§304ΣΩ. τοῦτο μὲν οὖν τοῦ πράγματος σφῶν τὸ σοφὸν πρὸς μὲν τὸ ταχὺ παραδιδόναι καλόν, ἐναντίον δʼ ἀνθρώπων διαλέγεσθαι οὐκ ἐπιτήδειον, ἀλλʼ ἄν γέ μοι πείθησθε, εὐλαβήσεσθε μὴ πολλῶν ἐναντίον λέγειν, ἵνα μὴ ταχὺ ἐκμαθόντες ὑμῖν μὴ εἰδῶσιν χάριν.
ソクラテス:「さて、彼らのこの営みにおける知恵の側面は、素早く伝授するためには見事なものだが、人々の前で議論するのには適していない。 しかし、もし私に耳を貸すなら、多くの人々の前で議論することを避けなさい。 素早く学び取って、あなた方に感謝もしなくなるだろうから。
ἀλλὰ μάλιστα μὲν αὐτὼ πρὸς ἀλλήλω μόνω διαλέγεσθον·
むしろ、できればお二人だけで議論するのが一番良い。
εἰ δὲ μή, εἴπερ ἄλλου του ἐναντίον, ἐκείνου μόνου ὃς ἂν ὑμῖν διδῷ ἀργύριον.
さもなければ、他の誰かの前で議論するとしても、あなた方に謝礼を支払うその人一人の前だけにすることだ。
τὰ αὐτὰ δὲ ταῦτα, ἐὰν σωφρονῆτε, καὶ τοῖς μαθηταῖς συμβουλεύσετε, μηδέποτε μηδενὶ ἀνθρώπων διαλέγεσθαι ἀλλʼ ἢ ὑμῖν τε καὶ αὑτοῖς·
これと全く同じことを、もし分別があるなら、弟子たちにも勧めなさい。 自分自身とお互いの間だけで議論し、他のいかなる人とも決して議論しないようにと。
τὸ γὰρ σπάνιον, ὦ Εὐθύδημε, τίμιον, τὸ δὲ ὕδωρ εὐωνότατον, ἄριστον ὄν, ὡς ἔφη Πίνδαρος.
なぜなら、エウテュデモスよ、希少なものは貴重であり、水は、ピンダロスが言ったように、最良のものであるのに最も安価だからだ。
ἀλλʼ ἄγετε, ἦν δʼ ἐγώ, ὅπως κἀμὲ καὶ Κλεινίαν τόνδε παραδέξεσθον.
さあ、」と私は言った、「私とここにいるクレイニアスも弟子として受け入れておくれ。
ταῦτα, ὦ Κρίτων, καὶ ἄλλα ἄττα ἔτι βραχέα διαλεχθέντες ἀπῇμεν.
」クリトンよ、これらやその他いくつかの短い対話をして、私たちは立ち去った。
σκόπει οὖν ὅπως συμφοιτήσεις παρὰ τὼ ἄνδρε, ὡς ἐκείνω φατὸν οἵω τε εἶναι διδάξαι τὸν ἐθέλοντʼ ἀργύριον διδόναι, καὶ οὔτε φύσιν οὔθʼ ἡλικίαν ἐξείργειν οὐδεμίαν—ὃ δὲ καὶ σοὶ μάλιστα προσήκει ἀκοῦσαι, ὅτι οὐδὲ τοῦ χρηματίζεσθαί φατον διακωλύειν οὐδέν—μὴ οὐ παραλαβεῖν ὁντινοῦν εὐπετῶς τὴν σφετέραν σοφίαν.
