§241ΣΩ. καὶ ἐρῶν μὲν βλαβερός τε καὶ ἀηδής, λήξας δὲ τοῦ ἔρωτος εἰς τὸν ἔπειτα χρόνον ἄπιστος, εἰς ὃν πολλὰ καὶ μετὰ πολλῶν ὅρκων τε καὶ δεήσεων ὑπισχνούμενος μόγις κατεῖχε τήν γʼ ἐν τῷ τότε συνουσίαν ἐπίπονον οὖσαν φέρειν διʼ ἐλπίδα ἀγαθῶν.
ソクラテス:そして愛している間は、彼は有害であり不快であるが、愛が冷めた後の将来に対しては、彼は不実な者となる。 その将来のために、彼は多くのことを、多くの誓いや懇願を伴って約束し、その当時における苦痛な交わりを、将来の善きことへの期待によってかろうじて維持させていたのである。
τότε δὴ δέον ἐκτίνειν, μεταβαλὼν ἄλλον ἄρχοντα ἐν αὑτῷ καὶ προστάτην, νοῦν καὶ σωφροσύνην ἀντʼ ἔρωτος καὶ μανίας, ἄλλος γεγονὼς λέληθεν τὰ παιδικά.
そして今や、その約束を果たすべき時が来ると、自分の中に別の支配者であり保護者であるもの、すなわち愛と狂気に代えて理知と節制を迎え入れ、自分が別の人間に変わってしまっていることを、彼は少年に気づかせない。
καὶ ὁ μὲν αὐτὸν χάριν ἀπαιτεῖ τῶν τότε, ὑπομιμνῄσκων τὰ πραχθέντα καὶ λεχθέντα, ὡς τῷ αὐτῷ διαλεγόμενος·
And少年の方は、当時行われたことや語られたことを思い出させながら、かつての同じ人物と対話しているつもりで、当時のことに対する見返りを彼に要求する。
ὁ δὲ ὑπʼ αἰσχύνης οὔτε εἰπεῖν τολμᾷ ὅτι ἄλλος γέγονεν, οὔθʼ ὅπως τὰ τῆς προτέρας ἀνοήτου ἀρχῆς ὁρκωμόσιά τε καὶ ὑποσχέσεις ἐμπεδώσῃ ἔχει, νοῦν ἤδη ἐσχηκὼς καὶ σεσωφρονηκώς, ἵνα μὴ πράττων ταὐτὰ τῷ πρόσθεν ὅμοιός τε ἐκείνῳ καὶ ὁ αὐτὸς πάλιν γένηται.
しかし彼(元・愛する者)は、恥ずかしさのあまり、自分が別の人になってしまったと言う勇気もなく、また、すでに理知を得て節制を身につけているため、かつての愚かな支配の時代の誓いや約束をどのように実行すべきかも分からない。 以前と同じことを行うことによって、あのかつての彼と似た者、あるいは再び同じ者になってしまわないようにするために。
φυγὰς δὴ γίγνεται ἐκ τούτων, καὶ ἀπεστερηκὼς ὑπʼ ἀνάγκης ὁ πρὶν ἐραστής, ὀστράκου μεταπεσόντος, ἵεται φυγῇ μεταβαλών·
このようなわけで、彼はここから逃亡者となり、かつての愛する者は必然的に約束を破る者となって、(貝殻の裏表がひっくり返るように)一変して、逃走へと身を投じる。
ὁ δὲ ἀναγκάζεται διώκειν ἀγανακτῶν καὶ ἐπιθεάζων, ἠγνοηκὼς τὸ ἅπαν ἐξ ἀρχῆς, ὅτι οὐκ ἄρα ἔδει ποτὲ ἐρῶντι καὶ ὑπʼ ἀνάγκης ἀνοήτῳ χαρίζεσθαι, ἀλλὰ πολὺ μᾶλλον μὴ ἐρῶντι καὶ νοῦν ἔχοντι·
他方、少年の方は、最初から全体の事情を全く知らなかったために、憤慨し、神々に訴えながら追いかけることを余儀なくされる。 つまり、愛に取り憑かれて必然的に愚かになっている者に身を任せるべきでは決してなく、むしろ理知を備えた愛していない者に身を任せるべきであったのだということを、彼は知らなかったのである。
εἰ δὲ μή, ἀναγκαῖον εἴη ἐνδοῦναι αὑτὸν ἀπίστῳ, δυσκόλῳ, φθονερῷ, ἀηδεῖ, βλαβερῷ μὲν πρὸς οὐσίαν, βλαβερῷ δὲ πρὸς τὴν τοῦ σώματος ἕξιν, πολὺ δὲ βλαβερωτάτῳ πρὸς τὴν τῆς ψυχῆς παίδευσιν, ἧς οὔτε ἀνθρώποις οὔτε θεοῖς τῇ ἀληθείᾳ τιμιώτερον οὔτε ἔστιν οὔτε ποτὲ ἔσται.
