§174ἔφη γάρ οἱ Σωκράτη ἐντυχεῖν λελουμένον τε καὶ τὰς βλαύτας ὑποδεδεμένον, ἃ ἐκεῖνος ὀλιγάκις ἐποίει· καὶ ἐρέσθαι αὐτὸν ὅποι ἴοι οὕτω καλὸς γεγενημένος.
因为他说,他碰见苏格拉底洗了澡,穿上了凉鞋,而这在平时是很少见的;他就问苏格拉底,打扮得这么漂亮要去哪里。
καὶ τὸν εἰπεῖν ὅτι ἐπὶ δεῖπνον εἰς Ἀγάθωνος.
苏格拉底回答说去阿伽通家吃晚饭。
χθὲς γὰρ αὐτὸν διέφυγον τοῖς ἐπινικίοις, φοβηθεὶς τὸν ὄχλον· ὡμολόγησα δʼ εἰς τήμερον παρέσεσθαι.
“因为昨天在他的获胜祭祀上,我因害怕人多而躲开了他;但我答应了今天会出席。
ταῦτα δὴ ἐκαλλωπισάμην, ἵνα καλὸς παρὰ καλὸν ἴω.
因此我这样打扮自己,好让一个美男子美美地去见另一个美男子。
ἀλλὰ σύ, ἦ δʼ ὅς, πῶς ἔχεις πρὸς τὸ ἐθέλειν ἂν ἰέναι ἄκλητος ἐπὶ δεῖπνον;
不过你,”苏格拉底说,“你觉得自己是否愿意不请自去参加晚宴?
κἀγώ, ἔφη, εἶπον ὅτι οὕτως ὅπως ἂν σὺ κελεύῃς.
”我说,我回答说:“一切听从你的吩咐。
ἕπου τοίνυν, ἔφη, ἵνα καὶ τὴν παροιμίαν διαφθείρωμεν μεταβαλόντες, ὡς ἄρα καὶ
"Ἀγάθωνʼ ἐπὶ δαῖτας ἴασιν αὐτόματοι ἀγαθοί"
.
”“那么就跟着来吧,”他说,“好让我们通过改动它来推翻那句谚语,即‘好人自会去参加阿伽通的宴席’。
Ὅμηρος μὲν γὰρ κινδυνεύει οὐ μόνον διαφθεῖραι ἀλλὰ καὶ ὑβρίσαι εἰς ταύτην τὴν παροιμίαν· ποιήσας γὰρ τὸν Ἀγαμέμνονα διαφερόντως ἀγαθὸν ἄνδρα τὰ πολεμικά, τὸν δὲ Μενέλεων
"μαλθακὸν αἰχμητήν"
, θυσίαν ποιουμένου καὶ ἑστιῶντος τοῦ Ἀγαμέμνονος ἄκλητον ἐποίησεν ἐλθόντα τὸν Μενέλεων ἐπὶ τὴν θοίνην, χείρω ὄντα ἐπὶ τὴν τοῦ ἀμείνονος.
因为荷马不仅有可能推翻,甚至有可能侮辱这句谚语;因为他把阿伽门农描绘成在军事上极其优秀的人,而把梅内劳斯描绘成‘懦弱的枪手’。 在阿伽门农举行祭祀并设宴款待时,他却让梅内劳斯不请自来地参加了宴席,即让较差的人去参加了较好的人的宴席。
ταῦτʼ ἀκούσας εἰπεῖν ἔφη ἴσως μέντοι κινδυνεύσω καὶ ἐγὼ οὐχ ὡς σὺ λέγεις, ὦ Σώκρατες, ἀλλὰ καθʼ Ὅμηρον φαῦλος ὢν ἐπὶ σοφοῦ ἀνδρὸς ἰέναι θοίνην ἄκλητος.