だから、どのようにしてあの二人のもとに通うか考えなさい。 彼らは謝礼を支払う意志のある者なら誰にでも教えることができると言っており、生まれも年齢も一切妨げにならないのだから。 そして、君が聞くのに最もふさわしいことだが、彼らは金儲けをすることも、誰であっても自分たちの知恵を容易に受け取ることを全く妨げないと主張しているのだ。
ΚΡ. καὶ μήν, ὦ Σώκρατες, φιλήκοος μὲν ἔγωγε καὶ ἡδέως ἄν τι μανθάνοιμι, κινδυνεύω μέντοι κἀγὼ εἷς εἶναι τῶν οὐχ ὁμοίων Εὐθυδήμῳ, ἀλλʼ ἐκείνων ὧν δὴ καὶ σὺ ἔλεγες, τῶν ἥδιον ἂν ἐξελεγχομένων ὑπὸ τῶν τοιούτων λόγων ἢ ἐξελεγχόντων.
クリトン:「しかし実際、ソクラテスよ、私は人の話を聞くのが好きだし、喜んで何かを学びたいのだが、私もまたエウテュデモスとは似ておらず、むしろ君がさっき言っていた、そうした議論によって反駁するよりも、むしろ反駁される方を好む者の一人になりそうだ。
ἀτὰρ γελοῖον μέν μοι δοκεῖ εἶναι τὸ νουθετεῖν σε, ὅμως δέ, ἅ γʼ ἤκουον, ἐθέλω σοι ἀπαγγεῖλαι.
とはいえ、君に忠告するのは滑稽に思われるが、それでも、私が耳にしたことを君に伝えたい。
τῶν ἀφʼ ὑμῶν ἀπιόντων ἴσθʼ ὅτι προσελθών τίς μοι περιπατοῦντι, ἀνὴρ οἰόμενος πάνυ εἶναι σοφός, τούτων τις τῶν περὶ τοὺς λόγους τοὺς εἰς τὰ δικαστήρια δεινῶν,
ὦ Κρίτων,
ἔφη,
οὐδὲν ἀκροᾷ τῶνδε τῶν σοφῶν;
私たちが立ち去る時、私が散歩していると、ある男が近づいてきた。 彼は自分が非常に知恵のある人間だと思い込んでおり、法廷での議論に長けたあの種の人々の一人だった。 『クリトンよ』と彼は言った。 『あなたはこうした知恵ある者たちの話を聞かないのですか。
—οὐ μὰ τὸν Δία, ἦν δʼ ἐγώ·
』 ――『いいえ、ゼウスにかけて』と私は言った。
οὐ γὰρ οἷός τʼ ἦ προσστὰς κατακούειν ὑπὸ τοῦ ὄχλου.
『群衆のせいで、そばに立って聞き取ることができなかったのです。
—
καὶ μήν,
ἔφη,
ἄξιόν γʼ ἦν ἀκοῦσαι.
』 ――『しかし実際』と彼は言った。 『聞く価値はありましたよ。
—τί δέ; ἦν δʼ ἐγώ.
』 ――『どうしてですか』と私は言った。
—
ἵνα ἤκουσας ἀνδρῶν διαλεγομένων οἳ νῦν σοφώτατοί εἰσι τῶν περὶ τοὺς τοιούτους λόγους.
――『そうすれば、この種の議論において現在最も知恵のある人々が議論しているのを聞くことができたでしょうから。
—κἀγὼ εἶπον·
』 ――すると私は言った。
τί οὖν ἐφαίνοντό σοι;
『それで、彼らはあなたにどのように見えましたか。
—
τί δὲ ἄλλο,
ἦ δʼ ὅς,
ἢ οἷάπερ ἀεὶ ἄν τις τῶν τοιούτων ἀκούσαι ληρούντων καὶ περὶ οὐδενὸς ἀξίων ἀναξίαν σπουδὴν ποιουμένων;
』 ――『他でもない』と彼は言った。 『この種の人々がいつもうわ言を言い、価値のない事柄に対して価値のない熱意を注いでいるのを耳にする時と同じですよ。
(οὑτωσὶ γάρ πως καὶ εἶπεν τοῖς ὀνόμασιν).
』(彼はほぼこのような言葉遣いで言ったのだ)。
—καὶ ἐγώ, ἀλλὰ μέντοι, ἔφην, χαρίεν γέ τι πρᾶγμά ἐστιν ἡ φιλοσοφία.
