§1.343ἐπειδὴ οὖν ἐνταῦθα ἦμεν τοῦ λόγου καὶ πᾶσι καταφανὲς ἦν ὅτι ὁ τοῦ δικαίου λόγος εἰς τοὐναντίον περιειστήκει, ὁ Θρασύμαχος ἀντὶ τοῦ ἀποκρίνεσθαι, εἰπέ μοι, ἔφη, ὦ Σώκρατες, τίτθη σοι ἔστιν;
こうして、私たちが議論のこの段階に達し、正義についての定義が正反対のものへと覆ったことが誰の目にも明らかになったとき、トラシュマコスは答える代わりにこう言った。 「ねえ、ソクラテス、君には乳母がいるかね。
τί δέ; ἦν δʼ ἐγώ·
」「それはどういうことかね」と私は言った。
οὐκ ἀποκρίνεσθαι χρῆν μᾶλλον ἢ τοιαῦτα ἐρωτᾶν;
「そのような質問をするよりも、答えるべきではないのかね。
ὅτι τοί σε, ἔφη, κορυζῶντα περιορᾷ καὶ οὐκ ἀπομύττει δεόμενον, ὅς γε αὐτῇ οὐδὲ πρόβατα οὐδὲ ποιμένα γιγνώσκεις.
」「なぜならね、」と彼は言った。 「彼女は君が鼻水を垂らしているのを見過ごして、鼻をかんでやりもしないからだ。 それを必要としているのにね。 何しろ君は、彼女にとって羊と羊飼いの区別さえついていないのだから。
ὅτι δὴ τί μάλιστα; ἦν δʼ ἐγώ.
」「いったいどうしてそんなことを言うのかね」と私は言った。
ὅτι οἴει τοὺς ποιμένας ἢ τοὺς βουκόλους τὸ τῶν προβάτων ἢ τὸ τῶν βοῶν ἀγαθὸν σκοπεῖν καὶ παχύνειν αὐτοὺς καὶ θεραπεύειν πρὸς ἄλλο τι βλέποντας ἢ τὸ τῶν δεσποτῶν ἀγαθὸν καὶ τὸ αὑτῶν, καὶ δὴ καὶ τοὺς ἐν ταῖς πόλεσιν ἄρχοντας, οἳ ὡς ἀληθῶς ἄρχουσιν, ἄλλως πως ἡγῇ διανοεῖσθαι πρὸς τοὺς ἀρχομένους ἢ ὥσπερ ἄν τις πρὸς πρόβατα διατεθείη, καὶ ἄλλο τι σκοπεῖν αὐτοὺς διὰ νυκτὸς καὶ ἡμέρας ἢ τοῦτο, ὅθεν αὐτοὶ ὠφελήσονται.
「なぜなら、君は羊飼いや牛飼いが羊や牛の利益を考慮し、彼らを太らせ世話していると思っているからだ。 主人の利益や自分たちの利益以外の何かに目を向けてそうしているとね。 そしてまさに、諸国家における支配者たち、すなわち本当に支配している者たちが、被支配者に対して、人が羊に対するのとは何か異なる態度で臨んでいるとでも思っているのかね。 また、彼らが夜も昼も、自分たちが利益を得る源泉以外の何かを考究しているとでも思っているのか。
καὶ οὕτω πόρρω εἶ περί τε τοῦ δικαίου καὶ δικαιοσύνης καὶ ἀδίκου τε καὶ ἀδικίας, ὥστε ἀγνοεῖς ὅτι ἡ μὲν δικαιοσύνη καὶ τὸ δίκαιον ἀλλότριον ἀγαθὸν τῷ ὄντι, τοῦ κρείττονός τε καὶ ἄρχοντος συμφέρον, οἰκεία δὲ τοῦ πειθομένου τε καὶ ὑπηρετοῦντος βλάβη, ἡ δὲ ἀδικία τοὐναντίον, καὶ ἄρχει τῶν ὡς ἀληθῶς εὐηθικῶν τε καὶ δικαίων, οἱ δʼ ἀρχόμενοι ποιοῦσιν τὸ ἐκείνου συμφέρον κρείττονος ὄντος, καὶ εὐδαίμονα ἐκεῖνον ποιοῦσιν ὑπηρετοῦντες αὐτῷ, ἑαυτοὺς δὲ οὐδʼ ὁπωστιοῦν.
