§273ΣΩ. πάλιν οὖν ἐκαθεζόμην, καὶ ὀλίγῳ ὕστερον εἰσέρχεσθον τούτω—ὅ τʼ Εὐθύδημος καὶ ὁ Διονυσόδωρος—καὶ ἄλλοι μαθηταὶ ἅμα αὖ πολλοὶ ἐμοὶ δοκεῖν·
ソクラテス:そこで私は再び腰を下ろした。 すると、少し後になってから、この二人――エウテュデモスとディオニュソドロス――が入ってきた。 そして彼らと一緒に、私が見たところ、さらに多くの門下生たちも入ってきた。
εἰσελθόντε δὲ περιπατείτην ἐν τῷ καταστέγῳ δρόμῳ.
入ってくると、二人は屋根付きの走廊を歩き回っていた。
καὶ οὔπω τούτω δύʼ ἢ τρεῖς δρόμους περιεληλυθότε ἤστην, καὶ εἰσέρχεται Κλεινίας, ὃν σὺ φῂς πολὺ ἐπιδεδωκέναι, ἀληθῆ λέγων·
そして、二人がまだそこを二、三周もしないうちに、クレイニアスが入ってきた。 お前が大きく成長したと言った通りの、まさにその通りの若者だ。
ὄπισθεν δὲ αὐτοῦ ἐρασταὶ πάνυ πολλοί τε καὶ ἄλλοι καὶ Κτήσιππος, νεανίσκος τις Παιανιεύς, μάλα καλός τε κἀγαθὸς τὴν φύσιν, ὅσον μὴ ὑβριστὴς διὰ τὸ νέος εἶναι.
彼の後ろには、非常に大勢の愛慕者たちや、その他の人々、そしてパイアニア区出身の若者であるクテシッポスが従っていた。 彼は生まれつき極めて美しく立派だが、若さゆえの不遜なところだけが玉に瑕であった。
ἰδὼν οὖν με ὁ Κλεινίας ἀπὸ τῆς εἰσόδου μόνον καθήμενον, ἄντικρυς ἰὼν παρεκαθέζετο ἐκ δεξιᾶς, ὥσπερ καὶ σὺ φῄς.
クレイニアスは入り口から、私が一人で座っているのを見ると、まっすぐこちらに来て、お前が言うように、右側に腰を下ろした。
ἰδόντε δὲ αὐτὸν ὅ τε Διονυσόδωρος καὶ ὁ Εὐθύδημος πρῶτον μὲν ἐπιστάντε διελεγέσθην ἀλλήλοιν, ἄλλην καὶ ἄλλην ἀποβλέποντε εἰς ἡμᾶς—καὶ γὰρ πάνυ αὐτοῖν προσεῖχον τὸν νοῦν—ἔπειτα ἰόντε ὁ μὲν παρὰ τὸ μειράκιον ἐκαθέζετο, ὁ Εὐθύδημος, ὁ δὲ παρʼ αὐτὸν ἐμὲ ἐξ ἀριστερᾶς, οἱ δʼ ἄλλοι ὡς ἕκαστος ἐτύγχανεν.
ディオニュソドロスとエウテュデモスは、彼を見ると、まず立ち止まって、我々の方を何度も見やりながら互いに話し合っていたが(というのも、私は彼らに非常に注意を払っていたからだ)、それからやって来て、エウテュデモスの方はその少年の隣に、もう一人のほうは左側の私の隣に腰を下ろし、他の者たちもそれぞれ適当な場所に座った。
ἠσπαζόμην οὖν αὐτὼ ἅτε διὰ χρόνου ἑωρακώς· μετὰ δὲ τοῦτο εἶπον πρὸς τὸν Κλεινίαν·
そこで私は、久しぶりに会ったので彼ら二人に挨拶を交わし、その後でクレイニアスに向かってこう言った。
ὦ Κλεινία, τώδε μέντοι τὼ ἄνδρε σοφώ, Εὐθύδημός τε καὶ Διονυσόδωρος, οὐ τὰ σμικρὰ ἀλλὰ τὰ μεγάλα·
「クレイニアス、こちらの二人の男、エウテュデモスとディオニュソドロスは実に知恵者なのだ。 それも些細なことにおいてではなく、重大な事柄においてだ。
τὰ γὰρ περὶ τὸν πόλεμον πάντα ἐπίστασθον, ὅσα δεῖ τὸν μέλλοντα ἀγαθὸν στρατηγὸν ἔσεσθαι, τάς τε τάξεις καὶ τὰς ἡγεμονίας τῶν στρατοπέδων καὶ ἐν ὅπλοις μάχεσθαι·
というのも、将来優れた将軍になろうとする者が知るべき戦争に関すること、すなわち陣形や軍隊の指揮、そして武装して戦うことのすべてを二人は熟知しているのだ。
οἵω τε δὲ καὶ ποιῆσαι δυνατὸν εἶναι αὐτὸν αὑτῷ βοηθεῖν ἐν τοῖς δικαστηρίοις, ἄν τις αὐτὸν ἀδικῇ.
