Humanitext Reader

プラトン · パイドロス §233-234

リュシアスの演説の朗読終了とソクラテスの反応

4 / 28 箇所 · ギリシア語

要旨

パイドロスは、愛していない者と関係を結ぶべきであるというライシアスの弁論を読み終え、その言葉遣いと見事さをソクラテスに誇る。ソクラテスは冗談交じりに賞賛するが、パイドロスは真剣な評価を求める。

§233ΦΑΙ. καὶ μὲν δὴ τῶν μὲν ἐρώντων πολλοὶ πρότερον τοῦ σώματος ἐπεθύμησαν ἢ τὸν τρόπον ἔγνωσαν καὶ τῶν ἄλλων οἰκείων ἔμπειροι ἐγένοντο, ὥστε ἄδηλον αὐτοῖς εἰ ἔτι τότε βουλήσονται φίλοι εἶναι, ἐπειδὰν τῆς ἐπιθυμίας παύσωνται·
ΦΑΙ. それにまた、愛している者たちの多くは、相手の人柄を知り、その他の私的な事柄に通じるよりも前に、肉体を欲したのである。 したがって、欲望が止んだときに、彼らがそのときになってもまだ友人でありたいと思うかどうかは、彼ら自身にもわからない。
τοῖς δὲ μὴ ἐρῶσιν, οἳ καὶ πρότερον ἀλλήλοις φίλοι ὄντες ταῦτα ἔπραξαν, οὐκ ἐξ ὧν ἂν εὖ πάθωσι ταῦτα εἰκὸς ἐλάττω τὴν φιλίαν αὐτοῖς ποιῆσαι, ἀλλὰ ταῦτα μνημεῖα καταλειφθῆναι τῶν μελλόντων ἔσεσθαι.
これに対して、愛していない者たちの場合は、以前から互いに友人でありながらこれを行ったのであるが、彼らににとって、自分たちが受けた恩恵のゆえにこれらが友情を減じるようなことはありそうになく、むしろ、これらが将来起こるべきことの記念として残されるはずである。
καὶ μὲν δὴ βελτίονί σοι προσήκει γενέσθαι ἐμοὶ πειθομένῳ ἢ ἐραστῇ.
それに、君にとっては、愛人に従うよりも、私に従うことでより優れた者になるのがふさわしい。
ἐκεῖνοι μὲν γὰρ καὶ παρὰ τὸ βέλτιστον τά τε λεγόμενα καὶ τὰ πραττόμενα ἐπαινοῦσιν, τὰ μὲν δεδιότες μὴ ἀπέχθωνται, τὰ δὲ καὶ αὐτοὶ χεῖρον διὰ τὴν ἐπιθυμίαν γιγνώσκοντες.
というのも、彼らは最善に反してさえ、語られることや行われることを賞賛するからである。 一方では嫌われるのを恐れて、他方では彼ら自身も欲望のために判断力が鈍っているために。
τοιαῦτα γὰρ ὁ ἔρως ἐπιδείκνυται·
実際、愛というものはこのような現れ方をする。
δυστυχοῦντας μέν, ἃ μὴ λύπην τοῖς ἄλλοις παρέχει, ἀνιαρὰ ποιεῖ νομίζειν· εὐτυχοῦντας δὲ καὶ τὰ μὴ ἡδονῆς ἄξια παρʼ ἐκείνων ἐπαίνου ἀναγκάζει τυγχάνειν·
すなわち、愛において不運な者たちに対しては、他人に苦痛を与えないようなことさえも煩わしいものと思わせ、また、幸運な者たちに対しては、快楽に値しないようなことでさえも相手から賞賛を得るように強いるのである。
ὥστε πολὺ μᾶλλον ἐλεεῖν τοῖς ἐρωμένοις ἢ ζηλοῦν αὐτοὺς προσήκει.
したがって、愛される者たちに対しては、彼らを羨むよりも、はるかに同情することがふさわしい。
ἐὰν δέ μοι πείθῃ, πρῶτον μὲν οὐ τὴν παροῦσαν ἡδονὴν θεραπεύων συνέσομαί σοι, ἀλλὰ καὶ τὴν μέλλουσαν ὠφελίαν ἔσεσθαι, οὐχ ὑπʼ ἔρωτος ἡττώμενος ἀλλʼ ἐμαυτοῦ κρατῶν, οὐδὲ διὰ σμικρὰ ἰσχυρὰν ἔχθραν ἀναιρούμενος ἀλλὰ διὰ μεγάλα βραδέως ὀλίγην ὀργὴν ποιούμενος, τῶν μὲν ἀκουσίων συγγνώμην ἔχων, τὰ δὲ ἑκούσια πειρώμενος ἀποτρέπειν·
もし君が私に従うなら、第一に、私は現在の快楽を追い求めるためではなく、将来生じるべき有益さをも配慮して君と交わるだろう。 愛に屈するのではなく、自分をコントロールし、些細なことのために強い敵意を抱くのではなく、重大なことのためにゆっくりとわずかな怒りを示すようにし、不本意な過ちに対しては寛容であり、自発的な過ちは防ごうと努める。
ταῦτα γάρ ἐστι φιλίας πολὺν χρόνον ἐσομένης τεκμήρια.
