§306ΣΩ. καὶ γὰρ ἔχει ὄντως, ὦ Κρίτων, εὐπρέπειαν μᾶλλον ἢ ἀλήθειαν.
ソクラテス:「実際その通りなのだ、クリトンよ。 彼らの議論は真実というよりは、見かけの説得力を持っている。
οὐ γὰρ ῥᾴδιον αὐτοὺς πεῖσαι ὅτι καὶ ἄνθρωποι καὶ τἆλλα πάντα ὅσα μεταξύ τινοιν δυοῖν ἐστιν καὶ ἀμφοτέροιν τυγχάνει μετέχοντα, ὅσα μὲν ἐκ κακοῦ καὶ ἀγαθοῦ, τοῦ μὲν βελτίω, τοῦ δὲ χείρω γίγνεται· ὅσα δὲ ἐκ δυοῖν ἀγαθοῖν μὴ πρὸς ταὐτόν, ἀμφοῖν χείρω πρὸς ὃ ἂν ἑκάτερον ᾖ χρηστὸν ἐκείνων ἐξ ὧν συνετέθη· ὅσα δʼ ἐκ δυοῖν κακοῖν συντεθέντα μὴ πρὸς τὸ αὐτὸ ὄντοιν ἐν τῷ μέσῳ ἐστίν, ταῦτα μόνα βελτίω ἑκατέρου ἐκείνων ἐστίν, ὧν ἀμφοτέρων μέρος μετέχουσιν.
というのも、人間であれ他の何であれ、二つのものの間にあってその両方にあずかっているすべてのものは、悪と善から成るものについては一方(悪)よりは良く、他方(善)よりは悪くなるということ、また、同じ目的のためではない二つの善から成るものについては、合成された元のもののそれぞれが役立つ目的から見れば、両方のどちらよりも劣るということ、さらに、同じ目的のためではない二つの悪から合成されてその中間にあるものについては、それら両方の一部を分かち持っているが、それらのそれぞれよりも優れている唯一のものであるということ、これらを彼らに納得させるのは容易ではないからだ。
εἰ μὲν οὖν ἡ φιλοσοφία ἀγαθόν ἐστιν καὶ ἡ πολιτικὴ πρᾶξις, πρὸς ἄλλο δὲ ἑκατέρα, οὗτοι δʼ ἀμφοτέρων μετέχοντες τούτων ἐν μέσῳ εἰσίν, οὐδὲν λέγουσιν—ἀμφοτέρων γάρ εἰσι φαυλότεροι—εἰ δὲ ἀγαθὸν καὶ κακόν, τῶν μὲν βελτίους, τῶν δὲ χείρους·
それゆえ、もし哲学が良いものであり、政治的活動もそうであって、しかもそれぞれが異なる目的のためのものであり、彼らがその両方にあずかってその中間に位置しているなら、彼らの言うことは無意味である。 なぜなら、彼らは両方のどちらよりも劣っているからだ。 しかし、一方が良く他方が悪いものであるなら、彼らは一方よりは優れ、他方よりは劣ることになる。
εἰ δὲ κακὰ ἀμφότερα, οὕτως ἄν τι λέγοιεν ἀληθές, ἄλλως δʼ οὐδαμῶς.
もし両方が悪いものであるなら、そうであって初めて彼らはいくらか真実を語ることになるが、それ以外には決してそうではない。
οὐκ ἂν οὖν οἶμαι αὐτοὺς ὁμολογῆσαι οὔτε κακὼ αὐτὼ ἀμφοτέρω εἶναι οὔτε τὸ μὲν κακόν, τὸ δὲ ἀγαθόν·
それゆえ、私は、彼らがその両方を悪いものであるとも、また一方が悪く他方が良いものであるとも認めないと思う。
ἀλλὰ τῷ ὄντι οὗτοι ἀμφοτέρων μετέχοντες ἀμφοτέρων ἥττους εἰσὶν πρὸς ἑκάτερον πρὸς ὃ ἥ τε πολιτικὴ καὶ ἡ φιλοσοφία ἀξίω λόγου ἐστόν, καὶ τρίτοι ὄντες τῇ ἀληθείᾳ ζητοῦσι πρῶτοι δοκεῖν εἶναι.
しかし実際には、彼らは両方にあずかっていながら、政治と哲学のそれぞれが価値あるものであるその目的から見れば、両方のどちらに対しても劣っており、真実においては三番手であるのに、一番手であると思われようとしているのだ。
συγγιγνώσκειν μὲν οὖν αὐτοῖς χρὴ τῆς ἐπιθυμίας καὶ μὴ χαλεπαίνειν, ἡγεῖσθαι μέντοι τοιούτους εἶναι οἷοί εἰσιν·
したがって、彼らのその望みについては許してやり、腹を立てるべきではないが、彼らがまさにそのような者たちであると見なすべきだ。
πάντα γὰρ ἄνδρα χρὴ ἀγαπᾶν ὅστις καὶ ὁτιοῦν λέγει ἐχόμενον φρονήσεως πρᾶγμα καὶ ἀνδρείως ἐπεξιὼν διαπονεῖται.
なぜなら、知恵に関わる事柄を少しでも語り、勇敢にそれを追究して骨折っている人なら、誰であっても重んじるべきだからだ。
ΚΡ. καὶ μήν, ὦ Σώκρατες, καὶ αὐτὸς περὶ τῶν ὑέων, ὥσπερ ἀεὶ πρός σε λέγω, ἐν ἀπορίᾳ εἰμὶ τί δεῖ αὐτοῖς χρήσασθαι.