そして、正義と正しいこと、不正と不義なことについて、君の認識はあまりにもかけ離れているので、正義や正しいこととは本当は他人の利益、すなわち強者や支配者の利便であり、従属し仕える者にとっては自分自身の不利益であるということ、他方で不正はその反対であり、真に愚直で正しい者たちを支配するものであるということを知らないのだ。 被支配者たちは、強者である支配者の利益になることを行い、彼に仕えることによって彼を幸福にするが、自分自身を幸福にすることは些かもないのだ。
σκοπεῖσθαι δέ, ὦ εὐηθέστατε Σώκρατες, οὑτωσὶ χρή, ὅτι δίκαιος ἀνὴρ ἀδίκου πανταχοῦ ἔλαττον ἔχει.
極めて愚直なソクラテスよ、次のように考察せねばならぬ。 すなわち、正しい男はあらゆる点で不正な男よりも取り分が少ないのだ。
πρῶτον μὲν ἐν τοῖς πρὸς ἀλλήλους συμβολαίοις, ὅπου ἂν ὁ τοιοῦτος τῷ τοιούτῳ κοινωνήσῃ, οὐδαμοῦ ἂν εὕροις ἐν τῇ διαλύσει τῆς κοινωνίας πλέον ἔχοντα τὸν δίκαιον τοῦ ἀδίκου ἀλλʼ ἔλαττον·
第一に、お互いの契約関係において、正しい男が不正な男と共同関係を結ぶところでは、共同関係が解消される際、正しい男が不正な男よりも多くを得ることは決してなく、むしろ少なく得るということを君は見出すだろう。
ἔπειτα ἐν τοῖς πρὸς τὴν πόλιν, ὅταν τέ τινες εἰσφοραὶ ὦσιν, ὁ μὲν δίκαιος ἀπὸ τῶν ἴσων πλέον εἰσφέρει, ὁ δʼ ἔλαττον, ὅταν τε λήψεις, ὁ μὲν οὐδέν, ὁ δὲ πολλὰ κερδαίνει.
第二に、国家に対する関係において、何らかの納税があるとき、正しい者は同じ財産からより多くを納税し、不正な者はより少なく納税する。 また逆に、分配を受けるときは、正しい者は何も得られず、不正な者は多くの利益を得る。
καὶ γὰρ ὅταν ἀρχήν τινα ἄρχῃ ἑκάτερος, τῷ μὲν δικαίῳ ὑπάρχει, καὶ εἰ μηδεμία ἄλλη ζημία, τά γε οἰκεῖα διʼ ἀμέλειαν μοχθηροτέρως ἔχειν, ἐκ δὲ τοῦ δημοσίου μηδὲν ὠφελεῖσθαι διὰ τὸ δίκαιον εἶναι, πρὸς δὲ τούτοις ἀπεχθέσθαι τοῖς τε οἰκείοις καὶ τοῖς γνωρίμοις, ὅταν μηδὲν ἐθέλῃ αὐτοῖς ὑπηρετεῖν παρὰ τὸ δίκαιον·
さらにまた、双方がそれぞれ何らかの公職に就くとき、正しい者にとっては、他に何の損失もないとしても、私財が怠慢によって劣悪な状態に陥ることを余儀なくされ、公金からは正しい者であるがゆえに何の恩恵も得られない。 その上、親族や知人たちに、彼らのために正義に反して便宜を図ることを拒むがゆえに、嫌われることになる。
τῷ δὲ ἀδίκῳ πάντα τούτων τἀναντία ὑπάρχει.
