§192ὅσοι δὲ ἄρρενος τμῆμά εἰσι, τὰ ἄρρενα διώκουσι, καὶ τέως μὲν ἂν παῖδες ὦσιν, ἅτε τεμάχια ὄντα τοῦ ἄρρενος, φιλοῦσι τοὺς ἄνδρας καὶ χαίρουσι συγκατακείμενοι καὶ συμπεπλεγμένοι τοῖς ἀνδράσι, καί εἰσιν οὗτοι βέλτιστοι τῶν παίδων καὶ μειρακίων, ἅτε ἀνδρειότατοι ὄντες φύσει.
一方、男の切り身である者たちはみな、男を追い求める。 そして、少年である間は、男の切り身であるために男たちを愛し、男たちと一緒に横たわったり抱き合ったりすることに喜びを感じる。 そして、こうした者たちこそ、生まれつき最も勇敢であるため、少年や若者の中で最も優れた者たちなのである。
φασὶ δὲ δή τινες αὐτοὺς ἀναισχύντους εἶναι, ψευδόμενοι·
世間には彼らを破廉恥だと言う者もいるが、それは誤りである。
οὐ γὰρ ὑπʼ ἀναισχυντίας τοῦτο δρῶσιν ἀλλʼ ὑπὸ θάρρους καὶ ἀνδρείας καὶ ἀρρενωπίας, τὸ ὅμοιον αὐτοῖς ἀσπαζόμενοι.
なぜなら、彼らがそうするのは、破廉恥さからではなく、大胆さと勇敢さと男らしさからであり、自分と似たものを愛するがゆえだからである。
μέγα δὲ τεκμήριον·
重大な証拠がある。
καὶ γὰρ τελεωθέντες μόνοι ἀποβαίνουσιν εἰς τὰ πολιτικὰ ἄνδρες οἱ τοιοῦτοι.
彼らのような者たちだけが、成長したときに政治の道へと進んでひとかどの男となるからである。
ἐπειδὰν δὲ ἀνδρωθῶσι, παιδεραστοῦσι καὶ πρὸς γάμους καὶ παιδοποιίας οὐ προσέχουσι τὸν νοῦν φύσει, ἀλλʼ ὑπὸ τοῦ νόμου ἀναγκάζονται·
そして彼らは、おとなになると少年を愛するようになり、生まれつき結婚や子作りに心を向けようとはしないが、法律によってそうすることを強制される。
ἀλλʼ ἐξαρκεῖ αὐτοῖς μετʼ ἀλλήλων καταζῆν ἀγάμοις.
しかし彼らにとっては、結婚せずに互いに生涯を共に暮らすだけで十分なのである。
πάντως μὲν οὖν ὁ τοιοῦτος παιδεραστής τε καὶ φιλεραστὴς γίγνεται, ἀεὶ τὸ συγγενὲς ἀσπαζόμενος.
したがって、このような者は何としても少年愛者また愛人を好む者となり、常に自分と同族のものを愛することになる。
ὅταν μὲν οὖν καὶ αὐτῷ ἐκείνῳ ἐντύχῃ τῷ αὑτοῦ ἡμίσει καὶ ὁ παιδεραστὴς καὶ ἄλλος πᾶς, τότε καὶ θαυμαστὰ ἐκπλήττονται φιλίᾳ τε καὶ οἰκειότητι καὶ ἔρωτι, οὐκ ἐθέλοντες ὡς ἔπος εἰπεῖν χωρίζεσθαι ἀλλήλων οὐδὲ σμικρὸν χρόνον.
さて、少年愛者にせよ他の誰にせよ、まさに彼自身のあの片割れに出会ったとき、そのとき彼らは友情と親密さと愛によって驚くほど強く心を打たれ、言うなれば、わずかな時間でさえ互いに離れることを望まなくなる。
καὶ οἱ διατελοῦντες μετʼ ἀλλήλων διὰ βίου οὗτοί εἰσιν, οἳ οὐδʼ ἂν ἔχοιεν εἰπεῖν ὅτι βούλονται σφίσι παρʼ ἀλλήλων γίγνεσθαι.
