← プラトン

ラケス

§200-201

全員の無知の承認と共同での教師の探求

勇気の定義に行き詰まった一同は誰を若者の指導者にすべきかを議論する。ソクラテスは自分も含めた全員の無知と困難を認め、一同が共同で優れた教師を探して学ぶことを提案して対話を締めくくる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§200

ΛΑ. καὶ μὴν ἔγωγε, ὦ φίλε Νικία, ᾤμην σε εὑρήσειν, ἐπειδὴ ἐμοῦ κατεφρόνησας Σωκράτει ἀποκριναμένου·1 πάνυ δὴ μεγάλην ἐλπίδα εἶχον, ὡς τῇ παρὰ τοῦ Δάμωνος σοφίᾳ αὐτὴν ἀνευρήσεις. ΝΙ. εὖ γε, ὦ Λάχης, ὅτι οὐδὲν οἴει σὺ ἔτι πρᾶγμα εἶναι ὅτι αὐτὸς ἄρτι ἐφάνης2 ἀνδρείας πέρι οὐδὲν εἰδώς, ἀλλʼ εἰ καὶ ἐγὼ ἕτερος τοιοῦτος ἀναφανήσομαι, πρὸς τοῦτο βλέπεις, καὶ οὐδὲν ἔτι διοίσει, ὡς ἔοικε, σοὶ μετʼ ἐμοῦ μηδὲν εἰδέναι ὧν προσήκει ἐπιστήμην ἔχειν ἀνδρὶ οἰομένῳ τὶ εἶναι. σὺ μὲν οὖν μοι δοκεῖς ὡς ἀληθῶς ἀνθρώπειον πρᾶγμα ἐργάζεσθαι οὐδὲ πρὸς σαυτὸν βλέπειν ἀλλὰ πρὸς τοὺς ἄλλους· ἐγὼ δʼ οἶμαι ἐμοὶ περὶ ὧν ἐλέγομεν νῦν τε ἐπιεικῶς εἰρῆσθαι, καὶ εἴ τι αὐτῶν μὴ ἱκανῶς εἴρηται, ὕστερον ἐπανορθώσεσθαι καὶ μετὰ Δάμωνος—οὗ σύ που οἴει καταγελᾶν, καὶ ταῦτα οὐδʼ ἰδὼν πώποτε τὸν Δάμωνα—καὶ μετʼ ἄλλων· καὶ ἐπειδὰν βεβαιώσωμαι αὐτά, διδάξω καὶ σέ, καὶ οὐ φθονήσω· δοκεῖς γάρ μοι καὶ μάλα σφόδρα δεῖσθαι μαθεῖν. ΛΑ. σοφὸς γάρ τοι σὺ εἶ, ὦ Νικία. ἀλλʼ ὅμως ἐγὼ Λυσιμάχῳ τῷδε καὶ Μελησίᾳ συμβουλεύω σὲ μὲν καὶ ἐμὲ περὶ τῆς παιδείας τῶν νεανίσκων χαίρειν ἐᾶν, Σωκράτη δὲ τουτονί, ὅπερ ἐξ ἀρχῆς ἔλεγον, μὴ ἀφιέναι· εἰ δὲ καὶ ἐμοὶ ἐν ἡλικίᾳ ἦσαν οἱ παῖδες, ταὐτὰ ἂν ταῦτʼ ἐποίουν. ΝΙ. ταῦτα μὲν κἀγὼ συγχωρῶ· ἐάνπερ ἐθέλῃ Σωκράτης τῶν μειρακίων ἐπιμελεῖσθαι, μηδένα ἄλλον ζητεῖν. ἐπεὶ κἂν ἐγὼ τὸν Νικήρατον τούτῳ ἥδιστα ἐπιτρέποιμι, εἰ ἐθέλοι οὗτος· ἀλλὰ γὰρ ἄλλους μοι ἑκάστοτε συνίστησιν, ὅταν τι αὐτῷ περὶ τούτου μνησθῶ, αὐτὸς δὲ οὐκ ἐθέλει. ἀλλʼ ὅρα, ὦ Λυσίμαχε, εἴ τι σοῦ ἂν μᾶλλον ὑπακούοι Σωκράτης. ΛΥ. δίκαιόν γέ τοι, ὦ Νικία, ἐπεὶ καὶ ἐγὼ τούτῳ πολλὰ ἂν ἐθελήσαιμι ποιεῖν, ἃ οὐκ ἂν ἄλλοις πάνυ πολλοῖς ἐθέλοιμι. πῶς οὖν φῄς, ὦ Σώκρατες; ὑπακούσῃ τι καὶ συμπροθυμήσῃ ὡς βελτίστοις γενέσθαι τοῖς μειρακίοις; ΣΩ. καὶ γὰρ ἂν δεινὸν εἴη, ὦ Λυσίμαχε, τοῦτό γε, μὴ ἐθέλειν τῳ συμπροθυμεῖσθαι ὡς βελτίστῳ γενέσθαι. εἰ μὲν οὖν ἐν τοῖς διαλόγοις τοῖς ἄρτι ἐγὼ μὲν ἐφάνην εἰδώς, τώδε δὲ μὴ εἰδότε, δίκαιον ἂν ἦν ἐμὲ μάλιστα ἐπὶ τοῦτο τὸ ἔργον παρακαλεῖν, νῦν δʼ ὁμοίως γὰρ πάντες ἐν ἀπορίᾳ ἐγενόμεθα·3 τί οὖν ἄν τις ἡμῶν τίνα προαιροῖτο;

