§10.614ἃ μὲν τοίνυν, ἦν δʼ ἐγώ, ζῶντι τῷ δικαίῳ παρὰ θεῶν τε καὶ ἀνθρώπων ἆθλά τε καὶ μισθοὶ καὶ δῶρα γίγνεται πρὸς ἐκείνοις τοῖς ἀγαθοῖς οἷς αὐτὴ παρείχετο ἡ δικαιοσύνη, τοιαῦτʼ ἂν εἴη.
“因此,”我说,“正义的人在活着的时候,除了正义本身所提供的那些善美之外,从神和 614a¦ 人那里所获得的奖品、报偿和礼物,就是这样的。
καὶ μάλʼ, ἔφη, καλά τε καὶ βέβαια.
” “确实非常美好而且稳固,”他说。
ταῦτα τοίνυν, ἦν δʼ ἐγώ, οὐδέν ἐστι πλήθει οὐδὲ μεγέθει πρὸς ἐκεῖνα ἃ τελευτήσαντα ἑκάτερον περιμένει·
“然而,”我说,“这些在数量和大小上,与死后等待他们每个人的那些东西相比,根本不算什么。
χρὴ δʼ αὐτὰ ἀκοῦσαι, ἵνα τελέως ἑκάτερος αὐτῶν ἀπειλήφῃ τὰ ὑπὸ τοῦ λόγου ὀφειλόμενα ἀκοῦσαι.
但我们必须听一听它们,以便他们每个人都能完全得到这一论证所欠听的报偿。
λέγοις ἄν, ἔφη, ὡς οὐ πολλὰ ἄλλʼ ἥδιον ἀκούοντι.
” “请讲吧,”他说,“没有多少其他的事情能让我听得更加愉快了。
ἀλλʼ οὐ μέντοι σοι, ἦν δʼ ἐγώ, Ἀλκίνου γε ἀπόλογον ἐρῶ, ἀλλʼ ἀλκίμου μὲν ἀνδρός, Ἠρὸς τοῦ Ἀρμενίου, τὸ γένος Παμφύλου·
” “但是,我确实不给你讲‘阿尔基诺乌斯的传说’,”我说,“而是讲一个勇敢的人(阿尔基莫斯)的故事,他是阿尔美尼奥斯之子、潘菲利亚人厄尔。
ὅς ποτε ἐν πολέμῳ τελευτήσας, ἀναιρεθέντων δεκαταίων τῶν νεκρῶν ἤδη διεφθαρμένων, ὑγιὴς μὲν ἀνῃρέθη, κομισθεὶς δʼ οἴκαδε μέλλων θάπτεσθαι δωδεκαταῖος ἐπὶ τῇ πυρᾷ κείμενος ἀνεβίω, ἀναβιοὺς δʼ ἔλεγεν ἃ ἐκεῖ ἴδοι.
他曾在一场战争中战死,当死后第十天人们收殓尸体时,其他尸体已经腐烂,他却完好无损地被收殓。 他被运送回家,在第十二天准备下葬时,他躺在柴堆上复活了。 复活后,他讲述了他在那个世界看到的景象。
ἔφη δέ, ἐπειδὴ οὗ ἐκβῆναι, τὴν ψυχὴν πορεύεσθαι μετὰ πολλῶν, καὶ ἀφικνεῖσθαι σφᾶς εἰς τόπον τινὰ δαιμόνιον, ἐν ᾧ τῆς τε γῆς δύʼ εἶναι χάσματα ἐχομένω ἀλλήλοιν καὶ τοῦ οὐρανοῦ αὖ ἐν τῷ ἄνω ἄλλα καταντικρύ.
他说,当他的灵魂离开身体时,它与许多其他灵魂一起旅行,他们到达了一个奇妙的地方,在那里,大地下方有两个彼此相邻的裂口,而上方的天空中也有另外两个相对的裂口。
δικαστὰς δὲ μεταξὺ τούτων καθῆσθαι, οὕς, ἐπειδὴ διαδικάσειαν, τοὺς μὲν δικαίους κελεύειν πορεύεσθαι τὴν εἰς δεξιάν τε καὶ ἄνω διὰ τοῦ οὐρανοῦ, σημεῖα περιάψαντας τῶν δεδικασμένων ἐν τῷ πρόσθεν, τοὺς δὲ ἀδίκους τὴν εἰς ἀριστεράν τε καὶ κάτω, ἔχοντας καὶ τούτους ἐν τῷ ὄπισθεν σημεῖα πάντων ὧν ἔπραξαν.
