§174ἔφη γάρ οἱ Σωκράτη ἐντυχεῖν λελουμένον τε καὶ τὰς βλαύτας ὑποδεδεμένον, ἃ ἐκεῖνος ὀλιγάκις ἐποίει·
というのも、彼が言うには、ソクラテスがお風呂に入り、サンダルを履いているところにばったり出会ったが、それは彼が滅多にしないことだった。
καὶ ἐρέσθαι αὐτὸν ὅποι ἴοι οὕτω καλὸς γεγενημένος.
そして、このように美しく着飾ってどこへ行くのかと彼に尋ねた。
καὶ τὸν εἰπεῖν ὅτι ἐπὶ δεῖπνον εἰς Ἀγάθωνος.
するとソクラテスは、アガトンの家の夕食会に行くのだと言った。
χθὲς γὰρ αὐτὸν διέφυγον τοῖς ἐπινικίοις, φοβηθεὶς τὸν ὄχλον·
「昨日は、祝勝会で混雑を恐れて彼を避けたのだ。
ὡμολόγησα δʼ εἰς τήμερον παρέσεσθαι.
だが、今日出席すると約束した。
ταῦτα δὴ ἐκαλλωπισάμην, ἵνα καλὸς παρὰ καλὸν ἴω.
だから、美男子のもとへ美しくして行くために、このように身なりを整えたのだ。
ἀλλὰ σύ, ἦ δʼ ὅς, πῶς ἔχεις πρὸς τὸ ἐθέλειν ἂν ἰέναι ἄκλητος ἐπὶ δεῖπνον;
ところで君は、」と彼は言った、「夕食会に招かれざる客として行く気があるかね?
κἀγώ, ἔφη, εἶπον ὅτι οὕτως ὅπως ἂν σὺ κελεύῃς.
」そこで私は、「あなたがお命じになる通りにいたします」と言った。
ἕπου τοίνυν, ἔφη, ἵνα καὶ τὴν παροιμίαν διαφθείρωμεν μεταβαλόντες, ὡς ἄρα καὶ
"Ἀγάθωνʼ ἐπὶ δαῖτας ἴασιν αὐτόματοι ἀγαθοί"
.
「それでは付いてきなさい、」と彼は言いた、「ことわざを書き換えて台無しにしようではないか。 『良き人々は自ら進んでアガトンの饗宴に行く』という風にね。
Ὅμηρος μὲν γὰρ κινδυνεύει οὐ μόνον διαφθεῖραι ἀλλὰ καὶ ὑβρίσαι εἰς ταύτην τὴν παροιμίαν·
ホメロスはこのことわざを台無しにするだけでなく、侮辱さえしかねないからね。
ποιήσας γὰρ τὸν Ἀγαμέμνονα διαφερόντως ἀγαθὸν ἄνδρα τὰ πολεμικά, τὸν δὲ Μενέλεων
"μαλθακὸν αἰχμητήν"
, θυσίαν ποιουμένου καὶ ἑστιῶντος τοῦ Ἀγαμέμνονος ἄκλητον ἐποίησεν ἐλθόντα τὸν Μενέλεων ἐπὶ τὴν θοίνην, χείρω ὄντα ἐπὶ τὴν τοῦ ἀμείνονος.
というのも、アガメムノンを軍事においてとりわけ優れた男とし、メネラオスを『意気地のない槍持ち』と描きながら、アガメムノンが犠牲を捧げて宴会を催している時に、劣った者であるメネラオスを、より優れた者の宴会へ招かれざる客として行かせたのだから。
ταῦτʼ ἀκούσας εἰπεῖν ἔφη ἴσως μέντοι κινδυνεύσω καὶ ἐγὼ οὐχ ὡς σὺ λέγεις, ὦ Σώκρατες, ἀλλὰ καθʼ Ὅμηρον φαῦλος ὢν ἐπὶ σοφοῦ ἀνδρὸς ἰέναι θοίνην ἄκλητος.
」これを聞いて、アリストデモスはこう言ったという。 「しかしソクラテス、私はおそらく、あなたが言うようではなく、ホメロスが描いたように、凡庸な者でありながら知者の宴会へ招かれざる客として行くことになりかねません。
ὅρα οὖν ἄγων με τί ἀπολογήσῃ, ὡς ἐγὼ μὲν οὐχ ὁμολογήσω ἄκλητος ἥκειν, ἀλλʼ ὑπὸ σοῦ κεκλημένος.
