Humanitext Reader

プラトン · プロタゴラス §326-327

青少年の教育と法律による陶冶および徳の伝達

10 / 33 箇所 · ギリシア語

要旨

子供の成長期における詩、竪琴、体育の教育、および国家の法律による市民の訓練を説明し、優れた親の子供が凡庸になりうる理由をフルート奏者の社会や野蛮な社会との対比によって明らかにする。

§326ΣΩ. οἱ δὲ διδάσκαλοι τούτων τε ἐπιμελοῦνται, καὶ ἐπειδὰν αὖ γράμματα μάθωσιν καὶ μέλλωσιν συνήσειν τὰ γεγραμμένα ὥσπερ τότε τὴν φωνήν, παρατιθέασιν αὐτοῖς ἐπὶ τῶν βάθρων ἀναγιγνώσκειν ποιητῶν ἀγαθῶν ποιήματα καὶ ἐκμανθάνειν ἀναγκάζουσιν, ἐν οἷς πολλαὶ μὲν νουθετήσεις ἔνεισιν πολλαὶ δὲ διέξοδοι καὶ ἔπαινοι καὶ ἐγκώμια παλαιῶν ἀνδρῶν ἀγαθῶν, ἵνα ὁ παῖς ζηλῶν μιμῆται καὶ ὀρέγηται τοιοῦτος γενέσθαι.
ソクラテス:そして教師たちはこれらに配慮し、さらに、子供たちが文字を学び、かつて話し言葉を理解したように、今度は書かれたものを理解するようになるやいなや、彼らに座席の上で優れた詩人たちの詩を読ませるために提示し、それを暗記することを強制します。 その詩の中には、多くの戒め、そして古代の優れた男たちの多くの叙述や称賛や賛辞が含まれており、子供が憧れを抱いて彼らを模倣し、自分もそのようになりたいと熱望するようにするためです。
οἵ τʼ αὖ κιθαρισταί, ἕτερα τοιαῦτα, σωφροσύνης τε ἐπιμελοῦνται καὶ ὅπως ἂν οἱ νέοι μηδὲν κακουργῶσιν·
また一方、竪琴の教師たちも同様に、節制に配慮し、若者たちが何一つ悪事を働かないように気をつけます。
πρὸς δὲ τούτοις, ἐπειδὰν κιθαρίζειν μάθωσιν, ἄλλων αὖ ποιητῶν ἀγαθῶν ποιήματα διδάσκουσι μελοποιῶν, εἰς τὰ κιθαρίσματα ἐντείνοντες, καὶ τοὺς ῥυθμούς τε καὶ τὰς ἁρμονίας ἀναγκάζουσιν οἰκειοῦσθαι ταῖς ψυχαῖς τῶν παίδων, ἵνα ἡμερώτεροί τε ὦσιν, καὶ εὐρυθμότεροι καὶ εὐαρμοστότεροι γιγνόμενοι χρήσιμοι ὦσιν εἰς τὸ λέγειν τε καὶ πράττειν·
さらにこれらに加えて、彼らが竪琴を弾くことを学ぶと、今度は叙情詩人という別の優れた詩人たちの詩を教え、竪琴の伴奏に合わせて歌わせ、リズムとハーモニーが子供たちの魂に親しいものとなるように強制します。 それは、彼らがより温和になり、より正しいリズムと調和を持つ者となって、語ることにおいても行うことにおいても有益な者となるためです。
πᾶς γὰρ ὁ βίος τοῦ ἀνθρώπου εὐρυθμίας τε καὶ εὐαρμοστίας δεῖται.
なぜなら、人間の全生涯は正しいリズムと調和を必要とするからです。
ἔτι τοίνυν πρὸς τούτοις εἰς παιδοτρίβου πέμπουσιν, ἵνα τὰ σώματα βελτίω ἔχοντες ὑπηρετῶσι τῇ διανοίᾳ χρηστῇ οὔσῃ, καὶ μὴ ἀναγκάζωνται ἀποδειλιᾶν διὰ τὴν πονηρίαν τῶν σωμάτων καὶ ἐν τοῖς πολέμοις καὶ ἐν ταῖς ἄλλαις πράξεσιν.
さらにその上、これらに加えて、体育教師のもとへ彼らを送り出します。 それは、彼らがより優れた肉体を持つことで、善良な精神に奉仕できるようにするためであり、肉体の不健全さのせいで、戦争においても他の活動においても臆病に振る舞うことを強いられないようにするためです。
καὶ ταῦτα ποιοῦσιν οἱ μάλιστα δυνάμενοι μάλιστα—μάλιστα δὲ δύνανται οἱ πλουσιώτατοι—καὶ οἱ τούτων ὑεῖς, πρῳαίτατα εἰς διδασκάλων τῆς ἡλικίας ἀρξάμενοι φοιτᾶν, ὀψιαίτατα ἀπαλλάττονται.
そして、最も力のある人々が最もこれを行い、――そして最も力があるのは最も裕福な人々ですが、――彼らの息子たちは、年齢的に最も早くから教師たちの元へ通い始め、最も遅くなってからそこを去るのです。