审判官们坐在这些裂口之间。 他们判决之后,命令正义的人在前面挂上判决的印记,从右边向天空上方走去;而命令不正义的人在后面挂上他们所做过的一切事情的印记,向左边下方走去。
ἑαυτοῦ δὲ προσελθόντος εἰπεῖν ὅτι δέοι αὐτὸν ἄγγελον ἀνθρώποις γενέσθαι τῶν ἐκεῖ καὶ διακελεύοιντό οἱ ἀκούειν τε καὶ θεᾶσθαι πάντα τὰ ἐν τῷ τόπῳ.
当他自己走上前时,审判官们说他必须成为向人类传达那个世界消息的使者,并命令他听和看那个地方的一切。
ὁρᾶν δὴ ταύτῃ μὲν καθʼ ἑκάτερον τὸ χάσμα τοῦ οὐρανοῦ τε καὶ τῆς γῆς ἀπιούσας τὰς ψυχάς, ἐπειδὴ αὐταῖς δικασθείη, κατὰ δὲ τὼ ἑτέρω ἐκ μὲν τοῦ ἀνιέναι ἐκ τῆς γῆς μεστὰς αὐχμοῦ τε καὶ κόνεως, ἐκ δὲ τοῦ ἑτέρου καταβαίνειν ἑτέρας ἐκ τοῦ οὐρανοῦ καθαράς.
于是他看到,在天空和大地的两个对应裂口处,被判决后的灵魂们离去,而在另外两个裂口处,一处的灵魂浑身沾满污垢和尘土,从大地中升上来,另一处的灵魂则洁净地从天空中降下来。
καὶ τὰς ἀεὶ ἀφικνουμένας ὥσπερ ἐκ πολλῆς πορείας φαίνεσθαι ἥκειν, καὶ ἁσμένας εἰς τὸν λειμῶνα ἀπιούσας οἷον ἐν πανηγύρει κατασκηνᾶσθαι, καὶ ἀσπάζεσθαί τε ἀλλήλας ὅσαι γνώριμαι, καὶ πυνθάνεσθαι τάς τε ἐκ τῆς γῆς ἡκούσας παρὰ τῶν ἑτέρων τὰ ἐκεῖ καὶ τὰς ἐκ τοῦ οὐρανοῦ τὰ παρʼ ἐκείναις.
那些不断到达的灵魂,看起来就像是从漫长的旅途中归来一样,它们高高兴兴地走向草地,像在节日集会上一样在那里露营。 彼此认识的灵魂们互相打招呼,从大地来的灵魂向其他的灵魂询问那里的情况,而从天空来的灵魂则向它们询问地底下的经历。
§10.615διηγεῖσθαι δὲ ἀλλήλαις τὰς μὲν ὀδυρομένας τε καὶ κλαούσας, ἀναμιμνῃσκομένας ὅσα τε καὶ οἷα πάθοιεν καὶ ἴδοιεν ἐν τῇ ὑπὸ γῆς πορείᾳ—εἶναι δὲ τὴν πορείαν χιλιέτη—τὰς δʼ αὖ ἐκ τοῦ οὐρανοῦ εὐπαθείας διηγεῖσθαι καὶ θέας ἀμηχάνους τὸ κάλλος.
” “它们互相对彼此讲述,有的 615a¦ 痛哭流泪,回忆起在地下的千禧旅途中遭受了多少以及怎样的痛苦,并看到了什么——这趟旅程长达一千年——而从天空来的灵魂则在讲述他们的幸福以及美丽得不可思议的奇观。
τὰ μὲν οὖν πολλά, ὦ Γλαύκων, πολλοῦ χρόνου διηγήσασθαι· τὸ δʼ οὖν κεφάλαιον ἔφη τόδε εἶναι, ὅσα πώποτέ τινα ἠδίκησαν καὶ ὅσους ἕκαστοι, ὑπὲρ ἁπάντων δίκην δεδωκέναι ἐν μέρει, ὑπὲρ ἑκάστου δεκάκις—τοῦτο δʼ εἶναι κατὰ ἑκατονταετηρίδα ἑκάστην, ὡς βίου ὄντος τοσούτου τοῦ ἀνθρωπίνου—ἵνα δεκαπλάσιον τὸ ἔκτεισμα τοῦ ἀδικήματος ἐκτίνοιεν, καὶ οἷον εἴ τινες πολλοῖς θανάτων ἦσαν αἴτιοι, ἢ πόλεις προδόντες ἢ στρατόπεδα, καὶ εἰς δουλείας ἐμβεβληκότες ἤ τινος ἄλλης κακουχίας μεταίτιοι, πάντων τούτων δεκαπλασίας ἀλγηδόνας ὑπὲρ ἑκάστου κομίσαιντο, καὶ αὖ εἴ τινας εὐεργεσίας εὐεργετηκότες καὶ δίκαιοι καὶ ὅσιοι γεγονότες εἶεν, κατὰ ταὐτὰ τὴν ἀξίαν κομίζοιντο.