ですから、私を連れて行くにあたって、どのような言い訳を用意するか考えておいてください。 私は招かれずに来たと認めるつもりはなく、あなたに招かれたと言うつもりですから。
σύν τε δύʼ,
ἔφη,
ἐρχομένω πρὸ ὁδοῦ
βουλευσόμεθα ὅτι ἐροῦμεν.
」「『二人が共に行けば』、」と彼は言った、「『道すがら』、何を言うべきか一緒に相談しよう。
ἀλλʼ ἴωμεν.
さあ、行こう。
τοιαῦτʼ ἄττα σφᾶς ἔφη διαλεχθέντας ἰέναι.
」このようなことを話し合って、二人は出発したと彼は言った。
τὸν οὖν Σωκράτη ἑαυτῷ πως προσέχοντα τὸν νοῦν κατὰ τὴν ὁδὸν πορεύεσθαι ὑπολειπόμενον, καὶ περιμένοντος οὗ κελεύειν προϊέναι εἰς τὸ πρόσθεν.
ところで、ソクラテスは道中、何やら自分自身の思索に没頭しながら、遅れて歩いていた。 そして、アリストデモスが待っていると、先に行くようにとソクラテスが命じた。
ἐπειδὴ δὲ γενέσθαι ἐπὶ τῇ οἰκίᾳ τῇ Ἀγάθωνος, ἀνεῳγμένην καταλαμβάνειν τὴν θύραν, καί τι ἔφη αὐτόθι γελοῖον παθεῖν.
そして、アガトンの家に到着すると、ドアが開いているのを見つけ、そこで奇妙な目に遭ったと彼は言った。
οἷ μὲν γὰρ εὐθὺς παῖδά τινα τῶν ἔνδοθεν ἀπαντήσαντα ἄγειν οὗ κατέκειντο οἱ ἄλλοι, καὶ καταλαμβάνειν ἤδη μέλλοντας δειπνεῖν·
というのも、彼が到着するやいなや、中から召使が一人迎えに出てきて、他の人々が席についている場所へと案内し、彼らがまさに食事を始めようとしているところに行き当たったからである。
εὐθὺς δʼ οὖν ὡς ἰδεῖν τὸν Ἀγάθωνα, ὦ, φάναι, Ἀριστόδημε, εἰς καλὸν ἥκεις ὅπως συνδειπνήσῃς·
そして、アガトンは彼を見るやいなや、「おお、アリストデモス、ちょうど良いところに来てくれた、一緒に夕食をとろう。
εἰ δʼ ἄλλου τινὸς ἕνεκα ἦλθες, εἰς αὖθις ἀναβαλοῦ, ὡς καὶ χθὲς ζητῶν σε ἵνα καλέσαιμι, οὐχ οἷός τʼ ἦ ἰδεῖν.
もし何か他の用事で来たのなら、それは後回しにしてくれ。 昨日も君を招待しようと探したのだが、見つけることができなかったのだ。
ἀλλὰ Σωκράτη ἡμῖν πῶς οὐκ ἄγεις;
ところで、私たちのためにソクラテスを連れてきてくれなかったのかい? 」と言った。
καὶ ἐγώ, ἔφη, μεταστρεφόμενος οὐδαμοῦ ὁρῶ Σωκράτη ἑπόμενον·
「そこで私が、」と彼は言った、「振り返ってみると、付いてきているはずのソクラテスの姿がどこにも見えなかった。
εἶπον οὖν ὅτι καὶ αὐτὸς μετὰ Σωκράτους ἥκοιμι, κληθεὶς ὑπʼ ἐκείνου δεῦρʼ ἐπὶ δεῖπνον.
それで私は、自分もソクラテスと一緒に来たのであり、彼にこちらでの夕食に招かれたのだと言った。
καλῶς γʼ, ἔφη, ποιῶν σύ·
」「それはよく来てくれた、」と彼は言った、「しかし、彼はどこにいるのだ?
ἀλλὰ ποῦ ἔστιν οὗτος;
」