ἐπειδὰν δὲ ἐκ διδασκάλων ἀπαλλαγῶσιν, ἡ πόλις αὖ τούς τε νόμους ἀναγκάζει μανθάνειν καὶ κατὰ τούτους ζῆν κατὰ παράδειγμα, ἵνα μὴ αὐτοὶ ἐφʼ αὑτῶν εἰκῇ πράττωσιν, ἀλλʼ ἀτεχνῶς ὥσπερ οἱ γραμματισταὶ τοῖς μήπω δεινοῖς γράφειν τῶν παίδων ὑπογράψαντες γραμμὰς τῇ γραφίδι οὕτω τὸ γραμματεῖον διδόασιν καὶ ἀναγκάζουσι γράφειν κατὰ τὴν ὑφήγησιν τῶν γραμμῶν, ὣς δὲ καὶ ἡ πόλις νόμους ὑπογράψασα, ἀγαθῶν καὶ παλαιῶν νομοθετῶν εὑρήματα, κατὰ τούτους ἀναγκάζει καὶ ἄρχειν καὶ ἄρχεσθαι, ὃς δʼ ἂν ἐκτὸς βαίνῃ τούτων, κολάζει·
そして彼らが教師たちのもとから去ると、今度は都市が、彼らに法律を学ばせ、それを手本としてこれに従って生きることを強制します。 それは、彼らが自分勝手に気ままに行動しないようにするためです。 まったくちょうど、読み書きの教師たちが、まだ上手に書けない子供たちのために、鉄筆で手本の線をあらかじめ引き、そのようにして粘土板を渡し、その線の手引きに従って書くことを強制するように、そのように都市もまた、優れた古代の立法者たちの考案物である法律をあらかじめ提示し、これに従って支配し、また支配されることを強制するのです。 そして、この枠をはみ出す者は処罰します。
καὶ ὄνομα τῇ κολάσει ταύτῃ καὶ παρʼ ὑμῖν καὶ ἄλλοθι πολλαχοῦ, ὡς εὐθυνούσης τῆς δίκης, εὐθῦναι.
そして、この処罰に対する名称は、あなたがたの間でも他の多くの場所でも、正義が真っ直ぐに矯正することから、「査問(エウテュナイ)」と呼ばれています。
τοσαύτης οὖν τῆς ἐπιμελείας οὔσης περὶ ἀρετῆς ἰδίᾳ καὶ δημοσίᾳ, θαυμάζεις, ὦ Σώκρατες, καὶ ἀπορεῖς εἰ διδακτόν ἐστιν ἀρετή;
ソクラテスよ、徳に関してこれほど大きな配慮が私的にも公的にもなされているのに、あなたは驚き、徳が教えられうるものなのかと疑うのですか。
ἀλλʼ οὐ χρὴ θαυμάζειν, ἀλλὰ πολὺ μᾶλλον εἰ μὴ διδακτόν.
しかし、驚くべきではなく、むしろ(もし徳が)教えられえないものであるならば、はるかにそのことに驚くべきなのです。
§327ΣΩ. διὰ τί οὖν τῶν ἀγαθῶν πατέρων πολλοὶ ὑεῖς φαῦλοι γίγνονται;
ソクラテス:「ではなぜ、優れた父親たちの多くの息子が劣った者になるのか」。
τοῦτο αὖ μάθε·
このことを今度は学びなさい。
οὐδὲν γὰρ θαυμαστόν, εἴπερ ἀληθῆ ἐγὼ ἐν τοῖς ἔμπροσθεν ἔλεγον, ὅτι τούτου τοῦ πράγματος, τῆς ἀρετῆς, εἰ μέλλει πόλις εἶναι, οὐδένα δεῖ ἰδιωτεύειν.
というのも、もし都市が成り立とうとするなら、この事柄、すなわち徳において、何人も素人であってはならないと私が先に述べたことが真実であるなら、それは何ら不思議なことではないからです。
εἰ γὰρ δὴ ὃ λέγω οὕτως ἔχει—ἔχει δὲ μάλιστα πάντων οὕτως—ἐνθυμήθητι ἄλλο τῶν ἐπιτηδευμάτων ὁτιοῦν καὶ μαθημάτων προελόμενος.
なぜなら、もし私の言うことがその通りであるなら、――そしてそれは何よりもその通りなのですが、――他のどんな営みや学習事でもよいから、一つを選び出して考えてみてください。
εἰ μὴ οἷόν τʼ ἦν πόλιν εἶναι εἰ μὴ πάντες αὐληταὶ ἦμεν ὁποῖός τις ἐδύνατο ἕκαστος, καὶ τοῦτο καὶ ἰδίᾳ καὶ δημοσίᾳ πᾶς πάντα καὶ ἐδίδασκε καὶ ἐπέπληττε τὸν μὴ καλῶς αὐλοῦντα, καὶ μὴ ἐφθόνει τούτου, ὥσπερ νῦν τῶν δικαίων καὶ τῶν νομίμων οὐδεὶς φθονεῖ οὐδʼ ἀποκρύπτεται ὥσπερ τῶν ἄλλων τεχνημάτων—λυσιτελεῖ γὰρ οἶμαι ἡμῖν ἡ ἀλλήλων δικαιοσύνη καὶ ἀρετή·