これに対して、不正な者には、これらすべてと正反対のことが起きるのだ。
§1.344λέγω γὰρ ὅνπερ νυνδὴ ἔλεγον, τὸν μεγάλα δυνάμενον πλεονεκτεῖν·
」「私が言っているのは、先ほども言っていた、大きく得をすることのできる者のことなのだ。
τοῦτον οὖν σκόπει, εἴπερ βούλει κρίνειν ὅσῳ μᾶλλον συμφέρει ἰδίᾳ αὑτῷ ἄδικον εἶναι ἢ τὸ δίκαιον.
したがって、不正であることが、正しいことよりもどれほど彼自身の個人的な利益になるかを判断したいのであれば、この者を考察したまえ。
πάντων δὲ ῥᾷστα μαθήσῃ, ἐὰν ἐπὶ τὴν τελεωτάτην ἀδικίαν ἔλθῃς, ἣ τὸν μὲν ἀδικήσαντα εὐδαιμονέστατον ποιεῖ, τοὺς δὲ ἀδικηθέντας καὶ ἀδικῆσαι οὐκ ἂν ἐθέλοντας ἀθλιωτάτους.
そして、もし君が最も完全な不正、すなわち、不正を働く者を最も幸福にし、不正を働かれた者や不正を働くことを望まない者を最も惨めにするような不正へと目を向けるなら、すべてを極めて容易に理解するだろう。
ἔστιν δὲ τοῦτο τυραννίς, ἣ οὐ κατὰ σμικρὸν τἀλλότρια καὶ λάθρᾳ καὶ βίᾳ ἀφαιρεῖται, καὶ ἱερὰ καὶ ὅσια καὶ ἴδια καὶ δημόσια, ἀλλὰ συλλήβδην·
それは僭主独裁のことであり、他人のものを小出しにではなく、隠れても力ずくでも、神聖なものも神聖ならざるものも、私的なものも公的なものも、ことごとく奪い去る。
ὧν ἐφʼ ἑκάστῳ μέρει ὅταν τις ἀδικήσας μὴ λάθῃ, ζημιοῦταί τε καὶ ὀνείδη ἔχει τὰ μέγιστα—καὶ γὰρ ἱερόσυλοι καὶ ἀνδραποδισταὶ καὶ τοιχωρύχοι καὶ ἀποστερηταὶ καὶ κλέπται οἱ κατὰ μέρη ἀδικοῦντες τῶν τοιούτων κακουργημάτων καλοῦνται—ἐπειδὰν δέ τις πρὸς τοῖς τῶν πολιτῶν χρήμασιν καὶ αὐτοὺς ἀνδραποδισάμενος δουλώσηται, ἀντὶ τούτων τῶν αἰσχρῶν ὀνομάτων εὐδαίμονες καὶ μακάριοι κέκληνται, οὐ μόνον ὑπὸ τῶν πολιτῶν ἀλλὰ καὶ ὑπὸ τῶν ἄλλων ὅσοι ἂν πύθωνται αὐτὸν τὴν ὅλην ἀδικίαν ἠδικηκότα·
これらの行為のそれぞれの一部分について、誰かが不正を働いて見つかったとき、彼は罰せられ、最大の非難を浴びる。 なぜなら、そのような悪事の一部だけを行う者たちは、神殿荒らし、誘拐犯、泥棒、詐欺師、盗っ人などと呼ばれるからだ。 しかし、誰かが市民たちの財産を奪うだけでなく、彼ら自身を拉致して奴隷にするならば、これらのみっともない名前の代わりに、幸福で祝福された者と呼ばれるのだ。 市民たちからだけでなく、彼が完全な不正を働いたことを知った他のすべての人々からも。
οὐ γὰρ τὸ ποιεῖν τὰ ἄδικα ἀλλὰ τὸ πάσχειν φοβούμενοι ὀνειδίζουσιν οἱ ὀνειδίζοντες τὴν ἀδικίαν.