ラケス:そして本当に、親愛なるニキアスよ、君がソクラテスに答えていた私を軽蔑したからには、君がそれを見出すだろうと私は思っていたのだ。君がダモンから授かった知恵によって、それを見つけ出すだろうと、私は本当に大きな期待を抱いていたのだよ。 ニキアス:見事なものだな、ラケス。自分がさっき勇気について何も知らないことが明らかになったことはもはやどうでもよく、私までもう一人のその同類として明らかになるかどうか、君はそのことばかりに目を向けているのだから。そして、自分をひとなみの人物だと思っている男が知識を持つべき事柄について、私と一緒に何も知らないことは、どうやら君にとってはどうでもいいことのようだな。君は本当に、いかにも人間らしいやり方をしており、自分自身に目を向けずに他人のことばかり見ているように私には思われる。しかし私自身は、私たちが議論していたことについて、現時点ではまずまず語られたと思っているし、もしそれらのうち十分に語られていない点があれば、後でダモン(君はおそらく彼を嘲笑しているのだろうが、それもダモンに一度も会ったことがないくせにだ)や他の人々とも一緒に修正するつもりだ。そして、それらを確実なものにしたら、君にも教えてあげよう。惜しみはしないよ。君はどうやら本当に、大いに学ぶ必要があるように私には思われるからね。 ラケス:いやはや、君は賢いな、ニキアス!しかしそれでも、私はここにいるリュシマコスとメレシアスに、若者たちの教育に関しては君や私のことは放っておいて、最初に私が言った通り、ここにいるソクラテスを絶対に手放さないようにと勧めるよ。もし私にも子供たちが適齢期であれば、私もまさにそうしただろう。 ニキアス:そのことは私も同意する。もしソクラテスが若者たちの面倒を見てくれる気があるのなら、他の誰も探すべきではない。現に私だって、もし彼がその気になってくれるなら、喜んでニケラトスをこの人に委ねるだろう。しかし、私がこのことについて彼に話を持ち出すたびに、彼はいつも他の人たちを私に紹介して、自分自身はその気になってくれないのだ。だが、リュシマコスよ、ソクラテスが君の言うことなら、もう少し聞き入れてくれるかどうか見てみてくれ。 リュシマコス:実に道理にかなっている、ニキアスよ。というのも、私もこの人のためなら、他の多くの人々のためには決してしたくないようなことでも、喜んでたくさんしてあげたいと思っているからだ。それで、どう言うかね、ソクラテスよ?私たちの願いを少しは聞き入れて、若者たちができる限り優れた者となるよう、一緒に努めてはくれないだろうか? ソクラテス:リュシマコスよ、誰かができる限り優れた者となるよう一緒に努めることを望まないというのは、実に恐るべきことでしょう。もしさっきの対話の中で、私が知っている者として現れ、この二人が知らない者として現れたのであれば、私を特にこの仕事に招くのは正当だったでしょう。しかし今や、私たちは皆等しく行き詰まってしまったのです。それなのに、私たちの中の誰が、他の誰を選ぶというのでしょう?

