, καὶ ἄλλα δὴ πολλά τε καὶ ἀνόσια εἰργασμένος, ὡς ἐλέγετο.
このアルディアイオスは、パムピュリアのある城邦の僭主であったが、その時からすでに千年前、老いた父親と兄を殺害し、その他にも多くの、そして不義極まりない悪行を重ねたと噂されていた。
ἔφη οὖν τὸν ἐρωτώμενον εἰπεῖν,
οὐχ ἥκει,
φάναι,
οὐδʼ ἂν ἥξει δεῦρο.
尋ねられた魂はこう答えたという。 『彼は来ていないし、ここへ来ることも決してないだろう。
ἐθεασάμεθα γὰρ οὖν δὴ καὶ τοῦτο τῶν δεινῶν θεαμάτων· ἐπειδὴ ἐγγὺς τοῦ στομίου ἦμεν μέλλοντες ἀνιέναι καὶ τἆλλα πάντα πεπονθότες, ἐκεῖνόν τε κατείδομεν ἐξαίφνης καὶ ἄλλους—σχεδόν τι αὐτῶν τοὺς πλείστους τυράννους·
というのも、私たちが恐ろしい光景の一つとして目撃したことだが、私たちがすべての苦難を終えて、地上へ上がろうとして出口の口(ストミオン)の近くにいたとき、突然彼や、他の多くの者たちが見えた。
ἦσαν δὲ καὶ ἰδιῶταί τινες τῶν μεγάλα ἡμαρτηκότων—οὓς οἰομένους ἤδη ἀναβήσεσθαι οὐκ ἐδέχετο τὸ στόμιον, ἀλλʼ ἐμυκᾶτο ὁπότε τις τῶν οὕτως ἀνιάτως ἐχόντων εἰς πονηρίαν ἢ μὴ ἱκανῶς δεδωκὼς δίκην ἐπιχειροῖ ἀνιέναι.
その大部分は僭主たちであったが、中には大罪を犯した一般市民もいた。 彼らは、もう上がれるものと思って近づいたが、出口の口は彼らを受け入れず、このように邪悪さにおいて救いようのない者たちや、十分に罰を支払っていない者が上がろうとするたびに、その口が獣のように唸り声を上げたのだ。 』"