§306ΣΩ. καὶ γὰρ ἔχει ὄντως, ὦ Κρίτων, εὐπρέπειαν μᾶλλον ἢ ἀλήθειαν.
苏格拉底:“因为实际上,克里托啊,他们的言论确实更具有体面的说服力,而非真实。
οὐ γὰρ ῥᾴδιον αὐτοὺς πεῖσαι ὅτι καὶ ἄνθρωποι καὶ τἆλλα πάντα ὅσα μεταξύ τινοιν δυοῖν ἐστιν καὶ ἀμφοτέροιν τυγχάνει μετέχοντα, ὅσα μὲν ἐκ κακοῦ καὶ ἀγαθοῦ, τοῦ μὲν βελτίω, τοῦ δὲ χείρω γίγνεται· ὅσα δὲ ἐκ δυοῖν ἀγαθοῖν μὴ πρὸς ταὐτόν, ἀμφοῖν χείρω πρὸς ὃ ἂν ἑκάτερον ᾖ χρηστὸν ἐκείνων ἐξ ὧν συνετέθη· ὅσα δʼ ἐκ δυοῖν κακοῖν συντεθέντα μὴ πρὸς τὸ αὐτὸ ὄντοιν ἐν τῷ μέσῳ ἐστίν, ταῦτα μόνα βελτίω ἑκατέρου ἐκείνων ἐστίν, ὧν ἀμφοτέρων μέρος μετέχουσιν.
因为要让他们相信这一点并不容易:无论是人还是其他任何处于两物之间并同时分享这两者的东西——那些由恶与善构成的,会变得比其中之一(恶)更好,而比另一个(善)更差;而那些由两个不朝向同一目的的善构成的,相对于它们所由合成的那些东西各自有用的目的而言,会比两者都差;至于那些由两个不朝向同一目的的恶合成并处于其中的东西,只有这些才是比它们各自分享其一部分的那些东西都要好的。
εἰ μὲν οὖν ἡ φιλοσοφία ἀγαθόν ἐστιν καὶ ἡ πολιτικὴ πρᾶξις, πρὸς ἄλλο δὲ ἑκατέρα, οὗτοι δʼ ἀμφοτέρων μετέχοντες τούτων ἐν μέσῳ εἰσίν, οὐδὲν λέγουσιν—ἀμφοτέρων γάρ εἰσι φαυλότεροι—εἰ δὲ ἀγαθὸν καὶ κακόν, τῶν μὲν βελτίους, τῶν δὲ χείρους· εἰ δὲ κακὰ ἀμφότερα, οὕτως ἄν τι λέγοιεν ἀληθές, ἄλλως δʼ οὐδαμῶς.
因此,如果哲学是某种好东西,政治活动也是,且各自朝向不同的目的,而这些人由于分享了这两者而处于中间,那么他们说的话就毫无价值——因为他们比两者都差——但如果一者是好而另一者是恶,那么他们就会比一者好,而比另一者差;如果两者都是恶,那么只有在这种情况下,他们才可能说出一些真理,否则绝不可能。
οὐκ ἂν οὖν οἶμαι αὐτοὺς ὁμολογῆσαι οὔτε κακὼ αὐτὼ ἀμφοτέρω εἶναι οὔτε τὸ μὲν κακόν, τὸ δὲ ἀγαθόν· ἀλλὰ τῷ ὄντι οὗτοι ἀμφοτέρων μετέχοντες ἀμφοτέρων ἥττους εἰσὶν πρὸς ἑκάτερον πρὸς ὃ ἥ τε πολιτικὴ καὶ ἡ φιλοσοφία ἀξίω λόγου ἐστόν, καὶ τρίτοι ὄντες τῇ ἀληθείᾳ ζητοῦσι πρῶτοι δοκεῖν εἶναι.
因此,我认为他们既不会承认两者都是恶,也不会承认一者是恶而另一者是善;但在现实中,他们分享了这两者,相对于政治和哲学各自有价值的目的而言,他们却比两者都劣,而在真实中他们是第三等,却企图显得是第一等。
συγγιγνώσκειν μὲν οὖν αὐτοῖς χρὴ τῆς ἐπιθυμίας καὶ μὴ χαλεπαίνειν, ἡγεῖσθαι μέντοι τοιούτους εἶναι οἷοί εἰσιν· πάντα γὰρ ἄνδρα χρὴ ἀγαπᾶν ὅστις καὶ ὁτιοῦν λέγει ἐχόμενον φρονήσεως πρᾶγμα καὶ ἀνδρείως ἐπεξιὼν διαπονεῖται.
因此,我们应该原谅他们的这种欲望,不要生气,但要认为他们正如他们所是的那样;因为我们应该器重任何一个哪怕说出一点与智慧相关的话,并勇敢地追求、辛勤劳作的人。
ΚΡ. καὶ μήν, ὦ Σώκρατες, καὶ αὐτὸς περὶ τῶν ὑέων, ὥσπερ ἀεὶ πρός σε λέγω, ἐν ἀπορίᾳ εἰμὶ τί δεῖ αὐτοῖς χρήσασθαι.
” 克里托:“然而确实,苏格拉底啊,我自己对于儿子们,正如我一直对你所说的那样,正处于不知该如何对待他们的困境中。
ὁ μὲν οὖν νεώτερος ἔτι καὶ σμικρός ἐστιν, Κριτόβουλος δʼ ἤδη ἡλικίαν ἔχει καὶ δεῖταί τινος ὅστις αὐτὸν ὀνήσει.