また彼らは、誰かがその人を不当に扱う場合、その人が法廷で自らを助けることができるようにすることもできるのだ。
εἰπὼν οὖν ταῦτα κατεφρονήθην ὑπʼ αὐτοῖν·
」私がこのように言うと、私は彼ら二人に軽んじられた。
ἐγελασάτην οὖν ἄμφω βλέψαντε εἰς ἀλλήλω, καὶ ὁ Εὐθύδημος εἶπεν·
二人は互いに顔を見合わせて笑い、そしてエウテュデモスが言った。
οὔτοι ἔτι ταῦτα, ὦ Σώκρατες, σπουδάζομεν, ἀλλὰ παρέργοις αὐτοῖς χρώμεθα.
「ソクラテス、我々はもうそのようなことに真面目に取り組んではおらず、それらをただの余技として扱っているのだ。
κἀγὼ θαυμάσας εἶπον·
」そこで私は驚いて言った。
καλὸν ἄν που τὸ ἔργον ὑμῶν εἴη, εἰ τηλικαῦτα πράγματα πάρεργα ὑμῖν τυγχάνει ὄντα, καὶ πρὸς θεῶν εἴπετόν μοι τί ἐστι τοῦτο τὸ καλόν.
「お前たちの本業はさぞかし素晴らしいものなのだろう。 それほど重大な事柄が、お前たちにとって余技にすぎないのだとすれば。 神々に誓って教えてくれ、その素晴らしい本業とは何なのかを。
ἀρετήν,
ἔφη,
ὦ Σώκρατες, οἰόμεθα οἵω τʼ εἶναι παραδοῦναι κάλλιστʼ ἀνθρώπων καὶ τάχιστα.
」「徳です、ソクラテス」と彼は言った。 「我々は、人間の中で最も美しく、また最も速く、それを授けることができると考えているのです。
ὦ Ζεῦ, οἷον, ἦν δʼ ἐγώ, λέγετον πρᾶγμα·
」「おお、ゼウスよ」と私は言った。 「お前たちは何と途方もないことを言うのだ。
πόθεν τοῦτο τὸ ἕρμαιον ηὑρέτην;
一体どこでそのような思いがけない幸運を見いだしたのか。
ἐγὼ δὲ περὶ ὑμῶν διενοούμην ἔτι, ὥσπερ νυνδὴ ἔλεγον, ὡς τὸ πολὺ τοῦτο δεινοῖν ὄντοιν, ἐν ὅπλοις μάχεσθαι, καὶ ταῦτα ἔλεγον περὶ σφῷν·
私は、先ほど言っていたように、お前たちが武装して戦うという、この一点において非常に秀でていると今でも考えており、お前たちについてそのように語っていたのだ。
ὅτε γὰρ τὸ πρότερον ἐπεδημησάτην, τοῦτο μέμνημαι σφὼ ἐπαγγελλομένω.
というのも、お前たちが以前この土地に滞在していた時、そのようなことを公言していたのを覚えているからだ。
§274ΣΩ. εἰ δὲ νῦν ἀληθῶς ταύτην τὴν ἐπιστήμην ἔχετον, ἵλεω εἶτον—ἀτεχνῶς γὰρ ἔγωγε σφὼ ὥσπερ θεὼ προσαγορεύω, συγγνώμην δεόμενος ἔχειν μοι τῶν ἔμπροσθεν εἰρημένων.
