§209ἀλλʼ ἀντὶ τίνος μὴν οὕτω σε δεινῶς διακωλύουσιν εὐδαίμονα εἶναι καὶ ποιεῖν ὅτι ἂν βούλῃ, καὶ διʼ ἡμέρας ὅλης τρέφουσί σε ἀεί τῳ δουλεύοντα καὶ ἑνὶ λόγῳ ὀλίγου ὧν ἐπιθυμεῖς οὐδὲν ποιοῦντα;
しかし、ではいったいどういう理由で、彼らは君が幸せになることや望むことを何でもすることをこれほどひどく妨げ、一日中ずっと常に誰かに仕えさせ、一言で言えば、君が望むことのほとんど何もさせずに君を育てているのだろうか?
ὥστε σοι, ὡς ἔοικεν, οὔτε τῶν χρημάτων τοσούτων ὄντων οὐδὲν ὄφελος, ἀλλὰ πάντες αὐτῶν μᾶλλον ἄρχουσιν ἢ σύ, οὔτε τοῦ σώματος οὕτω γενναίου ὄντος, ἀλλὰ καὶ τοῦτο ἄλλος ποιμαίνει καὶ θεραπεύει·
その結果、どうやら君には、これほど多くの財産があるにもかかわらず、その恩恵は全くなく、むしろ君以外のすべての者が君よりもそれらを支配しており、また、これほど立派な体があるにもかかわらず、これについても他人が管理し世話をしている。
σὺ δὲ ἄρχεις οὐδενός, ὦ Λύσι, οὐδὲ ποιεῖς οὐδὲν ὧν ἐπιθυμεῖς.
そして、リュシスよ、君は何も支配しておらず、自分の望むことを何一つ行っていないのだね。
—
οὐ γάρ πω, ἔφη, ἡλικίαν ἔχω, ὦ Σώκρατες.
― 「ソクラテスよ、私はまだそれほどの年齢に達していないからです」と彼は言った。
—μὴ οὐ τοῦτό σε, ὦ παῖ Δημοκράτους, κωλύῃ, ἐπεὶ τό γε τοσόνδε, ὡς ἐγᾦμαι, καὶ ὁ πατὴρ καὶ ἡ μήτηρ σοι ἐπιτρέπουσιν καὶ οὐκ ἀναμένουσιν ἕως ἂν ἡλικίαν ἔχῃς.
― デモクラテスの息子よ、それが君を妨げているのではないかもしれないよ。 なぜなら、これくらいのことは、私の思うに、父上も母上も君に委ねておられて、君がその年齢に達するのを待ってはいないからね。
ὅταν γὰρ βούλωνται αὑτοῖς τινα ἀναγνωσθῆναι ἢ γραφῆναι, σέ, ὡς ἐγᾦμαι, πρῶτον τῶν ἐν τῇ οἰκίᾳ ἐπὶ τοῦτο τάττουσιν.
というのも、彼らが自分たちのために何かを読んでもらいたい、あるいは書いてもらいたいとき、私の思うに、彼らは家の中で君を誰よりも先にこの仕事に指名する。
ἦ γάρ;
そうだろう?
—
πάνυ γʼ,
ἔφη.
― 「もちろんです」と彼は言った。
—οὐκοῦν ἔξεστί σοι ἐνταῦθʼ ὅτι ἂν βούλῃ πρῶτον τῶν γραμμάτων γράφειν καὶ ὅτι ἂν δεύτερον·
―それなら、そこでは君が望む文字を最初に書き、望むものを二番目に書くことが許されている。
καὶ ἀναγιγνώσκειν ὡσαύτως ἔξεστιν.
読む場合も同様に許されているね。
καὶ ἐπειδάν, ὡς ἐγᾦμαι, τὴν λύραν λάβῃς, οὐ διακωλύουσί σε οὔτε ὁ πατὴρ οὔτε ἡ μήτηρ ἐπιτεῖναί τε καὶ ἀνεῖναι ἣν ἂν βούλῃ τῶν χορδῶν, καὶ ψῆλαι καὶ κρούειν τῷ πλήκτρῳ.
そして、私の思うに、君が竪琴を手に取るとき、父上も母上も、君が弦のうち望むものを張ったり緩めたりすることや、指で弾いたり、撥で弾いたりすることを邪魔しない。
ἢ διακωλύουσιν;
それとも邪魔するかな?
—
οὐ δῆτα. —τί ποτʼ ἂν οὖν εἴη, ὦ Λύσι, τὸ αἴτιον ὅτι ἐνταῦθα μὲν οὐ διακωλύουσιν, ἐν οἷς δὲ ἄρτι ἐλέγομεν κωλύουσι;
― 「まさか、そんなことはありません」 ―それなら、リュシスよ、こちらでは邪魔をせず、先ほど私たちが言っていたことにおいては邪魔をする原因は、いったい何なのだろうか?