そして、生涯にわたって互いに共に過ごし続ける者たちが彼らなのであるが、彼らは互いから自分たちに何がもたらされることを望んでいるのかさえ、言葉に表すことができない。
οὐδενὶ γὰρ ἂν δόξειεν τοῦτʼ εἶναι ἡ τῶν ἀφροδισίων συνουσία, ὡς ἄρα τούτου ἕνεκα ἕτερος ἑτέρῳ χαίρει συνὼν οὕτως ἐπὶ μεγάλης σπουδῆς·
なぜなら、これが単に性的な交わりであるとは誰にも思えないからである。 つまり、これのために一方が他方と一緒にいることに、これほど大きな情熱を傾けて喜んでいるのだとは。
ἀλλʼ ἄλλο τι βουλομένη ἑκατέρου ἡ ψυχὴ δήλη ἐστίν, ὃ οὐ δύναται εἰπεῖν, ἀλλὰ μαντεύεται ὃ βούλεται, καὶ αἰνίττεται.
そうではなく、それぞれの魂が何か別のことを望んでいることは明らかであり、それを言葉で言うことはできないが、自分が望んでいることを予感し、謎めいた言葉で示唆しているのである。
καὶ εἰ αὐτοῖς ἐν τῷ αὐτῷ κατακειμένοις ἐπιστὰς ὁ Ἥφαιστος, ἔχων τὰ ὄργανα, ἔροιτο·
そして、もし彼らが同じ場所に横たわっているときに、ヘパイストスがその道具を手にして彼らの傍らに立ち、こう尋ねたとしたら。
τί ἔσθʼ ὃ βούλεσθε, ὦ ἄνθρωποι, ὑμῖν παρʼ ἀλλήλων γενέσθαι;
「人間たちよ、お前たちが互いに自分たちに生じてほしいと望んでいるものは何なのか。
καὶ εἰ ἀποροῦντας αὐτοὺς πάλιν ἔροιτο·
」そして、当惑している彼らに彼が再びこう尋ねたとしたら。
ἆρά γε τοῦδε ἐπιθυμεῖτε, ἐν τῷ αὐτῷ γενέσθαι ὅτι μάλιστα ἀλλήλοις, ὥστε καὶ νύκτα καὶ ἡμέραν μὴ ἀπολείπεσθαι ἀλλήλων;
「はたして、お前たちが望んでいるのは、昼も夜も互いから離れないほど、できる限り互いに同じ場所で一体となることなのか。
εἰ γὰρ τούτου ἐπιθυμεῖτε, θέλω ὑμᾶς συντῆξαι καὶ συμφυσῆσαι εἰς τὸ αὐτό, ὥστε δύʼ ὄντας ἕνα γεγονέναι καὶ ἕως τʼ ἂν ζῆτε, ὡς ἕνα ὄντα, κοινῇ ἀμφοτέρους ζῆν, καὶ ἐπειδὰν ἀποθάνητε, ἐκεῖ αὖ ἐν Ἅιδου ἀντὶ δυοῖν ἕνα εἶναι κοινῇ τεθνεῶτε·
もしこのことを望んでいるなら、私はお前たちを溶かし合わせ、一つのものへと溶着させたい。 そうすれば、二つの存在であったものが一つになり、生きている間は、一人の人間として、二人共同で生きることができる。 そして死んだときにも、あちらの冥界においてさえ、二人の代わりに、死者となっても共同で一つの存在でいられるのだ。
ἀλλʼ ὁρᾶτε εἰ τούτου ἐρᾶτε καὶ ἐξαρκεῖ ὑμῖν ἂν τούτου τύχητε·
さあ、自分たちがこれを熱望しているのか、そしてこれを得られればそれで満足なのか、よく考えてみるがよい。
ταῦτʼ ἀκούσας ἴσμεν ὅτι οὐδʼ ἂν εἷς ἐξαρνηθείη οὐδʼ ἄλλο τι ἂν φανείη βουλόμενος, ἀλλʼ ἀτεχνῶς οἴοιτʼ ἂν ἀκηκοέναι τοῦτο ὃ πάλαι ἄρα ἐπεθύμει, συνελθὼν καὶ συντακεὶς τῷ ἐρωμένῳ ἐκ δυοῖν εἷς γενέσθαι.
」これを聞いたなら、誰一人として断る者はいないだろうし、他の何かを望んでいるように見える者もいないだろうと私たちは確信している。 むしろ、自分がずっと以前から求めていたこと、すなわち、愛する者と一緒になって溶け合い、二つから一つになること、これを聞かされたのだと誰もが文字通り思うだろう。