§201

ΣΩ. ἐμοὶ μὲν οὖν δὴ αὐτῷ δοκεῖ οὐδένα· ἀλλʼ ἐπειδὴ ταῦτα οὕτως ἔχει, σκέψασθε ἄν τι δόξω συμβουλεύειν ὑμῖν. ἐγὼ γάρ φημι χρῆναι, ὦ ἄνδρες —οὐδεὶς γὰρ ἔκφορος λόγος4—κοινῇ πάντας ἡμᾶς ζητεῖν μάλιστα μὲν ἡμῖν αὐτοῖς διδάσκαλον ὡς ἄριστον—δεόμεθα γάρ—ἔπειτα καὶ τοῖς μειρακίοις, μήτε χρημάτων φειδομένους μήτε ἄλλου μηδενός· ἐᾶν δὲ ἡμᾶς αὐτοὺς ἔχειν ὡς νῦν ἔχομεν οὐ συμβουλεύω. εἰ δέ τις ἡμῶν καταγελάσεται, ὅτι τηλικοίδε ὄντες εἰς διδασκάλων ἀξιοῦμεν φοιτᾶν, τὸν Ὅμηρον δοκεῖ μοι χρῆναι προβάλλεσθαι, ὃς ἔφη οὐκ "ἀγαθὴν" εἶναι "αἰδῶ κεχρημένῳ ἀνδρὶ παρεῖναι". καὶ ἡμεῖς οὖν ἐάσαντες χαίρειν εἴ τίς τι ἐρεῖ, κοινῇ ἡμῶν αὐτῶν καὶ τῶν μειρακίων ἐπιμέλειαν ποιησώμεθα. ΛΥ. ἐμοὶ μὲν ἀρέσκει, ὦ Σώκρατες, ἃ λέγεις· καὶ ἐθέλω, ὅσῳπερ γεραίτατός εἰμι, τοσούτῳ προθυμότατα μανθάνειν μετὰ τῶν νεανίσκων. ἀλλά μοι οὑτωσὶ ποίησον· αὔριον ἕωθεν ἀφίκου οἴκαδε καὶ μὴ ἄλλως ποιήσῃς, ἵνα βουλευσώμεθα περὶ αὐτῶν τούτων, τὸ δὲ νῦν εἶναι τὴν συνουσίαν διαλύσωμεν. ΣΩ. ἀλλὰ ποιήσω, ὦ Λυσίμαχε, ταῦτα, καὶ ἥξω παρὰ σὲ αὔριον, ἐὰν θεὸς ἐθέλῃ.

ソクラテス:私自身には、誰も選ぶべきではないと思われます。しかし、事態がこのようである以上、私があなた方に何を勧めるように思われるか、考えてみてください。私はこう言うのです、皆さん――この話は他言無用(秘密)にしてくださいよ――私たちは皆で一緒に、何よりもまず私たち自身のためにできる限り優れた教師を――私たちには必要なのですから――、そして次に若者たちのために、お金も他のものも一切惜しまずに探すべきだ、と。自分たちを今のままの状態にしておくことは、私はお勧めしません。もし、私たちがこの年になって教師のところへ通おうとするのを誰かが嘲笑するなら、私はホメロスを引き合いに出すべきだと思います。彼はこう言いました。「恥は、困窮している男のそばにあるのに、良いものではない」と。ですから私たちも、誰が何と言おうと気にせず、私たち自身と若者たちの面倒を共同で見ていこうではありませんか。 リュシマコス:ソクラテスよ、君の言うことは私に気に入った。そして私は、自分が最年長であるだけに、それだけ最も熱心に若者たちと一緒に学びたいと思う。しかし、私にこのようにしてほしい。明日朝早くに我が家に来てほしい、他のようにはしないでほしい。まさにこれらのことについて相談するためだ。今日のところは、この集まりを解散することにしよう。 ソクラテス:リュシマコスよ、そのようにしましょう。神が望まれるなら、明日あなたのところへ伺います。

構文注4 件
  1. 200aἐπειδὴ ἐμοῦ κατεφρόνησας Σωκράτει ἀποκριναμένου

    動詞 καταφρονέω は軽蔑・無視の対象を属格で取るため、ἐμοῦ がその目的語となる。分詞 ἀποκριναμένου(アオリスト中間態)は属格の ἐμοῦ に一致して「ソクラテスに答えていた私を(軽蔑した)」という修飾関係、または「私が答えていたときに」という時・理由の副詞的ニュアンスを示す。

  2. 200aοὐδὲν οἴει σὺ ἔτι πρᾶγμα εἶναι ὅτι αὐτὸς ἄρτι ἐφάνης

    οὐδὲν πρᾶγμα εἶναι は「何の問題もない」「どうでもよい」を意味する非人称的な慣用表現。ὅτι(接続詞)に導かれる節は、「〜ということ」という事実の節として、何が「どうでもよいこと」なのかを具体的に説明する主語の役割を果たす。

  3. 200eνῦν δʼ ὁμοίως γὰρ πάντες ἐν ἀπορίᾳ ἐγενόμεθα

    構造上、νῦν δέ は前文の反実仮想(εἰ μὲν οὖν...)に対する現実の対比(「しかし実際には…」)を提示するが、それに続くはずの「私を呼ぶのは正当ではない」という主節が省略されている。その代わり、理由を示す γάρ 節(「私たちは皆等しく行き詰まってしまったのだから」)が直接続いている。

  4. 201aοὐδεὶς γὰρ ἔκφορος λόγος

    「いかなる言葉も外に持ち出されてはならない(他言無用である)」という意味の諺・慣用表現。形容詞 ἔκφορος は「外に運び出された」「漏洩した」を意味し、会話の内容が秘密であることを指している。ここでの語(λόγος)は発話全体、すなわちここでの計画を意味する。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(3 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 訳文 3 件
urn:cts:greekLit:tlg0059.tlg019.humanitext-grc2:200-201