§200ΛΑ. καὶ μὴν ἔγωγε, ὦ φίλε Νικία, ᾤμην σε εὑρήσειν, ἐπειδὴ ἐμοῦ κατεφρόνησας Σωκράτει ἀποκριναμένου·
ラケス:そして本当に、親愛なるニキアスよ、君がソクラテスに答えていた私を軽蔑したからには、君がそれを見出すだろうと私は思っていたのだ。
πάνυ δὴ μεγάλην ἐλπίδα εἶχον, ὡς τῇ παρὰ τοῦ Δάμωνος σοφίᾳ αὐτὴν ἀνευρήσεις.
君がデイモンから授かった知恵によって、それを見つけ出すだろうと、私は本当に大きな期待を抱いていたのだよ。
ΝΙ. εὖ γε, ὦ Λάχης, ὅτι οὐδὲν οἴει σὺ ἔτι πρᾶγμα εἶναι ὅτι αὐτὸς ἄρτι ἐφάνης ἀνδρείας πέρι οὐδὲν εἰδώς, ἀλλʼ εἰ καὶ ἐγὼ ἕτερος τοιοῦτος ἀναφανήσομαι, πρὸς τοῦτο βλέπεις, καὶ οὐδὲν ἔτι διοίσει, ὡς ἔοικε, σοὶ μετʼ ἐμοῦ μηδὲν εἰδέναι ὧν προσήκει ἐπιστήμην ἔχειν ἀνδρὶ οἰομένῳ τὶ εἶναι.
ニキアス:見事なものだな、ラケス。 自分がさっき勇気について何も知らないことが明らかになったことはもはやどうでもよく、私までもう一人のその同類として明らかになるかどうか、君はそのことばかりに目を向けているのだから。 そして、自分をひとなみの人物だと思っている男が知識を持つべき事柄について、私と一緒に何も知らないことは、どうやら君にとってはどうでもいいことのようだな。
σὺ μὲν οὖν μοι δοκεῖς ὡς ἀληθῶς ἀνθρώπειον πρᾶγμα ἐργάζεσθαι οὐδὲ πρὸς σαυτὸν βλέπειν ἀλλὰ πρὸς τοὺς ἄλλους·
君は本当に、いかにも人間らしいやり方をしており、自分自身に目を向けずに他人のことばかり見ているように私には思われる。
ἐγὼ δʼ οἶμαι ἐμοὶ περὶ ὧν ἐλέγομεν νῦν τε ἐπιεικῶς εἰρῆσθαι, καὶ εἴ τι αὐτῶν μὴ ἱκανῶς εἴρηται, ὕστερον ἐπανορθώσεσθαι καὶ μετὰ Δάμωνος—οὗ σύ που οἴει καταγελᾶν, καὶ ταῦτα οὐδʼ ἰδὼν πώποτε τὸν Δάμωνα—καὶ μετʼ ἄλλων·
しかし私自身は、私たちが議論していたことについて、現時点ではまずまず語られたと思っているし、もしそれらのうち十分に語られていない点があれば、後でデイモン(君はおそらく彼を嘲笑しているのだろうが、それもデイモンに一度も会ったことがないくせにだ)や他の人々とも一緒に修正するつもりだ。
καὶ ἐπειδὰν βεβαιώσωμαι αὐτά, διδάξω καὶ σέ, καὶ οὐ φθονήσω·
そして、それらを確実なものにしたら、君にも教えてあげよう。 惜しみはしないよ。
δοκεῖς γάρ μοι καὶ μάλα σφόδρα δεῖσθαι μαθεῖν.
君はどうやら本当に、大いに学ぶ必要があるように私には思われるからね。
ΛΑ. σοφὸς γάρ τοι σὺ εἶ, ὦ Νικία.
ラケス:いやはや、君は賢いな、ニキアス!