これらこそ、長期にわたって持続する友情の証拠なのだから。
εἰ δʼ ἄρα σοι τοῦτο παρέστηκεν, ὡς οὐχ οἷόν τε ἰσχυρὰν φιλίαν γενέσθαι ἐὰν μή τις ἐρῶν τυγχάνῃ, ἐνθυμεῖσθαι χρὴ ὅτι οὔτʼ ἂν τοὺς ὑεῖς περὶ πολλοῦ ἐποιούμεθα οὔτʼ ἂν τοὺς πατέρας καὶ τὰς μητέρας, οὔτʼ ἂν πιστοὺς φίλους ἐκεκτήμεθα, οἳ οὐκ ἐξ ἐπιθυμίας τοιαύτης γεγόνασιν ἀλλʼ ἐξ ἑτέρων ἐπιτηδευμάτων.
もしも君に、「誰かが愛していない限り、強い友情が生まれることは不可能だ」という考えが浮かんでいるなら、私たちは息子たちを重んじることもなかっただろうし、父親や母親を重んじることもなかっただろうし、また信頼できる友人たちを持つこともなかっただろう、ということを心に留めるべきである。 なぜなら、彼らはそのような欲望からではなく、他の心の結びつきから生まれたものだからである。
ἔτι δὲ εἰ χρὴ τοῖς δεομένοις μάλιστα χαρίζεσθαι, προσήκει καὶ τοῖς ἄλλοις μὴ τοὺς βελτίστους ἀλλὰ τοὺς ἀπορωτάτους εὖ ποιεῖν·
さらに、もし最も求めている者たちに最大の好意を示すべきだとするなら、他の人々に対しても、最善の者たちではなく、最も困窮している者たちに恩恵を施すのがふさわしいことになる。
μεγίστων γὰρ ἀπαλλαγέντες κακῶν πλείστην χάριν αὐτοῖς εἴσονται.
彼らは最大の災いから解放されるので、最大の感謝を抱くことになるからである。
καὶ μὲν δὴ καὶ ἐν ταῖς ἰδίαις δαπάναις οὐ τοὺς φίλους ἄξιον παρακαλεῖν, ἀλλὰ τοὺς προσαιτοῦντας καὶ τοὺς δεομένους πλησμονῆς·
また、個人の宴会においても、友人を招くべきではなく、物乞いをする者たちや、満腹を求めている者たちを招くべきである。
ἐκεῖνοι γὰρ καὶ ἀγαπήσουσιν καὶ ἀκολουθήσουσιν καὶ ἐπὶ τὰς θύρας ἥξουσι καὶ μάλιστα ἡσθήσονται καὶ οὐκ ἐλαχίστην χάριν εἴσονται καὶ πολλὰ ἀγαθὰ αὐτοῖς εὔξονται.
なぜなら、彼らこそ招き手を愛し、付き従い、その門口にやってきて、最も喜び、少なからぬ感謝を抱き、多くの幸運を祈るだろうからである。
§234ΦΑΙ. ἀλλʼ ἴσως προσήκει οὐ τοῖς σφόδρα δεομένοις χαρίζεσθαι, ἀλλὰ τοῖς μάλιστα ἀποδοῦναι χάριν δυναμένοις·
ΦΑΙ. しかし、おそらく、ひどく求めている者たちに好意を示すべきではなく、最も感謝を返すことのできる者たちに好意を示すべきなのだ。
οὐδὲ τοῖς προσαιτοῦσι μόνον, ἀλλὰ τοῖς τοῦ πράγματος ἀξίοις·
また、ただ物乞いをする者たちだけにではなく、その事柄に値する者たちに。
οὐδὲ ὅσοι τῆς σῆς ὥρας ἀπολαύσονται, ἀλλʼ οἵτινες πρεσβυτέρῳ γενομένῳ τῶν σφετέρων ἀγαθῶν μεταδώσουσιν·
また、君の若さを享受するだけの者たちではなく、君が年老いたときに、自分の持つ良いものを分け与えてくれる者たちに。
οὐδὲ οἳ διαπραξάμενοι πρὸς τοὺς ἄλλους φιλοτιμήσονται, ἀλλʼ οἵτινες αἰσχυνόμενοι πρὸς ἅπαντας σιωπήσονται·
また、目的を遂げた後に他人に自慢する者たちではなく、恥を知ってすべての人に対して沈黙を守る者たちに。
οὐδὲ τοῖς ὀλίγον χρόνον σπουδάζουσιν, ἀλλὰ τοῖς ὁμοίως διὰ παντὸς τοῦ βίου φίλοις ἐσομένοις·
また、短い間だけ熱心である者たちではなく、生涯を通じて同様に友人であり続ける者たちに。
οὐδὲ οἵτινες παυόμενοι τῆς ἐπιθυμίας ἔχθρας πρόφασιν ζητήσουσιν, ἀλλʼ οἳ παυσαμένου τῆς ὥρας τότε τὴν αὑτῶν ἀρετὴν ἐπιδείξονται.
また、欲望がやむと敵意の口実を探すような者たちではなく、若さが過ぎ去ったときに、そのときこそ自らの美徳を示す者たちに。