较小的一个确实还小,但克里托布洛斯已经到了年龄,需要一个能使他受益的人。
ἐγὼ μὲν οὖν ὅταν σοὶ συγγένωμαι, οὕτω διατίθεμαι ὥστʼ ἐμοὶ δοκεῖ μανίαν εἶναι τὸ ἕνεκα τῶν παίδων ἄλλων μὲν πολλῶν σπουδὴν τοιαύτην ἐσχηκέναι, καὶ περὶ τοῦ γάμου ὅπως ἐκ γενναιοτάτης ἔσονται μητρός, καὶ περὶ τῶν χρημάτων ὅπως ὡς πλουσιώτατοι, αὐτῶν δὲ περὶ παιδείας ἀμελῆσαι·
因此,当我与你相处时,我所处的心境使我认为,为了孩子们而在许多其他事情上付出如此的热情,比如操心婚姻以使他们能出自最高贵的母亲,以及操心财产以使他们尽可能富有,却忽视了他们自己的教育,这简直是疯狂之举。
ὅταν δὲ εἴς τινα ἀποβλέψω τῶν φασκόντων ἂν παιδεῦσαι ἀνθρώπους, ἐκπέπληγμαι καί μοι δοκεῖ εἷς ἕκαστος αὐτῶν σκοποῦντι πάνυ ἀλλόκοτος εἶναι, ὥς γε πρὸς σὲ τἀληθῆ εἰρῆσθαι·
但当我看着那些声称能够教育人的人时,我感到震惊,在我的观察下,他们中的每一个人似乎都非常奇特,对你说实话的话。
ὥστε οὐκ ἔχω ὅπως προτρέπω τὸ μειράκιον ἐπὶ φιλοσοφίαν.
因此,我不知道如何引导这个年轻人走向哲学。
§307ΣΩ. ὦ φίλε Κρίτων, οὐκ οἶσθα ὅτι ἐν παντὶ ἐπιτηδεύματι οἱ μὲν φαῦλοι πολλοὶ καὶ οὐδενὸς ἄξιοι, οἱ δὲ σπουδαῖοι ὀλίγοι καὶ παντὸς ἄξιοι;
” 苏格拉底:“亲爱的克里托啊,难道你不知道,在任何行当里,平庸的人都很多且一文不值,而优秀的人都很少且极具价值吗?
ἐπεὶ γυμναστικὴ οὐ καλὸν δοκεῖ σοι εἶναι, καὶ χρηματιστικὴ καὶ ῥητορικὴ καὶ στρατηγία;
难道体育在你看来不是一件美好的事情吗? 还有理财、演说术和将领之职?
ΚΡ. ἔμοιγε πάντως δήπου.
” 克里托:“在我看来,当然完全是这样。
ΣΩ. τί οὖν;
” 苏格拉底:“那么怎么样?
ἐν ἑκάστῃ τούτων τοὺς πολλοὺς πρὸς ἕκαστον τὸ ἔργον οὐ καταγελάστους ὁρᾷς;
在这些行当的每一个中,难道你没有看到大多数人在面对各自的工作时都很滑稽吗?
ΚΡ. ναὶ μὰ τὸν Δία, καὶ μάλα ἀληθῆ λέγεις.
” 克里托:“是的,凭着宙斯起誓,你说得确实非常对。
ΣΩ. ἦ οὖν τούτου ἕνεκα αὐτός τε φεύξῃ πάντα τὰ ἐπιτηδεύματα καὶ τῷ ὑεῖ οὐκ ἐπιτρέψεις;
” 苏格拉底:“那么,难道因为这个原因,你就要自己逃避所有的行当,并且不准你的儿子参与吗?
ΚΡ. οὔκουν δίκαιόν γε, ὦ Σώκρατες.
” 克里托:“苏格拉底啊,这当然是不合理的。
ΣΩ. μὴ τοίνυν ὅ γε οὐ χρὴ ποίει, ὦ Κρίτων, ἀλλʼ ἐάσας χαίρειν τοὺς ἐπιτηδεύοντας φιλοσοφίαν, εἴτε χρηστοί εἰσιν εἴτε πονηροί, αὐτὸ τὸ πρᾶγμα βασανίσας καλῶς τε καὶ εὖ, ἐὰν μέν σοι φαίνηται φαῦλον ὄν, πάντʼ ἄνδρα ἀπότρεπε, μὴ μόνον τοὺς ὑεῖς· ἐὰν δὲ φαίνηται οἷον οἶμαι αὐτὸ ἐγὼ εἶναι, θαρρῶν δίωκε καὶ ἄσκει, τὸ λεγόμενον δὴ τοῦτο, αὐτός τε καὶ τὰ παιδία.
” 苏格拉底:“那么,克里托啊,不要做不应该做的事。 而是让那些从事哲学的人随他们去吧,无论他们是好是坏,你要亲自把这件事情本身很好、很充分地加以检验。 如果它在你看来确实是一件无价值的事,那就要让所有人,而不仅仅是你的儿子们,都远离它;但如果它在你看来正是我所认为的那样,那就要鼓起勇气去追求并付诸实践,正如俗话所说,你和你的孩子们都要如此。 ”