そして私は言った。 『しかし、それでも哲学は何か魅力的なものですよね。
§305ΚΡ.
ποῖον,
ἔφη,
χαρίεν, ὦ μακάριε;
』」クリトン:「『何が魅力的なのですか、お幸せな方よ。
οὐδενὸς μὲν οὖν ἄξιον.
まったく価値のないものです。
ἀλλὰ καὶ εἰ νῦν παρεγένου, πάνυ ἄν σε οἶμαι αἰσχυνθῆναι ὑπὲρ τοῦ σεαυτοῦ ἑταίρου·
もしあなた自身がその場にいたなら、あなた自身の友人のために非常に恥ずかしく思っただろうと私は思いますよ。
οὕτως ἦν ἄτοπος, ἐθέλων ἑαυτὸν παρέχειν ἀνθρώποις οἷς οὐδὲν μέλει ὅτι ἂν λέγωσιν, παντὸς δὲ ῥήματος ἀντέχονται.
彼は、自分たちが何を言っているかなど全く気にかけず、すべての言葉に難癖をつけるような連中に、自分を任せようとするほど奇妙だったのです。
καὶ οὗτοι, ὅπερ ἄρτι ἔλεγον, ἐν τοῖς κράτιστοί εἰσι τῶν νῦν.
そして彼らは、先ほど私が言ったように、現在最も優れた者たちの中にいるのです。
ἀλλὰ γάρ, ὦ Κρίτων,
ἔφη,
τὸ πρᾶγμα αὐτὸ καὶ οἱ ἄνθρωποι οἱ ἐπὶ τῷ πράγματι διατρίβοντες φαῦλοί εἰσιν καὶ καταγέλαστοι.
しかし、クリトンよ』と彼は言った、『その営み自体も、その営みに時間を費やしている人間たちも、くだらなく滑稽なものなのです。
ἐμοὶ δέ, ὦ Σώκρατες, τὸ πρᾶγμα ἐδόκει οὐκ ὀρθῶς ψέγειν οὔθʼ οὗτος οὔτʼ εἴ τις ἄλλος ψέγει·
』しかし、ソクラテスよ、私には、この男も、あるいは他に非難する者がいるとしても、その営みを正しく非難しているとは思えなかった。
τὸ μέντοι ἐθέλειν διαλέγεσθαι τοιούτοις ἐναντίον πολλῶν ἀνθρώπων ὀρθῶς μοι ἐδόκει μέμφεσθαι.
しかし、多くの人々の前でそのような連中と好んで議論することについては、彼が正しく非難しているように私には思えたのだ。
ΣΩ. ὦ Κρίτων, θαυμάσιοί εἰσιν οἱ τοιοῦτοι ἄνδρες.
」ソクラテス:「クリトンよ、そのような人々は驚くべき者たちだ。
ἀτὰρ οὔπω οἶδα ὅτι μέλλω ἐρεῖν.
しかし、私が言おうとしていることが何か、まだ言っていない。
ποτέρων ἦν ὁ προσελθών σοι καὶ μεμφόμενος τὴν φιλοσοφίαν;
君に近づいて哲学を非難したその男は、どちらの類のものだったかね。
πότερον τῶν ἀγωνίσασθαι δεινῶν ἐν τοῖς δικαστηρίοις, ῥήτωρ τις, ἢ τῶν τοὺς τοιούτους εἰσπεμπόντων, ποιητὴς τῶν λόγων οἷς οἱ ῥήτορες ἀγωνίζονται;
法廷で争うことに長けた者、すなわち一種の弁論家か、あるいはそのような連中を送り出す者、すなわち弁論家たちが争うための言論を制作する者か。
ΚΡ. ἥκιστα νὴ τὸν Δία ῥήτωρ, οὐδὲ οἶμαι πώποτʼ αὐτὸν ἐπὶ δικαστήριον ἀναβεβηκέναι·
」クリトン:「ゼウスにかけて、弁論家などでは決してありません。 彼は法廷に上がったことさえ一度もないと思います。
ἀλλʼ ἐπαΐειν αὐτόν φασι περὶ τοῦ πράγματος νὴ τὸν Δία καὶ δεινὸν εἶναι καὶ δεινοὺς λόγους συντιθέναι.