なぜなら、不正を非難する人々は、不正を行うことを恐れているのではなく、不正を被ることを恐れるがゆえに非難するからである。
οὕτως, ὦ Σώκρατες, καὶ ἰσχυρότερον καὶ ἐλευθεριώτερον καὶ δεσποτικώτερον ἀδικία δικαιοσύνης ἐστὶν ἱκανῶς γιγνομένη, καὶ ὅπερ ἐξ ἀρχῆς ἔλεγον, τὸ μὲν τοῦ κρείττονος συμφέρον τὸ δίκαιον τυγχάνει ὄν, τὸ δʼ ἄδικον ἑαυτῷ λυσιτελοῦν τε καὶ συμφέρον.
このようにして、ソクラテスよ、不正が十分に大規模に行われるとき、それは正義よりも強く、自由であり、支配的なものとなるのだ。 そして私が最初から言っていたように、正しいこととは強者の利益であり、不正なこととは自分自身にとって有益で都合の良いことなのだ。
ταῦτα εἰπὼν ὁ Θρασύμαχος ἐν νῷ εἶχεν ἀπιέναι, ὥσπερ βαλανεὺς ἡμῶν καταντλήσας κατὰ τῶν ὤτων ἁθρόον καὶ πολὺν τὸν λόγον·
」こう語り終えると、トラシュマコスは立ち去るつもりでいた。 まるで風呂屋の主人のように、私たちの耳に一度に大量の言葉を浴びせかけた後で。
οὐ μὴν εἴασάν γε αὐτὸν οἱ παρόντες, ἀλλʼ ἠνάγκασαν ὑπομεῖναί τε καὶ παρασχεῖν τῶν εἰρημένων λόγον.
しかし、その場にいた者たちは彼を行かせず、留まって語ったことの弁明をするよう彼に強いた。
καὶ δὴ ἔγωγε καὶ αὐτὸς πάνυ ἐδεόμην τε καὶ εἶπον·
そして、私自身も強く懇願してこう言った。
ὦ δαιμόνιε Θρασύμαχε, οἷον ἐμβαλὼν λόγον ἐν νῷ ἔχεις ἀπιέναι πρὶν διδάξαι ἱκανῶς ἢ μαθεῖν εἴτε οὕτως εἴτε ἄλλως ἔχει;
「あきれたトラシュマコスよ、そのような議論を投げかけておきながら、それが正しいか、それとも異なるかを十分に教えたり学んだりすることなく、立ち去るつもりなのかね。
ἢ σμικρὸν οἴει ἐπιχειρεῖν πρᾶγμα διορίζεσθαι ὅλου βίου διαγωγήν, ᾗ ἂν διαγόμενος ἕκαστος ἡμῶν λυσιτελεστάτην ζωὴν ζῴη;
それとも君は、人生全体のあり方を規定するという、私たちの各々がそれに従って生きることで最も有益な生涯を送ることができるような、重大な事柄を決定しようと試みることを、些細なことだと思っているのかね。
ἐγὼ γὰρ οἶμαι, ἔφη ὁ Θρασύμαχος, τουτὶ ἄλλως ἔχειν;
」「私はこれが別のようになっているとでも思っているのかね」とトラシュマコスは言った。
ἔοικας, ἦν δʼ ἐγώ—ἤτοι ἡμῶν γε οὐδὲν κήδεσθαι, οὐδέ τι φροντίζειν εἴτε χεῖρον εἴτε βέλτιον βιωσόμεθα ἀγνοοῦντες ὃ σὺ φῂς εἰδέναι.
「そうであるかのようだ」と私は言った。 「あるいは、君は私たちのことなど全く気にかけておらず、君が知っていると主張することを私たちが知らないままで、私たちがより悪く生きるか、より良く生きるかなど、少しも心配していないかのようだ。 」