§191ΣΩ. ἐγὼ φράσω, ἐὰν οἷός τε γένωμαι.
ソクラテス:できることなら説明しましょう。
ἀνδρεῖός που οὗτος, ὃν καὶ σὺ λέγεις, ὃς ἂν ἐν τῇ τάξει μένων μάχηται τοῖς πολεμίοις.
あなたが言うところの、戦列にとどまって敵と戦うような者は、確かに勇敢な者でしょう。
ΛΑ. ἐγὼ γοῦν φημι.
ラケス:少なくとも、私はそう主張します。
ΣΩ. καὶ γὰρ ἐγώ.
ソクラテス:私も同じです。
ἀλλὰ τί αὖ ὅδε, ὃς ἂν φεύγων μάχηται τοῖς πολεμίοις ἀλλὰ μὴ μένων;
しかし、では逆に、退却しながら敵と戦い、とどまらないような者はどうでしょうか。
ΛΑ. πῶς φεύγων;
ラケス:退却しながら、とはどういうことですか。
ΣΩ. ὥσπερ που καὶ Σκύθαι λέγονται οὐχ ἧττον φεύγοντες ἢ διώκοντες μάχεσθαι, καὶ Ὅμηρός που ἐπαινῶν τοὺς τοῦ Αἰνείου ἵππους
"κραιπνὰ μάλʼ ἔνθα καὶ ἔνθα"
ἔφη αὐτοὺς ἐπίστασθαι διώκειν ἠδὲ φέβεσθαι·
ソクラテス:おそらくスキタイ人も、追撃するときと同様に退却しながら戦うと言われているように、またホメロスもどこかでアイネイアスの馬たちを「あちらこちらへ極めて素早く」と称賛し、彼らが追撃することと退却することを心得ていると言ったようにです。
καὶ αὐτὸν τὸν Αἰνείαν κατὰ τοῦτʼ ἐνεκωμίασε, κατὰ τὴν τοῦ φόβου ἐπιστήμην, καὶ εἶπεν αὐτὸν εἶναι
"μήστωρα φόβοιο.
そして、アイネイアス自身をもこの点について、すなわち退却の知識について賛美し、彼を「退却の考案者」と呼びました。
"
ΛΑ. καὶ καλῶς γε, ὦ Σώκρατες·
ラケス:それは当然のことです、ソクラテス。
περὶ ἁρμάτων γὰρ ἔλεγε.
というのも、ホメロスは戦車について言っていたのですから。
καὶ σὺ τὸ τῶν Σκυθῶν ἱππέων πέρι λέγεις·
そしてあなたもスキタイの騎兵について言っています。
τὸ μὲν γὰρ ἱππικὸν οὕτω μάχεται, τὸ δὲ ὁπλιτικὸν, ὡς ἐγὼ λέγω.
騎兵というのはそのように戦うものですが、重装歩兵は私の言うように戦うのです。
ΣΩ. πλήν γʼ ἴσως, ὦ Λάχης, τὸ Λακεδαιμονίων.
ソクラテス:ただし、ラケスよ、おそらくラケダイモン人の場合は例外でしょう。
Λακεδαιμονίους γάρ φασιν ἐν Πλαταιαῖς, ἐπειδὴ πρὸς τοῖς γερροφόροις ἐγένοντο, οὐκ ἐθέλειν μένοντας πρὸς αὐτοὺς μάχεσθαι, ἀλλὰ φεύγειν, ἐπειδὴ δʼ ἐλύθησαν αἱ τάξεις τῶν Περσῶν, ἀναστρεφομένους ὥσπερ ἱππέας μάχεσθαι καὶ οὕτω νικῆσαι τὴν ἐκεῖ μάχην.
ラケダイモン人はプラタイアイにおいて、盾の防壁を構えた者たちと対峙したとき、とどまって彼らと戦うことを望まず、退却したと言われています。 しかし、ペルシア兵の戦列が崩れると、彼らは騎兵のように反転して戦い、そうしてあそこでの戦いに勝利したということです。
ΛΑ. ἀληθῆ λέγεις.