ἀλλʼ ὅμως ἐγὼ Λυσιμάχῳ τῷδε καὶ Μελησίᾳ συμβουλεύω σὲ μὲν καὶ ἐμὲ περὶ τῆς παιδείας τῶν νεανίσκων χαίρειν ἐᾶν, Σωκράτη δὲ τουτονί, ὅπερ ἐξ ἀρχῆς ἔλεγον, μὴ ἀφιέναι·
しかしそれでも、私はここにいるリシマコスとメレシアスに、若者たちの教育に関しては君や私のことは放っておいて、最初に私が言った通り、ここにいるソクラテスを絶対に手放さないようにと勧めるよ。
εἰ δὲ καὶ ἐμοὶ ἐν ἡλικίᾳ ἦσαν οἱ παῖδες, ταὐτὰ ἂν ταῦτʼ ἐποίουν.
もし私にも子供たちが適齢期であれば、私もまさにそうしただろう。
ΝΙ. ταῦτα μὲν κἀγὼ συγχωρῶ·
ニキアス:そのことは私も同意する。
ἐάνπερ ἐθέλῃ Σωκράτης τῶν μειρακίων ἐπιμελεῖσθαι, μηδένα ἄλλον ζητεῖν.
もしソクラテスが若者たちの面倒を見てくれる気があるのなら、他の誰も探すべきではない。
ἐπεὶ κἂν ἐγὼ τὸν Νικήρατον τούτῳ ἥδιστα ἐπιτρέποιμι, εἰ ἐθέλοι οὗτος·
現に私だって、もし彼がその気になってくれるなら、喜んでニケラトスをこの人に委ねるだろう。
ἀλλὰ γὰρ ἄλλους μοι ἑκάστοτε συνίστησιν, ὅταν τι αὐτῷ περὶ τούτου μνησθῶ, αὐτὸς δὲ οὐκ ἐθέλει.
しかし、私がこのことについて彼に話を持ち出すたびに、彼はいつも他の人たちを私に紹介して、自分自身はその気になってくれないのだ。
ἀλλʼ ὅρα, ὦ Λυσίμαχε, εἴ τι σοῦ ἂν μᾶλλον ὑπακούοι Σωκράτης.
だが、リシマコスよ、ソクラテスが君の言うことなら、もう少し聞き入れてくれるかどうか見てみてくれ。
ΛΥ. δίκαιόν γέ τοι, ὦ Νικία, ἐπεὶ καὶ ἐγὼ τούτῳ πολλὰ ἂν ἐθελήσαιμι ποιεῖν, ἃ οὐκ ἂν ἄλλοις πάνυ πολλοῖς ἐθέλοιμι.
リシマコス:実に道理にかなっている、ニキアスよ。 というのも、私もこの人のためなら、他の多くの人々のためには決してしたくないようなことでも、喜んでたくさんしてあげたいと思っているからだ。
πῶς οὖν φῄς, ὦ Σώκρατες;
それで、どう言うかね、ソクラテスよ?
ὑπακούσῃ τι καὶ συμπροθυμήσῃ ὡς βελτίστοις γενέσθαι τοῖς μειρακίοις;
私たちの願いを少しは聞き入れて、若者たちができる限り優れた者となるよう、一緒に努めてはくれないだろうか?
ΣΩ. καὶ γὰρ ἂν δεινὸν εἴη, ὦ Λυσίμαχε, τοῦτό γε, μὴ ἐθέλειν τῳ συμπροθυμεῖσθαι ὡς βελτίστῳ γενέσθαι.
ソクラテス:リシマコスよ、誰かができる限り優れた者となるよう一緒に努めることを望まないというのは、実に恐るべきことでしょう。
εἰ μὲν οὖν ἐν τοῖς διαλόγοις τοῖς ἄρτι ἐγὼ μὲν ἐφάνην εἰδώς, τώδε δὲ μὴ εἰδότε, δίκαιον ἂν ἦν ἐμὲ μάλιστα ἐπὶ τοῦτο τὸ ἔργον παρακαλεῖν, νῦν δʼ ὁμοίως γὰρ πάντες ἐν ἀπορίᾳ ἐγενόμεθα·
もしさっきの対話の中で、私が知っている者として現れ、この二人が知らない者として現れたのであれば、私を特にこの仕事に招くのは正当だったでしょう。 しかし今や、私たちは皆等しく行き詰まってしまったのです。
τί οὖν ἄν τις ἡμῶν τίνα προαιροῖτο;
それなのに、私たちの中の誰が、他の誰を選ぶというのでしょう?