”听到这些,阿里斯托德莫斯说他回答道:“但是,苏格拉底,也许我所冒的险,并不是像你所说的那样,而是像荷马所写的那样,作为一个平庸的人不请自来地去参加智者的宴席。
ὅρα οὖν ἄγων με τί ἀπολογήσῃ, ὡς ἐγὼ μὲν οὐχ ὁμολογήσω ἄκλητος ἥκειν, ἀλλʼ ὑπὸ σοῦ κεκλημένος.
所以,你既然带我去,就请考虑好你将如何为我辩护,因为我是不会承认自己是不请自来的,而是被你邀请来的。
σύν τε δύʼ,
ἔφη,
ἐρχομένω πρὸ ὁδοῦ
βουλευσόμεθα ὅτι ἐροῦμεν.
”“‘两人同行,’,”他说,“‘在路上’我们再商量该说什么。
ἀλλʼ ἴωμεν.
但我们走吧。
τοιαῦτʼ ἄττα σφᾶς ἔφη διαλεχθέντας ἰέναι.
”他说他们谈了这些话后便出发了。
τὸν οὖν Σωκράτη ἑαυτῷ πως προσέχοντα τὸν νοῦν κατὰ τὴν ὁδὸν πορεύεσθαι ὑπολειπόμενον, καὶ περιμένοντος οὗ κελεύειν προϊέναι εἰς τὸ πρόσθεν.
然而在路上,苏格拉底不知怎的把心思专注在自己身上,一路上落在后面;当阿里斯托德莫斯停下来等他时,他催促他先走。
ἐπειδὴ δὲ γενέσθαι ἐπὶ τῇ οἰκίᾳ τῇ Ἀγάθωνος, ἀνεῳγμένην καταλαμβάνειν τὴν θύραν, καί τι ἔφη αὐτόθι γελοῖον παθεῖν.
当他到达阿伽通家时,发现大门敞开着,他说他在那里遇到了件滑稽的事。
οἷ μὲν γὰρ εὐθὺς παῖδά τινα τῶν ἔνδοθεν ἀπαντήσαντα ἄγειν οὗ κατέκειντο οἱ ἄλλοι, καὶ καταλαμβάνειν ἤδη μέλλοντας δειπνεῖν·
因为一进去,里面的一个仆人立刻迎上来,把他带到其他人正躺着的地方,发现他们正准备开饭。
εὐθὺς δʼ οὖν ὡς ἰδεῖν τὸν Ἀγάθωνα, ὦ, φάναι, Ἀριστόδημε, εἰς καλὸν ἥκεις ὅπως συνδειπνήσῃς· εἰ δʼ ἄλλου τινὸς ἕνεκα ἦλθες, εἰς αὖθις ἀναβαλοῦ, ὡς καὶ χθὲς ζητῶν σε ἵνα καλέσαιμι, οὐχ οἷός τʼ ἦ ἰδεῖν.
阿伽通一看到他,立刻说:“噢,阿里斯托德莫斯,你来得正好,跟我们一起吃晚饭吧;如果你是为了别的事来的,就改天再说,因为我昨天也在找你,想邀请你,却没能见着。
ἀλλὰ Σωκράτη ἡμῖν πῶς οὐκ ἄγεις;
但是,你为什么没把苏格拉底给我们带来?
καὶ ἐγώ, ἔφη, μεταστρεφόμενος οὐδαμοῦ ὁρῶ Σωκράτη ἑπόμενον·
”“于是,”他说,“我转过身去,却到处也看不到跟着的苏格拉底。
εἶπον οὖν ὅτι καὶ αὐτὸς μετὰ Σωκράτους ἥκοιμι, κληθεὶς ὑπʼ ἐκείνου δεῦρʼ ἐπὶ δεῖπνον.
所以我说,我自己是和苏格拉底一起来的,是他邀请我来这里吃晚饭的。
καλῶς γʼ, ἔφη, ποιῶν σύ·
”“你来得太好了,”阿伽通说,“但他人在哪里呢?
ἀλλὰ ποῦ ἔστιν οὗτος;
”