—
ὅτι οἶμαι,
ἔφη,
ταῦτα μὲν ἐπίσταμαι, ἐκεῖνα δʼ οὔ.
― 「それは、私の思うに、これらのことは私が知っており、あちらのことは知らないからだと思います」と彼は言った。
—εἶεν, ἦν δʼ ἐγώ, ὦ ἄριστε·
―「よろしい」と私は言った。 「素晴らしい人よ。
οὐκ ἄρα τὴν ἡλικίαν σου περιμένει ὁ πατὴρ ἐπιτρέπειν πάντα, ἀλλʼ ᾗ ἂν ἡμέρᾳ ἡγήσηταί σε βέλτιον αὑτοῦ φρονεῖν, ταύτῃ ἐπιτρέψει σοι καὶ αὑτὸν καὶ τὰ αὑτοῦ. —
οἶμαι ἔγωγε,
ἔφη.
それなら、父上は君にすべてを委ねるために、君の年齢を待っているわけではないのだね。 むしろ、君が自分よりもよく考えていると判断するその日に、その日に君自身をも自分の財産をも君に委ねるだろう」― 「私もそう思います」と彼は言った。
—εἶεν, ἦν δʼ ἐγώ·
―「よろしい」と私は言った。
τί δέ;
「ではどうだろう?
τῷ γείτονι ἆρʼ οὐχ ὁ αὐτὸς ὅρος ὅσπερ τῷ πατρὶ περὶ σοῦ;
隣人にとっても、君に関しては父上と同じ基準があるのではないだろうか?
πότερον οἴει αὐτὸν ἐπιτρέψειν σοι τὴν αὑτοῦ οἰκίαν οἰκονομεῖν, ὅταν σε ἡγήσηται βέλτιον περὶ οἰκονομίας ἑαυτοῦ φρονεῖν, ἢ αὐτὸν ἐπιστατήσειν; —
ἐμοὶ ἐπιτρέψειν οἶμαι.
君が家政について自分自身よりもよく考えていると彼が判断したとき、彼は自分の家の管理を君に委ねると思うかね、それとも彼自身が監督すると思うかね?
—τί δʼ;
」― 「私に委ねると思います」 ―「ではどうだろう?
Ἀθηναίους οἴει σοι οὐκ ἐπιτρέψειν τὰ αὑτῶν, ὅταν αἰσθάνωνται ὅτι ἱκανῶς φρονεῖς;
アテナイ人たちは君が十分に考えていると察したとき、自分たちの国事を君に委ねないと思うかね?
—
ἔγωγε.
」― 「委ねると思います」 ―「ゼウスにかけて」と私は言った。
—πρὸς Διός, ἦν δʼ ἐγώ, τί ἄρα ὁ μέγας βασιλεύς;
「では、あの偉大なる王はどうだろう?
πότερον τῷ πρεσβυτάτῳ ὑεῖ, οὗ ἡ τῆς Ἀσίας ἀρχὴ γίγνεται, μᾶλλον ἂν ἐπιτρέψειεν ἑψομένων κρεῶν ὅτι ἂν βούληται ἐμβαλεῖν εἰς τὸν ζωμόν, ἢ ἡμῖν, εἰ ἀφικόμενοι παρʼ ἐκεῖνον ἐνδειξαίμεθα αὐτῷ ὅτι ἡμεῖς κάλλιον φρονοῦμεν ἢ ὁ ὑὸς αὐτοῦ περὶ ὄψου σκευασίας;
アジアの支配権を継ぐことになっている長男に、煮えている肉のうち、望むものをスープに投げ入れることをより多く委ねるだろうか。 それとも、もし私たちが彼のもとへ行って、自分たちのほうが彼の息子よりも料理の調製についてよりよく考えているということを彼に示したら、私たちに委ねるだろうか?
—
ἡμῖν δῆλον ὅτι,
ἔφη.
」― 「明らかに私たちにでしょう」と彼は言った。
—καὶ τὸν μέν γε οὐδʼ ἂν σμικρὸν ἐάσειεν ἐμβαλεῖν· ἡμᾶς δέ, κἂν εἰ βουλοίμεθα δραξάμενοι τῶν ἁλῶν, ἐῴη ἂν ἐμβαλεῖν. —
πῶς γὰρ οὔ; —
―「そして、彼は息子には少しも入れることを許さないだろうが、私たちには、たとえ一掴みの塩を投げ入れたいと望んだとしても、許すだろうね」― 「どうしてそうでないことがありましょう」 ―