」「しかし、もし今本当にその知識をお持ちなのだとしたら、どうかお慈悲を。 実に私は、お前たちをまるで神々であるかのように呼び、以前に語ったことについての許しを乞いたいのだから。
ἀλλʼ ὁρᾶτον, ὦ Εὐθύδημέ τε καὶ Διονυσόδωρε, εἰ ἀληθῆ λέγετον·
だが、エウテュデモス、そしてディオニュソドロス、お前たちが言っていることが真実であるかどうかをよく考えてみてくれ。
ὑπὸ γὰρ τοῦ μεγέθους τοῦ ἐπαγγέλματος οὐδὲν θαυμαστὸν ἀπιστεῖν.
というのも、その宣言のあまりの大きさゆえに、信じられないのも少しも不思議ではないからだ。
ἀλλʼ εὖ ἴσθι, ὦ Σώκρατες,
τοῦτο οὕτως ἔχον.
」「いや、ソクラテス」と彼は言った。 「これがその通りであることを、よく知っておくがよい。
μακαρίζω ἄρʼ ὑμᾶς ἔγωγε τοῦ κτήματος πολὺ μᾶλλον ἢ μέγαν βασιλέα τῆς ἀρχῆς·
」「それなら、私はお前たちのその所有物を、大王の帝国よりもはるかに祝福しよう。
τοσόνδε δέ μοι εἴπετον, εἰ ἐν νῷ ἔχετον ἐπιδεικνύναι ταύτην τὴν σοφίαν, ἢ πῶς σφῷν βεβούλευται.
だが、私に次のことだけは教えてくれ。 お前たちはこの知恵を実際に披露するつもりがあるのか、それともお前たちの間ではどのように決めているのか。
ἐπʼ αὐτό γε τοῦτο πάρεσμεν, ὦ Σώκρατες, ὡς ἐπιδείξοντε καὶ διδάξοντε, ἐάν τις ἐθέλῃ μανθάνειν.
」「まさにそのことのために、ソクラテス、我々はここに来ているのです。 披露し、また教えるために。 もし誰かが学びたいと望むならね。
ἀλλʼ ὅτι μὲν ἐθελήσουσιν ἅπαντες οἱ μὴ ἔχοντες, ἐγὼ ὑμῖν ἐγγυῶμαι, πρῶτος μὲν ἐγώ, ἔπειτα δὲ Κλεινίας οὑτοσί, πρὸς δʼ ἡμῖν Κτήσιππός τε ὅδε καὶ οἱ ἄλλοι οὗτοι, ἦν δʼ ἐγὼ δεικνὺς αὐτῷ τοὺς ἐραστὰς τοὺς Κλεινίου·
」「だが、それを持っていない者たちは全員が学びたがるだろうということは、私が保証しよう。 まず第一に私が、そして次にこちらのクレイニアスが、さらに我々に加えてこちらのクテシッポスや、他のこれらすべての人々がだ」と私は、クレイニアスの愛慕者たちを彼に示しながら言った。
οἱ δὲ ἐτύγχανον ἡμᾶς ἤδη περιιστάμενοι.
彼らはちょうど、すでに我々を取り巻き始めていたのだ。
ὁ γὰρ Κτήσιππος ἔτυχε πόρρω καθεζόμενος τοῦ Κλεινίου—κἀμοὶ δοκεῖν ὡς ἐτύγχανεν ὁ Εὐθύδημος ἐμοὶ διαλεγόμενος προνενευκὼς εἰς τὸ πρόσθεν, ἐν μέσῳ ὄντος ἡμῶν τοῦ Κλεινίου ἐπεσκότει τῷ Κτησίππῳ τῆς θέας—βουλόμενός τε οὖν θεάσασθαι ὁ Κτήσιππος τὰ παιδικὰ καὶ ἅμα φιλήκοος ὢν ἀναπηδήσας πρῶτος προσέστη ἡμῖν ἐν τῷ καταντικρύ·
というのも、クテシッポスはクレイニアスから離れて座っており――私の見るところ、エウテュデモスが私に話しかける際、前かがみになっていたため、我々の間にいたクレイニアスが、クテシッポスの視界を遮ってしまっていたのだ――そこで、クテシッポスは愛する若者を見たいと望み、また同時に話を聞きたがりでもあったので、真っ先に飛び起きて、正面の私たちの目の前に立ちふさがった。
οὕτως οὖν καὶ οἱ ἄλλοι ἐκεῖνον ἰδόντες περιέστησαν ἡμᾶς, οἵ τε τοῦ Κλεινίου ἐρασταὶ καὶ οἱ τοῦ Εὐθυδήμου τε καὶ Διονυσοδώρου ἑταῖροι.