もし、私たち全員が、各々ができる限りのフルート奏者でない限り都市が成り立つことが不可能であったとし、そして、私的にも公的にも、誰もが誰に対してもこのことを教え、フルートを上手に吹けない者を叱責し、しかも、今正義や法律に適った事柄について、誰も教えるのを惜しまず、他の技術のように隠しもしないのと同じように、このフルート演奏を教えることを惜しまなかったとしたら、――というのも、お互いの正義と徳は、私たちに利益をもたらすと思うからです。
διὰ ταῦτα πᾶς παντὶ προθύμως λέγει καὶ διδάσκει καὶ τὰ δίκαια καὶ τὰ νόμιμα—εἰ οὖν οὕτω καὶ ἐν αὐλήσει πᾶσαν προθυμίαν καὶ ἀφθονίαν εἴχομεν ἀλλήλους διδάσκειν, οἴει ἄν τι, ἔφη, μᾶλλον, ὦ Σώκρατες, τῶν ἀγαθῶν αὐλητῶν ἀγαθοὺς αὐλητὰς τοὺς ὑεῖς γίγνεσθαι ἢ τῶν φαύλων;
それゆえ、誰もが誰に対しても、喜んで正しいことや法律に適ったことを語り、教えるのです。 ――もしそのように、フルート演奏においても、私たちが互いに教え合うことにあらゆる熱意を注ぎ、惜しみなく教え合っていたとしたら、ソクラテスよ、優れたフルート奏者の息子たちが、劣った奏者の息子たちよりも、優れたフルート奏者になりやすいと思うでしょうか、と彼は言いました。
οἶμαι μὲν οὔ, ἀλλὰ ὅτου ἔτυχεν ὁ ὑὸς εὐφυέστατος γενόμενος εἰς αὔλησιν, οὗτος ἂν ἐλλόγιμος ηὐξήθη, ὅτου δὲ ἀφυής, ἀκλεής·
私はそうは思いません。 そうではなく、誰であれ、フルート演奏に対して最も優れた天賦の才を持って生まれた息子は、有名な奏者へと成長したでしょうし、才能のない息子は、無名のままであったでしょう。
καὶ πολλάκις μὲν ἀγαθοῦ αὐλητοῦ φαῦλος ἂν ἀπέβη, πολλάκις δʼ ἂν φαύλου ἀγαθός·
そして、しばしば優れた奏者から劣った奏者が生まれ、しばしば劣った奏者から優れた奏者が生まれたことでしょう。
ἀλλʼ οὖν αὐληταί γʼ ἂν πάντες ἦσαν ἱκανοὶ ὡς πρὸς τοὺς ἰδιώτας καὶ μηδὲν αὐλήσεως ἐπαΐοντας.
しかしそれでも、フルート演奏を全く解さない素人たちに比べれば、彼らは皆、十分な奏者であったはずです。
οὕτως οἴου καὶ νῦν, ὅστις σοι ἀδικώτατος φαίνεται ἄνθρωπος τῶν ἐν νόμοις καὶ ἀνθρώποις τεθραμμένων, δίκαιον αὐτὸν εἶναι καὶ δημιουργὸν τούτου τοῦ πράγματος, εἰ δέοι αὐτὸν κρίνεσθαι πρὸς ἀνθρώπους οἷς μήτε παιδεία ἐστὶν μήτε δικαστήρια μήτε νόμοι μηδὲ ἀνάγκη μηδεμία διὰ παντὸς ἀναγκάζουσα ἀρετῆς ἐπιμελεῖσθαι, ἀλλʼ εἶεν ἄγριοί τινες οἷοίπερ οὓς πέρυσιν Φερεκράτης ὁ ποιητὴς ἐδίδαξεν ἐπὶ Ληναίῳ.
今の状況についても同様に考えなさい。 法律と人間の社会の中で育てられた人々のうち、あなたにとって最も不正に見える人でさえ、もし彼が、教育も裁判所も法律も、また徳を配慮することを常に強制するようないかなる強制力も持たない人々、むしろ、詩人フェレクラテスが去年のレナイア祭で上演したような、ある種の野蛮人たちと比較して評価されるべきであるとするならば、彼は正しい人であり、この事柄の専門家なのです。
ἦ σφόδρα ἐν τοῖς τοιούτοις ἀνθρώποις γενόμενος, ὥσπερ οἱ ἐν ἐκείνῳ τῷ χορῷ μισάνθρωποι, ἀγαπήσαις ἂν εἰ ἐντύχοις Εὐρυβάτῳ καὶ Φρυνώνδᾳ, καὶ ἀνολοφύραιʼ ἂν ποθῶν τὴν τῶν ἐνθάδε ἀνθρώπων πονηρίαν.
あなたは、そのような人々の中に身を置くことになれば、あの劇の合唱隊に登場する人間嫌いたちのように、間違いなく強く、エウリュバトスやプリュノンダスのような悪党に出会うことがあれば喜び、こちらの人々の悪徳を恋しく思って、泣き叫ぶことでしょう。
νῦν δὲ τρυφᾷς, ὦ Σώκρατες, διότι πάντες διδάσκαλοί εἰσιν ἀρετῆς καθʼ ὅσον δύνανται ἕκαστος, καὶ οὐδείς σοι φαίνεται·
しかし今や、ソクラテスよ、誰もがそれぞれのできる限りに徳の教師であるために、あなたは贅沢な不満を抱いており、そのため誰一人として教師であるようには見えないのです。