さもなければ、不実で、気難しく、嫉妬深く、不快で、財産にとっても有害であり、肉体の状態にとっても有害であり、そして何よりも魂の教育(これより真に尊いものは、人間にとっても神々にとっても現在も将来も存在しないのであるが)にとって極めて有害な者に、自分自身を委ねることになってしまうからである。
ταῦτά τε οὖν χρή, ὦ παῖ, συννοεῖν, καὶ εἰδέναι τὴν ἐραστοῦ φιλίαν ὅτι οὐ μετʼ εὐνοίας γίγνεται, ἀλλὰ σιτίου τρόπον, χάριν πλησμονῆς, ὡς λύκοι ἄρνας ἀγαπῶσιν, ὣς παῖδα φιλοῦσιν ἐρασταί.
それゆえ、少年よ、これらのことを心に留め、愛する者の友情は好意から生じるのではなく、食物に対するのと同じように、満腹を得るためのものであることを知らねばならない。 すなわち、「狼が羊を愛するように、愛する者は少年を好む」のだ。
τοῦτʼ ἐκεῖνο, ὦ Φαῖδρε.
パイドロスよ、これがそれだ。
οὐκέτʼ ἂν τὸ πέρα ἀκούσαις ἐμοῦ λέγοντος, ἀλλʼ ἤδη σοι τέλος ἐχέτω ὁ λόγος.
これ以上私の語ることを聞くことはないだろう。 私の弁論はここで終わりとさせてくれ。
ΦΑΙ. καίτοι ᾤμην γε μεσοῦν αὐτόν, καὶ ἐρεῖν τὰ ἴσα περὶ τοῦ μὴ ἐρῶντος, ὡς δεῖ ἐκείνῳ χαρίζεσθαι μᾶλλον, λέγων ὅσα αὖ ἔχει ἀγαθά·
ΦΑΙ. しかし、私はその弁論がまだ半ばにすぎず、愛していない者についても、彼が持っている多くの長所を語りながら、むしろ彼に身を任せるべきだということを同じ長さで語るのだろうと思っていました。
νῦν δὲ δή, ὦ Σώκρατες, τί ἀποπαύῃ;
それなのに、ソクラテス、なぜ今やめてしまうのですか。
ΣΩ. οὐκ ᾔσθου, ὦ μακάριε, ὅτι ἤδη ἔπη φθέγγομαι ἀλλʼ οὐκέτι διθυράμβους, καὶ ταῦτα ψέγων;
ソクラテス:ああ、友よ、私が非難しているだけで、すでに叙事詩の韻律で語っており、もはやジテュランボスの調子ではないことに気づかなかったのか。
ἐὰν δʼ ἐπαινεῖν τὸν ἕτερον ἄρξωμαι, τί με οἴει ποιήσειν;
もし私がもう一方の者を称賛し始めたら、私はどうなると思うかね。
ἆρʼ οἶσθʼ ὅτι ὑπὸ τῶν Νυμφῶν, αἷς με σὺ προύβαλες ἐκ προνοίας, σαφῶς ἐνθουσιάσω;
君が私を意図的に引き渡したあのニンフたちによって、私が完全に神がかり状態になってしまうのが分からないかね。
λέγω οὖν ἑνὶ λόγῳ ὅτι ὅσα τὸν ἕτερον λελοιδορήκαμεν, τῷ ἑτέρῳ τἀναντία τούτων ἀγαθὰ πρόσεστιν.