こうして、他の者たちも彼を見て、我々を取り巻いた。 クレイニアスの愛慕者たちも、エウテュデモスやディオニュソドロスの仲間たちも。
τούτους δὴ ἐγὼ δεικνὺς ἔλεγον τῷ Εὐθυδήμῳ ὅτι πάντες ἕτοιμοι εἶεν μανθάνειν·
そこで私は彼らを指し示し、エウテュデモスに、皆が学ぶ用意ができていると言った。
ὅ τε οὖν Κτήσιππος συνέφη μάλα προθύμως καὶ οἱ ἄλλοι, καὶ ἐκέλευον αὐτὼ κοινῇ πάντες ἐπιδείξασθαι τὴν δύναμιν τῆς σοφίας.
すると、クテシッポスも他の者たちも非常に熱心に同意し、皆で一斉に、彼ら二人にその知恵の力を披露するよう求めた。
εἶπον οὖν ἐγώ·
そこで私は言った。
ὦ Εὐθύδημε καὶ Διονυσόδωρε, πάνυ μὲν οὖν παντὶ τρόπῳ καὶ τούτοις χαρίσασθον καὶ ἐμοῦ ἕνεκα ἐπιδείξασθον.
「エウテュデモス、そしてディオニュソドロス、どうかぜひとも、この人々のためにも、また私の頼みとしても、技を披露してほしい。
τὰ μὲν οὖν πλεῖστα δῆλον ὅτι οὐκ ὀλίγον ἔργον ἐπιδεῖξαι·
その全容を披露することが容易な業ではないことは明らかだ。
τόδε δέ μοι εἴπετον, πότερον πεπεισμένον ἤδη ὡς χρὴ παρʼ ὑμῶν μανθάνειν δύναισθʼ ἂν ἀγαθὸν ποιῆσαι ἄνδρα μόνον, ἢ καὶ ἐκεῖνον τὸν μήπω πεπεισμένον διὰ τὸ μὴ οἴεσθαι ὅλως τὸ πρᾶγμα τὴν ἀρετὴν μαθητὸν εἶναι ἢ μὴ σφὼ εἶναι αὐτῆς διδασκάλω;
だが、私に次のことだけは教えてほしい。 お前たちから学ぶべきだとすでに確信している者だけを、優れた人間にすることができるのか、それとも、徳というものがそもそも学べるものであるとは全く思っていないか、あるいは、お前たちがその教師であるとは信じていないがゆえに、まだ確信していないような者をも、そうすることができるのか。
φέρε, καὶ τὸν οὕτως ἔχοντα τῆς αὐτῆς τέχνης ἔργον πεῖσαι ὡς καὶ διδακτὸν ἡ ἀρετὴ καὶ οὗτοι ὑμεῖς ἐστὲ παρʼ ὧν ἂν κάλλιστά τις αὐτὸ μάθοι, ἢ ἄλλης;
さあ、そのような考えを持っている者に対して、徳は教えうるものであり、お前たちこそがそれを最も見事に学ぶことができる相手であると説得することは、同じ技術の仕事なのか、それとも別の技術の仕事なのか。
ταύτης μὲν οὖν,
ἔφη,
τῆς αὐτῆς, ὦ Σώκρατες,
ὁ Διονυσόδωρος.
」「まさにこの、同じ技術の仕事ですよ、ソクラテス」と、ディオニュソドロスが言った。