§129ΣΩ. ταῦτα εἰπὼν ἤσκει·
ソクラテス:そう言って、彼は練習に励んだ。
ἄξιον οὖν πυθέσθαι αὐτοῦ ἃ αὐτῷ συνέβη ἀπὸ ταύτης τῆς ἀσκήσεως.
したがって、この練習から彼に何が起こったかを彼自身から聞き出すのは価値があることだ。
εἰ δὲ βούλεσθε, τὸν Τιμάρχου ἀδελφὸν Κλειτόμαχον ἔρεσθε τί εἶπεν αὐτῷ Τίμαρχος ἡνίκα ἀποθανούμενος ᾔει εὐθὺ τοῦ δαιμονίου, ἐκεῖνός τε καὶ Εὔαθλος ὁ σταδιοδρομῶν ὃς Τίμαρχον ὑπεδέξατο φεύγοντα·
そして、もし望むなら、ティマルコスの兄弟であるクレイトマコスに、ティマルコスがまさに死に赴くことになったとき、ダイモニオンの兆候のあと直ちに何と彼に語ったか、彼自身と、逃亡するティマルコスを受け入れた短距離走者のエウアトロスとに尋ねてみるがよい。
ἐρεῖ γὰρ ὑμῖν ὅτι εἶπεν αὐτῷ ταυτί.
彼は君たちに、彼が自分に次のように語ったと言うだろう。
ΘΕ. τί;
ΘΕ. 何と言ったのですか。
ΣΩ.
ὦ Κλειτόμαχε,
ἔφη,
ἐγὼ μέντοι ἔρχομαι ἀποθανούμενος νυνί, διότι Σωκράτει οὐκ ἤθελον πείθεσθαι.
ソクラテス:「クレイトマコスよ」と彼は言った、「私は今まさに死に赴くところだ。 なぜならソクラテスに従うことを望まなかったからだ」。
τί δὴ οὖν ποτε τοῦτο εἶπεν ὁ Τίμαρχος;
では一体、なぜティマルコスはかつてこのようなことを言ったのだろうか。
ἐγὼ φράσω.
私が説明しよう。
ὅτε ἀνίστατο ἐκ τοῦ συμποσίου ὁ Τίμαρχος καὶ Φιλήμων ὁ Φιλημονίδου ἀποκτενοῦντες Νικίαν τὸν Ἡροσκαμάνδρου, ἠπιστάσθην μὲν αὐτὼ μόνω τὴν ἐπιβουλήν, ὁ δὲ Τίμαρχος ἀνιστάμενος πρὸς ἐμὲ εἶπεν,
τί λέγεις,
ἔφη,
ὦ Σώκρατες; ὑμεῖς μὲν πίνετε, ἐμὲ δὲ δεῖ ποι ἐξαναστῆναι·
ティマルコスと、フィレモニデスの息子フィレモンが、ヘロスカマンドロスの息子ニキアスを暗殺するために宴席から立ち上がったとき、私だけがその二人の企てを知っていた。 ティマルコスは立ち上がりながら、私に向かって言った、「ソクラテスよ、どうですか」と彼は言った、「あなた方は飲んでいてください。 私はどこかへ席を外さなければなりません。
ἥξω δὲ ὀλίγον ὕστερον, ἐὰν τύχω.
首尾よくいけば、少し後に戻ってきます」。
καί μοι ἐγένετο ἡ φωνή, καὶ εἶπον πρὸς αὐτόν,
μηδαμῶς,
ἔφην,
ἀναστῇς· γέγονε γάρ μοι τὸ εἰωθὸς σημεῖον τὸ δαιμόνιον.
すると私に例の声が発生したので、私は彼に言った、「決して席を立ってはならない」と私は言った、「私には、おなじみの精霊的な兆候が現れたからだ」。
καὶ ὃς ἐπέσχε.
すると彼はとどまった。
καὶ διαλιπὼν χρόνον αὖθις ὡρμᾶτο ἰέναι, καὶ ἔφη· εἶμι δή, Σώκρατες.
そしてしばらく時間を置いて、彼は再び出発しようとして言った、「ソクラテス、私は行くよ」。
αὖθις ἐγένετο ἡ φωνή· αὖθις οὖν αὐτὸν ἠνάγκασα ἐπισχεῖν.