だから、一言で言えば、私たちが一方を非難したすべてのことについて、もう一方にはその逆の善きことが備わっているのだ。
καὶ τί δεῖ μακροῦ λόγου;
これ以上長い議論が何になろう。
περὶ γὰρ ἀμφοῖν ἱκανῶς εἴρηται.
両者については十分に語られたのだから。
§242ΣΩ. καὶ οὕτω δὴ ὁ μῦθος ὅτι πάσχειν προσήκει αὐτῷ, τοῦτο πείσεται·
ソクラテス:そしてこのようにして、この物語が受けるにふさわしい運命を、この物語はたどるだろう。
κἀγὼ τὸν ποταμὸν τοῦτον διαβὰς ἀπέρχομαι πρὶν ὑπὸ σοῦ τι μεῖζον ἀναγκασθῆναι.
私は、君からこれ以上大きなことを強制される前に、この川を渡って立ち去ることにするよ。
ΦΑΙ. μήπω γε, ὦ Σώκρατες, πρὶν ἂν τὸ καῦμα παρέλθῃ.
ΦΑΙ. ソクラテス、暑さが和らぐまでは、まだ行かないでください。
ἢ οὐχ ὁρᾷς ὡς σχεδὸν ἤδη μεσημβρία ἵσταται ἡ δὴ καλουμένη σταθερά;
いわゆる「動かぬ真昼」がほぼすぐそこに来ているのが見えませんか。
ἀλλὰ περιμείναντες καὶ ἅμα περὶ τῶν εἰρημένων διαλεχθέντες, τάχα ἐπειδὰν ἀποψυχῇ ἴμεν.
ここで待って、同時にこれまで語られたことについて議論し、少し涼しくなったらすぐに出発しましょう。
ΣΩ. θεῖός γʼ εἶ περὶ τοὺς λόγους, ὦ Φαῖδρε, καὶ ἀτεχνῶς θαυμάσιος.
ソクラテス:パイドロス、君は言論に関しては本当に神がかっており、まったく驚くべき男だ。
οἶμαι γὰρ ἐγὼ τῶν ἐπὶ τοῦ σοῦ βίου γεγονότων λόγων μηδένα πλείους ἢ σὲ πεποιηκέναι γεγενῆσθαι ἤτοι αὐτὸν λέγοντα ἢ ἄλλους ἑνί γέ τῳ τρόπῳ προσαναγκάζοντα —Σιμμίαν Θηβαῖον ἐξαιρῶ λόγου·
君の生涯に生み出された言論のうち、君自身が語ったにせよ、あるいは何らかの方法で他人に語るよう強制したにせよ、君よりも多くの言論を生み出させた者は他には誰もいないと思うからだ。 テーバイのシミアスは例外とするが、他の誰よりも君はずば抜けている。
τῶν δὲ ἄλλων πάμπολυ κρατεῖς—καὶ νῦν αὖ δοκεῖς αἴτιός μοι γεγενῆσθαι λόγῳ τινὶ ῥηθῆναι.
そして今また、君は私にある言論を語らせる原因となったように思われる。
ΦΑΙ. οὐ πόλεμόν γε ἀγγέλλεις.
ΦΑΙ. それは宣戦布告ではありませんね。
ἀλλὰ πῶς δὴ καὶ τίνι τούτῳ;
しかし、一体どのようにして、そしてどのような言論なのですか。
ΣΩ. ἡνίκʼ ἔμελλον, ὠγαθέ, τὸν ποταμὸν διαβαίνειν, τὸ δαιμόνιόν τε καὶ τὸ εἰωθὸς σημεῖόν μοι γίγνεσθαι ἐγένετο —ἀεὶ δέ με ἐπίσχει ὃ ἂν μέλλω πράττειν—καί τινα φωνὴν ἔδοξα αὐτόθεν ἀκοῦσαι, ἥ με οὐκ ἐᾷ ἀπιέναι πρὶν ἂν ἀφοσιώσωμαι, ὡς δή τι ἡμαρτηκότα εἰς τὸ θεῖον.