ラケス:おっしゃる通りです。
ΣΩ. τοῦτο τοίνυν ὃ ἄρτι ἔλεγον, ὅτι ἐγὼ αἴτιος μὴ καλῶς σε ἀποκρίνασθαι, ὅτι οὐ καλῶς ἠρόμην—βουλόμενος γάρ σου πυθέσθαι μὴ μόνον τοὺς ἐν τῷ ὁπλιτικῷ ἀνδρείους, ἀλλὰ καὶ τοὺς ἐν τῷ ἱππικῷ καὶ ἐν σύμπαντι τῷ πολεμικῷ εἴδει, καὶ μὴ μόνον τοὺς ἐν τῷ πολέμῳ, ἀλλὰ καὶ τοὺς ἐν τοῖς πρὸς τὴν θάλατταν κινδύνοις ἀνδρείους ὄντας, καὶ ὅσοι γε πρὸς νόσους καὶ ὅσοι πρὸς πενίας ἢ καὶ πρὸς τὰ πολιτικὰ ἀνδρεῖοί εἰσιν, καὶ ἔτι αὖ μὴ μόνον ὅσοι πρὸς λύπας ἀνδρεῖοί εἰσιν ἢ φόβους, ἀλλὰ καὶ πρὸς ἐπιθυμίας ἢ ἡδονὰς δεινοὶ μάχεσθαι, καὶ μένοντες καὶ ἀναστρέφοντες—εἰσὶ γάρ πού τινες, ὦ Λάχης, καὶ ἐν τοῖς τοιούτοις ἀνδρεῖοι—
ΛΑ. καὶ σφόδρα, ὦ Σώκρατες.
ソクラテス:これこそまさに、先ほど私が、あなたに上手く答えさせられなかった原因は私の問い方が良くなかったからだ、と言ったことです。 というのも、私はあなたから、重装歩兵において勇敢な者たちだけでなく、騎兵や、およそ戦争に関わるあらゆる種類において勇敢な者たちについて聞き出したかったからです。 さらに、戦争においてだけでなく、海での危険において勇敢な者たち、病気や貧困、あるいは政治的な事柄において勇敢な者たちについてもです。 そしてさらに、苦痛や恐怖に対して勇敢である者たちだけでなく、欲望や快楽に対しても、とどまり、あるいは反転して戦うことに巧みな者たちについても聞き出したかったのです。 ラケスよ、そのような事柄の中にも、確かに勇敢な者たちは存在しますからね。 ラケス:大いに存在します、ソクラテス。
ΣΩ. οὐκοῦν ἀνδρεῖοι μὲν πάντες οὗτοί εἰσιν, ἀλλʼ οἱ μὲν ἐν ἡδοναῖς, οἱ δʼ ἐν λύπαις, οἱ δʼ ἐν ἐπιθυμίαις, οἱ δʼ ἐν φόβοις τὴν ἀνδρείαν κέκτηνται·
ソクラテス:それなら、これらすべての人は勇敢な者たちですが、ある者は快楽において、ある者は苦痛において、ある者は欲望において、ある者は恐怖において勇気を所有しています。
οἱ δέ γʼ οἶμαι δειλίαν ἐν τοῖς αὐτοῖς τούτοις.
またある者たちは、これらと同じものにおいて臆病を所有しているのだと思います。
ΛΑ. πάνυ γε.
ラケス:全くその通りです。
ΣΩ. τί ποτε ὂν ἑκάτερον τούτων;
ソクラテス:では、これら二つのものはそれぞれ一体何なのでしょうか。
τοῦτο ἐπυνθανόμην.
私はこれを聞き出そうとしていたのです。
πάλιν οὖν πειρῶ εἰπεῖν ἀνδρείαν πρῶτον τί ὂν ἐν πᾶσι τούτοις ταὐτόν ἐστιν·
そこで、もう一度答えてみてください。 まず、これらすべての状況において同一であるところの勇気とは、一体何なのかを。
ἢ οὔπω καταμανθάνεις ὃ λέγω;
それとも、私の言っていることがまだ理解できませんか。
ΛΑ. οὐ πάνυ τι.
ラケス:あまりよくわかりません。