σὺ οὖν τῶν τε εἰρημένων μέμνησο καὶ ἐκεῖνο ἐνθυμοῦ, ὅτι τοὺς μὲν ἐρῶντας οἱ φίλοι νουθετοῦσιν ὡς ὄντος κακοῦ τοῦ ἐπιτηδεύματος, τοῖς δὲ μὴ ἐρῶσιν οὐδεὶς πώποτε τῶν οἰκείων ἐμέμψατο ὡς διὰ τοῦτο κακῶς βουλευομένοις περὶ ἑαυτῶν.
それゆえ、君は語られたことを記憶し、次のことを心に留めよ。 すなわち、愛している者たちに対しては、その営みが悪いものであるとして友人たちが訓戒するのに対し、愛していない者たちに対しては、そのことのために自分自身について誤った計画を立てているとして、親族の誰もこれまで非難したことがない、ということを。
ἴσως ἂν οὖν ἔροιό με εἰ ἅπασίν σοι παραινῶ τοῖς μὴ ἐρῶσι χαρίζεσθαι.
そこで、君は私に、愛していない者たちのすべてに好意を示すよう勧めるのか、と尋ねるかもしれない。
ἐγὼ μὲν οἶμαι οὐδʼ ἂν τὸν ἐρῶντα πρὸς ἅπαντάς σε κελεύειν τοὺς ἐρῶντας ταύτην ἔχειν τὴν διάνοιαν.
私は、愛している者でさえ、愛している者たちのすべてに対してそのような態度をとるよう君に命じることはないと思う。
οὔτε γὰρ τῷ λαμβάνοντι χάριτος ἴσης ἄξιον, οὔτε σοὶ βουλομένῳ τοὺς ἄλλους λανθάνειν ὁμοίως δυνατόν·
なぜなら、それを受ける者にとって同等の感謝に値することではなく、また他人に知られないようにしたいと君が望むにしても、同じようには不可能だからである。
δεῖ δὲ βλάβην μὲν ἀπʼ αὐτοῦ μηδεμίαν, ὠφελίαν δὲ ἀμφοῖν γίγνεσθαι.
そこからは何の害も生じず、両者にとって有益さが生じなければならないのだ。
ἐγὼ μὲν οὖν ἱκανά μοι νομίζω τὰ εἰρημένα·
私としては、語られたことで十分だと思う。
εἰ δʼ ἔτι τι σὺ ποθεῖς, ἡγούμενος παραλελεῖφθαι, ἐρώτα.
しかし、もし君がまだ何かを望み、見落とされたものがあると思うなら、質問したまえ。
τί σοι φαίνεται, ὦ Σώκρατες, ὁ λόγος;
ソクラテス、この言論をどう思うかね。
οὐχ ὑπερφυῶς τά τε ἄλλα καὶ τοῖς ὀνόμασιν εἰρῆσθαι;
他の点でも、また言葉遣いにおいても、並外れて見事に語られているとは思わないかね。
ΣΩ. δαιμονίως μὲν οὖν, ὦ ἑταῖρε, ὥστε με ἐκπλαγῆναι.
ソクラテス:実に見事、それどころか神がかり的だよ、友よ。 私が圧倒されてしまったほどだ。
καὶ τοῦτο ἐγὼ ἔπαθον διὰ σέ, ὦ Φαῖδρε, πρὸς σὲ ἀποβλέπων, ὅτι ἐμοὶ ἐδόκεις γάνυσθαι ὑπὸ τοῦ λόγου μεταξὺ ἀναγιγνώσκων·
そして、私がそうなったのは君のおかげなのだ、パイドロスよ。 君を見つめていると、君が朗読している最中に、その言論によって喜び輝いているように私には見えたからだ。
ἡγούμενος γὰρ σὲ μᾶλλον ἢ ἐμὲ ἐπαΐειν περὶ τῶν τοιούτων σοὶ εἱπόμην, καὶ ἑπόμενος συνεβάκχευσα μετὰ σοῦ τῆς θείας κεφαλῆς.
というのも、私よりも君の方がこうした事柄についてよく理解していると考えて、私は君に従っていたのだが、従ううちに、君のその神聖な頭とともに、私も一緒に狂乱に加わってしまったのだ。
ΦΑΙ. εἶεν·
ΦΑΙ. なるほど。
οὕτω δὴ δοκεῖ παίζειν;
そのようにからかうおつもりですか。
ΣΩ. δοκῶ γάρ σοι παίζειν καὶ οὐχὶ ἐσπουδακέναι;
ソクラテス:私がからかっているように、そして本気ではないように君には見えるかね。
ΦΑΙ. μηδαμῶς, ὦ Σώκρατες, ἀλλʼ ὡς ἀληθῶς εἰπὲ πρὸς Διὸς φιλίου, οἴει ἄν τινα ἔχειν εἰπεῖν ἄλλον τῶν Ἑλλήνων ἕτερα τούτων μείζω καὶ πλείω περὶ τοῦ αὐτοῦ πράγματος;
ΦΑΙ. とんでもありません、ソクラテス。 ですが本当に、友情の神ゼウスにかけて真実を言ってください。 ギリシア人の他の誰かが、同じ事柄について、これよりも偉大で、より多くのことを語ることができると思われるでしょうか。