再びあの声が発生したので、私は再び彼を強制してとどまらせた。
τὸ τρίτον, βουλόμενός με λαθεῖν, ἀνέστη οὐκέτι εἰπών μοι οὐδὲν ἀλλὰ λαθών, ἐπιτηρήσας ἄλλοσε τὸν νοῦν ἔχοντα·
三度目には、彼は私に気づかれないようにと、もはや私に何も言わず、私が別のところに心を向けているのを見計らって、気づかれずに立ち上がった。
καὶ οὕτως ᾤχετο ἀπιὼν καὶ διεπράξατο ἐξ ὧν ᾔει ἀποθανούμενος.
そしてこのように彼は立ち去り、自分がそこから死に赴くことになる原因となることを実行した。
ὅθεν δὴ τοῦτο εἶπεν πρὸς τὸν ἀδελφὸν ὅπερ νῦν ὑμῖν ἐγώ, ὅτι ἴοι ἀποθανούμενος διὰ τὸ ἐμοὶ ἀπιστῆσαι.
そこからこそ、彼は私の言うことに従わなかったために死に赴くことになったのだという、まさに今私が君たちに言った通りのことを兄弟に語ったのだ。
ἔτι τοίνυν περὶ τῶν ἐν Σικελίᾳ πολλῶν ἀκούσεσθον ἃ ἐγὼ ἔλεγον περὶ τῆς διαφθορᾶς τοῦ στρατοπέδου.
さらに、シケリアでの多くの人々について、私が軍隊の破滅に関して語っていたことを君たちは聞くことになるだろう。
καὶ τὰ μὲν παρεληλυθότα τῶν εἰδότων ἔστιν ἀκοῦσαι·
過去のことについては、知っている人々から聞くことができる。
πεῖραν δʼ ἔξεστι νυνὶ λαβεῖν τοῦ σημείου εἰ ἄρα τὶ λέγει.
しかし、この兆候が本当に何かを語っているのか、今すぐに試してみることが可能だ。
ἐπὶ γὰρ τῇ ἐπὶ στρατείαν ἐξορμῇ Σαννίωνος τοῦ καλοῦ ἐγένετό μοι τὸ σημεῖον, οἴχεται δὲ νῦν μετὰ Θρασύλλου στρατευσόμενος εὐθὺ Ἐφέσου καὶ Ἰωνίας.
というのも、美しきサンニオンの遠征への出発に際して、私に兆候が現れたのだが、彼は今、トラシュロスと共にエフェソスとイオニアへまっすぐに遠征するために出発してしまっているからだ。
ἐγὼ οὖν οἴομαι ἐκεῖνον ἢ ἀποθανεῖσθαι ἢ ὁμοῦ τι τούτῳ γʼ ἐλᾶν, καὶ περί γε τῆς στρατιᾶς τῆς ἄλλης πάνυ φοβοῦμαι.
したがって、私は彼が死ぬか、あるいはこれに極めて近い不運に見舞われるだろうと思っており、また、他の軍勢についても大いに心配している。
ταῦτα δὴ πάντα εἴρηκά σοι, ὅτι ἡ δύναμις αὕτη τοῦ δαιμονίου τούτου καὶ εἰς τὰς συνουσίας τῶν μετʼ ἐμοῦ συνδιατριβόντων τὸ ἅπαν δύναται.
私はこれらすべてを君に語ったが、それは、この精霊的なものの力が、私と一緒に時間を過ごす者たちの交わりに対しても決定的な力を持つからだ。
πολλοῖς μὲν γὰρ ἐναντιοῦται, καὶ οὐκ ἔστι τούτοις ὠφεληθῆναι μετʼ ἐμοῦ διατρίβουσιν, ὥστε οὐχ οἷόν τέ μοι τούτοις συνδιατρίβειν·
なぜなら、多くの者に対してはそれが反対し、その者たちは私と一緒に過ごしても何の益も得られないので、私が彼らと一緒に過ごすことは不可能なのだ。
πολλοῖς δὲ συνεῖναι μὲν οὐ διακωλύει, ὠφελοῦνται δὲ οὐδὲν συνόντες.
また多くの者に対しては、一緒にいることを妨げはしないものの、一緒にいても何の益も得られない。
οἷς δʼ ἂν συλλάβηται τῆς συνουσίας ἡ τοῦ δαιμονίου δύναμις, οὗτοί εἰσιν ὧν καὶ σὺ ᾔσθησαι·
しかし、その交わりをあの精霊的なものの力が助ける人々こそが、君も気づいているあの人々だ。
ταχὺ γὰρ παραχρῆμα ἐπιδιδόασιν.
なぜなら、彼らは忽ちのうちに向上するからである。