語釈・文法注

  1. 326dἀλλʼ ἀτεχνῶς ὥσπερ οἱ γραμματισταὶ... — この長い文は、書くことに習熟していない子供に手本の線を引く教師(ὥσπερ節)と、法律を提示して市民を矯正する都市(ὣς δὲ主節)との完全な並行関係(直喩)によって構成されており、法治が一種の規範的ガイドラインとして機能することを視覚的に示している。
  2. 327aεἰ γὰρ δὴ ὃ λέγω οὕτως ἔχει — 挿入節(ἔχει δὲ...)を挟んで、フルート奏者の比喩を設定する長い条件文が展開される。全体として、複数の εἰ 節(εἰ μὴ οἷόν τʼ ἦν... および εἰ οὖν οὕτω...)が重ねられ、主節の疑問文(οἴει ἄν τι...)の帰結を導く重層的な構造を持つ。
  3. 327dἦ σφόδρα ἐν τοῖς τοιούτοις ἀνθρώποις γενόμενος... — 希求法過去(ἀγαπήσαις ἂν, ἀνολοφύραιʼ ἂν)は潜在・推量(〜するだろう、〜するにちがいない)を表す。アオリスト分詞 γενόμενος はこれらにかかり、「もしあなたがそのような人々の中に身を置くことになれば(仮定)」という条件文の接続節として機能している。

この箇所を引用する

プラトン, プロタゴラス §326-327. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0059.tlg022.humanitext-grc2:326-327

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。