しかし、ゼウスにかけて、彼はその事柄について通じており、有能で、優れた言論を構成すると人々は言っています。
ΣΩ. ἤδη μανθάνω·
」ソクラテス:「いよいよ分かった。
περὶ τούτων καὶ αὐτὸς νυνδὴ ἔμελλον λέγειν.
今まさに私も彼らについて言おうとしていたのだ。
οὗτοι γάρ εἰσιν μέν, ὦ Κρίτων, οὓς ἔφη Πρόδικος μεθόρια φιλοσόφου τε ἀνδρὸς καὶ πολιτικοῦ, οἴονται δʼ εἶναι πάντων σοφώτατοι ἀνθρώπων, πρὸς δὲ τῷ εἶναι καὶ δοκεῖν πάνυ παρὰ πολλοῖς, ὥστε παρὰ πᾶσιν εὐδοκιμεῖν ἐμποδὼν σφίσιν εἶναι οὐδένας ἄλλους ἢ τοὺς περὶ φιλοσοφίαν ἀνθρώπους.
クリトンよ、彼らこそはプロディコスが『哲学者と政治家の境界に位置する者たち』と言った人々だ。 彼らは自分が人類の中で最も知恵があると思い込んでおり、さらに、多くの人々の間で実際にそうであり、そう思われてもいるため、すべての人々の間で評判を得る上で、哲学に携わる人間たち以外に誰も自分たちの障害になる者はいないと考えている。
ἡγοῦνται οὖν, ἐὰν τούτους εἰς δόξαν καταστήσωσιν μηδενὸς δοκεῖν ἀξίους εἶναι, ἀναμφισβητήτως ἤδη παρὰ πᾶσιν τὰ νικητήρια εἰς δόξαν οἴσεσθαι σοφίας πέρι.
したがって、もしこれらの人々を、全く無価値な者であるという評判に陥れることができれば、知恵に関して、自分たちが誰からも異議を唱えられることなく、すべての人々から勝利の栄誉を得られると彼らは考えている。
εἶναι μὲν γὰρ τῇ ἀληθείᾳ σφᾶς σοφωτάτους, ἐν δὲ τοῖς ἰδίοις λόγοις ὅταν ἀποληφθῶσιν, ὑπὸ τῶν ἀμφὶ Εὐθύδημον κολούεσθαι.
なぜなら、真実において自分たちが最も知恵があるのであり、私的な議論において追い詰められたときには、エウテュデモスの一味によって切り崩されるだけだと考えているからだ。
σοφοὶ δὲ ἡγοῦνται εἶναι πάνυ—εἰκότως·
彼らは自分たちが非常に知恵があると思っているが、それには理由がある。
μετρίως μὲν γὰρ φιλοσοφίας ἔχειν, μετρίως δὲ πολιτικῶν, πάνυ ἐξ εἰκότος λόγου—μετέχειν γὰρ ἀμφοτέρων ὅσον ἔδει, ἐκτὸς δὲ ὄντες κινδύνων καὶ ἀγώνων καρποῦσθαι τὴν σοφίαν.
彼らは哲学も適度に修め、政治も適度に修めているのだから。 非常に理にかなった議論によって(と彼らは思う)、なぜなら、彼らは両方に必要なだけあずかっており、危険や闘争の外にいてその知恵の果実を享受しているからだ。
ΚΡ. τί οὖν;
」クリトン:「では、どうですか、ソクラテスよ。
δοκοῦσί σοί τι, ὦ Σώκρατες, λέγειν;
彼らは何か的を射たことを言っているように見えますか。
οὐ γάρ τοι ἀλλὰ ὅ γε λόγος ἔχει τινὰ εὐπρέπειαν τῶν ἀνδρῶν.
というのも、あの人々の議論にはある種の説得力がありますからね。 」