葛劳康,要讲完其中的大部分内容需要很长的时间,但他说,其核心是这样的:对于他们曾经对任何人所做的所有不正义之事,以及他们所侵害的所有人,每个人都要轮流为所有事情付出代价,每一项都要付出十倍的惩罚。 这是以百年为单位的,因为百岁被认为是人类一生的长度,以便让他们为所犯的不正义付出十倍的代价。 例如,如果有人造成了许多人的死亡,无论是通过背叛城邦还是军队,或者是将人投入奴役,或者是其他任何苦难的帮凶,他们都应该为其中的每一项承受十倍的痛苦作为报应;相反,如果他们曾做过善行,行过正义,并且过着虔敬的生活,他们也以同样的比例获得他们应得的报偿。
τῶν δὲ εὐθὺς γενομένων καὶ ὀλίγον χρόνον βιούντων πέρι ἄλλα ἔλεγεν οὐκ ἄξια μνήμης.
关于那些一出生就夭折和只活了很短时间的孩子,他说了些不值得记住的其他事情。
εἰς δὲ θεοὺς ἀσεβείας τε καὶ εὐσεβείας καὶ γονέας καὶ αὐτόχειρος φόνου μείζους ἔτι τοὺς μισθοὺς διηγεῖτο.
而对于对神和父母的不敬或孝敬,以及自杀行为,他讲述了还要大得多的报应。
ἔφη γὰρ δὴ παραγενέσθαι ἐρωτωμένῳ ἑτέρῳ ὑπὸ ἑτέρου ὅπου εἴη Ἀρδιαῖος ὁ μέγας.
因为他说,当时一个灵魂被另一个灵魂问到伟大的阿尔迪亚伊奥斯在哪里时,他恰好在场。
ὁ δὲ Ἀρδιαῖος οὗτος τῆς Παμφυλίας ἔν τινι πόλει τύραννος ἐγεγόνει, ἤδη χιλιοστὸν ἔτος εἰς ἐκεῖνον τὸν χρόνον, γέροντά τε πατέρα ἀποκτείνας καὶ πρεσβύτερον ἀδελφόν, καὶ ἄλλα δὴ πολλά τε καὶ ἀνόσια εἰργασμένος, ὡς ἐλέγετο.
这个阿尔迪亚伊奥斯曾是潘菲利亚某城邦的僭主,到那个时候为止已经过去了一千年,他杀害了年迈的父亲和兄长,并且据说还犯下了许多其他不义的恶行。
ἔφη οὖν τὸν ἐρωτώμενον εἰπεῖν,
οὐχ ἥκει,
φάναι,
οὐδʼ ἂν ἥξει δεῦρο.
他说,被问到的那个灵魂回答道: ‘他没有来,’ 它说, ‘也绝不会到这里来。
ἐθεασάμεθα γὰρ οὖν δὴ καὶ τοῦτο τῶν δεινῶν θεαμάτων· ἐπειδὴ ἐγγὺς τοῦ στομίου ἦμεν μέλλοντες ἀνιέναι καὶ τἆλλα πάντα πεπονθότες, ἐκεῖνόν τε κατείδομεν ἐξαίφνης καὶ ἄλλους—σχεδόν τι αὐτῶν τοὺς πλείστους τυράννους· ἦσαν δὲ καὶ ἰδιῶταί τινες τῶν μεγάλα ἡμαρτηκότων—οὓς οἰομένους ἤδη ἀναβήσεσθαι οὐκ ἐδέχετο τὸ στόμιον, ἀλλʼ ἐμυκᾶτο ὁπότε τις τῶν οὕτως ἀνιάτως ἐχόντων εἰς πονηρίαν ἢ μὴ ἱκανῶς δεδωκὼς δίκην ἐπιχειροῖ ἀνιέναι.
因为我们确实目睹了那些可怕景象中的一个:当我们接近出口,准备升上去,并且已经承受了所有其他的痛苦时,我们突然看到了他和另外一些人——他们几乎全都是僭主,尽管也有一些犯下了大罪的普通人——当他们以为自己就要升上去的时候,那出口却不接纳他们,而是每当这些在邪恶上无可救药的人,或者还没有付清足够惩罚的人企图升上去时,那出口就会发出像野兽一样的吼叫声。 ’”