ソクラテス:私が川を渡ろうとしたとき、友よ、あのダイモニオン、つまり私に現れるいつもの兆しが現れたのだ。 ――それは、私が何かをしようとするとき、常に私を制止するのだが――。 そして、まさにこの場所からある声が聞こえたように思われた。 その声は、神聖なものに対して何か過ちを犯した者として、私が身を清めるまでは、立ち去ることを許さないのだ。
εἰμὶ δὴ οὖν μάντις μέν, οὐ πάνυ δὲ σπουδαῖος, ἀλλʼ ὥσπερ οἱ τὰ γράμματα φαῦλοι, ὅσον μὲν ἐμαυτῷ μόνον ἱκανός·
私は予言者ではあるが、あまり優秀な予言者ではなく、読み書きの下手な者のように、自分自身にだけ通用する程度のものだ。
σαφῶς οὖν ἤδη μανθάνω τὸ ἁμάρτημα.
しかし、今や私は自分の過ちをはっきりと理解している。
ὡς δή τοι, ὦ ἑταῖρε, μαντικόν γέ τι καὶ ἡ ψυχή·
実際、友よ、魂というものには何らかの予言の力があるのだ。
ἐμὲ γὰρ ἔθραξε μέν τι καὶ πάλαι λέγοντα τὸν λόγον, καί πως ἐδυσωπούμην κατʼ Ἴβυκον, μή τι παρὰ θεοῖς
"
ἀμβλακὼν τιμὰν πρὸς ἀνθρώπων ἀμείψω·
というのも、私は先ほどあの言論を語っている間も、何か不安を感じていたし、イビュコスの詩のように、神々に対して過ちを犯し、「人間たちから名誉を得るのではないか」と、どこか気おくれがしていたのだ。
"
νῦν δʼ ᾔσθημαι τὸ ἁμάρτημα.
だが、今や私はその過ちに気づいた。
ΦΑΙ. λέγεις δὲ δὴ τί;
ΦΑΙ. 一体何をおっしゃっているのですか。
ΣΩ. δεινόν, ὦ Φαῖδρε, δεινὸν λόγον αὐτός τε ἐκόμισας ἐμέ τε ἠνάγκασας εἰπεῖν.
ソクラテス:恐ろしい、パイドロスよ、君自身が恐ろしい言論を持ち込み、また私にそれを語るよう強制したのだ。
ΦΑΙ. πῶς δή;
ΦΑΙ. それはどういうことですか。
ΣΩ. εὐήθη καὶ ὑπό τι ἀσεβῆ·
ソクラテス:愚かで、どこか不敬虔な言論だ。
οὗ τίς ἂν εἴη δεινότερος;
これより恐ろしいものがあるだろうか。
ΦΑΙ. οὐδείς, εἴ γε σὺ ἀληθῆ λέγεις.
ΦΑΙ. あなたの言う通りなら、何一つありません。
ΣΩ. τί οὖν; τὸν ἔρωτα οὐκ Ἀφροδίτης καὶ θεόν τινα ἡγῇ;
ソクラテス:では、君はエロスをアプロディテの息子であり、何らかの神であるとは思わないかね。
ΦΑΙ. λέγεταί γε δή.
ΦΑΙ. そう言われていますね。
ΣΩ. οὔ τι ὑπό γε Λυσίου, οὐδὲ ὑπὸ τοῦ σοῦ λόγου, ὃς διὰ τοῦ ἐμοῦ στόματος καταφαρμακευθέντος ὑπὸ σοῦ ἐλέχθη.
ソクラテス:リュシアスによっても、また、君によって薬を盛られた私の口を通じて語られた、あの君の言論によっても、決して神とは言われていなかったがね。