§201ΣΩ. ἐμοὶ μὲν οὖν δὴ αὐτῷ δοκεῖ οὐδένα·
ソクラテス:私自身には、誰も選ぶべきではないと思われます。
ἀλλʼ ἐπειδὴ ταῦτα οὕτως ἔχει, σκέψασθε ἄν τι δόξω συμβουλεύειν ὑμῖν.
しかし、事態がこのようである以上、私があなた方に何を勧めるように思われるか、考えてみてください。
ἐγὼ γάρ φημι χρῆναι, ὦ ἄνδρες —οὐδεὶς γὰρ ἔκφορος λόγος—κοινῇ πάντας ἡμᾶς ζητεῖν μάλιστα μὲν ἡμῖν αὐτοῖς διδάσκαλον ὡς ἄριστον—δεόμεθα γάρ—ἔπειτα καὶ τοῖς μειρακίοις, μήτε χρημάτων φειδομένους μήτε ἄλλου μηδενός·
私はこう言うのです、皆さん――この話は他言無用(秘密)にしてくださいよ――私たちは皆で一緒に、何よりもまず私たち自身のためにできる限り優れた教師を、そして次に若者たちのために、お金も他のものも一切惜しまずに探すべきだ、と。
ἐᾶν δὲ ἡμᾶς αὐτοὺς ἔχειν ὡς νῦν ἔχομεν οὐ συμβουλεύω.
自分たちを今のままの状態にしておくことは、私はお勧めしません。
εἰ δέ τις ἡμῶν καταγελάσεται, ὅτι τηλικοίδε ὄντες εἰς διδασκάλων ἀξιοῦμεν φοιτᾶν, τὸν Ὅμηρον δοκεῖ μοι χρῆναι προβάλλεσθαι, ὃς ἔφη οὐκ
"ἀγαθὴν"
εἶναι
"αἰδῶ κεχρημένῳ ἀνδρὶ παρεῖναι"
.
もし、私たちがこの年になって教師のところへ通おうとするのを誰かが嘲笑するなら、私はホメロスを引き合いに出すべきだと思います。 彼はこう言いました。 「恥は、困窮している男のそばにあるのに、良いものではない」と。
καὶ ἡμεῖς οὖν ἐάσαντες χαίρειν εἴ τίς τι ἐρεῖ, κοινῇ ἡμῶν αὐτῶν καὶ τῶν μειρακίων ἐπιμέλειαν ποιησώμεθα.
ですから私たちも、誰が何と言おうと気にせず、私たち自身と若者たちの面倒を共同で見ていこうではありませんか。
ΛΥ. ἐμοὶ μὲν ἀρέσκει, ὦ Σώκρατες, ἃ λέγεις·
リシマコス:ソクラテスよ、君の言うことは私に気に入った。
καὶ ἐθέλω, ὅσῳπερ γεραίτατός εἰμι, τοσούτῳ προθυμότατα μανθάνειν μετὰ τῶν νεανίσκων.
そして私は、自分が最年長であるだけに、それだけ最も熱心に若者たちと一緒に学びたいと思う。
ἀλλά μοι οὑτωσὶ ποίησον·
しかし、私にこのようにしてほしい。
αὔριον ἕωθεν ἀφίκου οἴκαδε καὶ μὴ ἄλλως ποιήσῃς, ἵνα βουλευσώμεθα περὶ αὐτῶν τούτων, τὸ δὲ νῦν εἶναι τὴν συνουσίαν διαλύσωμεν.
明日朝早くに我が家に来てほしい、他のようにはしないでほしい。 まさにこれらのことについて相談するためだ。 今日のところは、この集まりを解散することにしよう。
ΣΩ. ἀλλὰ ποιήσω, ὦ Λυσίμαχε, ταῦτα, καὶ ἥξω παρὰ σὲ αὔριον, ἐὰν θεὸς ἐθέλῃ.
ソクラテス:リシマコスよ、そのようにしましょう。 神が望まれるなら、明日あなたのところへ伺います。