語釈・文法注

  1. 233aοὐκ ἐξ ὧν ἂν εὖ πάθωσι ταῦτα εἰκὸς ἐλάττω τὴν φιλίαν αὐτοῖς ποιῆσαι — 不定詞 `ποιῆσαι` およびそれに続く `καταλειφθῆναι` の主語は `ταῦτα`(非情人として肉体関係を持った行為・恩恵)である。`οὐκ ἐξ ὧν ἂν εὖ πάθωσι`(自分たちが恩恵を受けたからといって、それによって…ない)は、行為自体が友情を損なうものではないという根拠を説明している。
  2. 233bδυστυχοῦντας μέν, ἃ μὴ λύπην τοῖς ἄλλοις παρέχει, ἀνιαρὰ ποιεῖ νομίζειν — `ποιεῖ` の主語は前文の `ὁ ἔρως`。`δυστυχοῦντας`(愛において不運な恋人たち)は `νομίζειν`(思う)の対格主語、`ἃ μὴ λύπην... παρέχει` がその関係節で `νομίζειν` の対格目的語。`ἀνιαρὰ` は目的格補語。愛が彼らに「他人に苦痛を与えないようなことさえ煩わしい(苦痛)と思わせる」という構文。
  3. 234bτοῖς δὲ μὴ ἐρῶσιν οὐδεῖς πώποτε τῶν οἰκείων ἐμέμψατο ὡς διὰ τοῦτο κακῶς βουλευομένοις — `ὡς` + 与格分詞 `βουλευομένοις` は、与格 `τοῖς μὴ ἐρῶσιν` にかかり、親族たちが非難する「〜という理由で、〜しているとして」という主観的理由を表す。`τοῖς μὴ ἐρῶσιν` は動詞 `ἐμέμψατο`(非難する)の与格支配。
  4. 234dσυνεβάκχευσα μετὰ σοῦ τῆς θείας κεφαλῆς — `τῆς θείας κεφαλῆς` は「神聖な頭」という具象的表現で、直前の代名詞 `σοῦ` と同格、あるいは並置されたもので、パイドロス自身を親愛を込めて呼びかける表現。`συνεβάκχευσα`(狂乱に加わった)の対象。

この箇所を引用する

プラトン, パイドロス §233-234. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0059.tlg012.humanitext-grc2:233-234

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。