」クリトン:「しかし本当に、ソクラテスよ、私自身も息子たちのことで、いつも君に言っているように、彼らをどう扱ったらよいか途方に暮れているのだ。
ὁ μὲν οὖν νεώτερος ἔτι καὶ σμικρός ἐστιν, Κριτόβουλος δʼ ἤδη ἡλικίαν ἔχει καὶ δεῖταί τινος ὅστις αὐτὸν ὀνήσει.
下の息子はまだ幼くて小さいが、クリトブロスはもう年齢に達しており、彼を益してくれる誰かを必要としている。
ἐγὼ μὲν οὖν ὅταν σοὶ συγγένωμαι, οὕτω διατίθεμαι ὥστʼ ἐμοὶ δοκεῖ μανίαν εἶναι τὸ ἕνεκα τῶν παίδων ἄλλων μὲν πολλῶν σπουδὴν τοιαύτην ἐσχηκέναι, καὶ περὶ τοῦ γάμου ὅπως ἐκ γενναιοτάτης ἔσονται μητρός, καὶ περὶ τῶν χρημάτων ὅπως ὡς πλουσιώτατοι, αὐτῶν δὲ περὶ παιδείας ἀμελῆσαι·
私は、君と会っているときは、子供たちのために、他の多くのことにはそれほど熱意を注ぎ、たとえば最も高貴な血統の母親から生まれるようにと結婚に心を配ったり、できるだけ裕福になるようにと財産に心を配ったりしながら、彼ら自身の教育を怠るなど狂気の沙汰だとしか思えなくなる。
ὅταν δὲ εἴς τινα ἀποβλέψω τῶν φασκόντων ἂν παιδεῦσαι ἀνθρώπους, ἐκπέπληγμαι καί μοι δοκεῖ εἷς ἕκαστος αὐτῶν σκοποῦντι πάνυ ἀλλόκοτος εἶναι, ὥς γε πρὸς σὲ τἀληθῆ εἰρῆσθαι·
しかし、人を教育できると称する人々の誰かに目を向けると、私は愕然とし、よく観察してみると、彼らの一人一人がまったく奇妙極まりない人物に思えてしまうのだ、君に対して真実を言うならば。
ὥστε οὐκ ἔχω ὅπως προτρέπω τὸ μειράκιον ἐπὶ φιλοσοφίαν.
そのため、私はあの若者をどうやって哲学へと向かわせたらよいか分からないのだ。
§307ΣΩ. ὦ φίλε Κρίτων, οὐκ οἶσθα ὅτι ἐν παντὶ ἐπιτηδεύματι οἱ μὲν φαῦλοι πολλοὶ καὶ οὐδενὸς ἄξιοι, οἱ δὲ σπουδαῖοι ὀλίγοι καὶ παντὸς ἄξιοι;
」ソクラテス:「親愛なるクリトンよ、どんな営みにおいても、劣った人々は多くて無価値であり、優れた人々は少なくて極めて価値があるということを知らないのか。
ἐπεὶ γυμναστικὴ οὐ καλὸν δοκεῖ σοι εἶναι, καὶ χρηματιστικὴ καὶ ῥητορικὴ καὶ στρατηγία;
では、体育は君にとって素晴らしいものとは思えないかね。 また、金儲けや、弁論術、将軍の職も?
ΚΡ. ἔμοιγε πάντως δήπου.
」クリトン:「私には、もちろん、全くそう思えます。
ΣΩ. τί οὖν;
」ソクラテス:「ではどうだ。
ἐν ἑκάστῃ τούτων τοὺς πολλοὺς πρὸς ἕκαστον τὸ ἔργον οὐ καταγελάστους ὁρᾷς;
これらそれぞれの営みにおいて、多くの人々がそれぞれの仕事に対して滑稽であるのを君は見ないかね。
ΚΡ. ναὶ μὰ τὸν Δία, καὶ μάλα ἀληθῆ λέγεις.
」クリトン:「はい、ゼウスにかけて、本当におっしゃる通りです。
ΣΩ. ἦ οὖν τούτου ἕνεκα αὐτός τε φεύξῃ πάντα τὰ ἐπιτηδεύματα καὶ τῷ ὑεῖ οὐκ ἐπιτρέψεις;
」ソクラテス:「では、そのことを理由に、君自身もすべての営みを避け、息子にもそれを許さないつもりかね。
ΚΡ. οὔκουν δίκαιόν γε, ὦ Σώκρατες.
」クリトン:「それでは道理に合いません、ソクラテスよ。
ΣΩ. μὴ τοίνυν ὅ γε οὐ χρὴ ποίει, ὦ Κρίτων, ἀλλʼ ἐάσας χαίρειν τοὺς ἐπιτηδεύοντας φιλοσοφίαν, εἴτε χρηστοί εἰσιν εἴτε πονηροί, αὐτὸ τὸ πρᾶγμα βασανίσας καλῶς τε καὶ εὖ, ἐὰν μέν σοι φαίνηται φαῦλον ὄν, πάντʼ ἄνδρα ἀπότρεπε, μὴ μόνον τοὺς ὑεῖς·
」ソクラテス:「それなら、クリトンよ、なすべきでないことをしてはならない。 むしろ、哲学に携わっている人々が良い者であろうと悪い者であろうと、彼らのことは放っておいて、その営み自体を立派に、十分に吟味しなさい。 そして、もしそれが君にとって価値のないものに見えるなら、息子たちだけでなく、あらゆる人を遠ざけなさい。
ἐὰν δὲ φαίνηται οἷον οἶμαι αὐτὸ ἐγὼ εἶναι, θαρρῶν δίωκε καὶ ἄσκει, τὸ λεγόμενον δὴ τοῦτο, αὐτός τε καὶ τὰ παιδία.
しかし、もしそれが、私自身がそうであると思っているようなものに見えるなら、確信を持ってそれを追求し、実践しなさい。 まさに言われる通り、君自身も子供たちも一緒に。 」