§26ΣΩ. ἆρα οὐκ ἐν μὲν νόσοις ἡ τούτων ὀρθὴ κοινωνία τὴν ὑγιείας φύσιν ἐγέννησεν;
ソ:では、病気においては、これら(無限と限)の正しい交わりが健康の本性を生み出したのではないか?
ΠΡΩ. παντάπασι μὲν οὖν.
プロ:全くその通りです。
ΣΩ. ἐν δὲ ὀξεῖ καὶ βαρεῖ καὶ ταχεῖ καὶ βραδεῖ, ἀπείροις οὖσιν, ἆρʼ οὐ ταὐτὰ ταῦτα· ἅμα πέρας τε ἀπηργάσατο καὶ μουσικὴν σύμπασαν τελεώτατα συνεστήσατο;
ソ:他方、高い音と低い音、速いものと遅いものにおいて、これらは無限であるのだが、これらと同じものが、限をもたらすと同時に音楽のすべてを最も完全に組織したのではないか?
ΠΡΩ. κάλλιστά γε.
プロ:極めて見事です。
ΣΩ. καὶ μὴν ἔν γε χειμῶσιν καὶ πνίγεσιν ἐγγενομένη τὸ μὲν πολὺ λίαν καὶ ἄπειρον ἀφείλετο, τὸ δὲ ἔμμετρον καὶ ἅμα σύμμετρον ἀπηργάσατο.
ソ:さらにまた、厳しい寒さや厳しい暑さにおいて、(その交わりが)内に生じることによって、一方で過度なものや無限なものを取り去り、他方で適度なものと同時に調和したものを生み出した。
ΠΡΩ. τί μήν;
プロ:全くその通りです。
ΣΩ. οὐκοῦν ἐκ τούτων ὧραί τε καὶ ὅσα καλὰ πάντα ἡμῖν γέγονε, τῶν τε ἀπείρων καὶ τῶν πέρας ἐχόντων συμμειχθέντων;
ソ:したがって、無限なものたちと限を持つものたちが混ざり合わされることによって、四季や、すべての美しいものが我々に生じたのではないか?
ΠΡΩ. πῶς δʼ οὔ;
プロ:どうしてそうでないことがありましょう?
ΣΩ. καὶ ἄλλα γε δὴ μυρία ἐπιλείπω λέγων, οἷον μεθʼ ὑγιείας κάλλος καὶ ἰσχύν, καὶ ἐν ψυχαῖς αὖ πάμπολλα ἕτερα καὶ πάγκαλα.
ソ:そして、私は語るのをやめるが、他にも無数のものがある。 例えば、健康に伴う美や強さ、そしてさらに魂における、他の極めて多く極めて美しいものだ。
ὕβριν γάρ που καὶ σύμπασαν πάντων πονηρίαν αὕτη κατιδοῦσα ἡ θεός, ὦ καλὲ Φίληβε, πέρας οὔτε ἡδονῶν οὐδὲν οὔτε πλησμονῶν ἐνὸν ἐν αὐτοῖς, νόμον καὶ τάξιν πέρας ἔχοντʼ ἔθετο·
というのも、おそらく傲慢や、すべてのもののあらゆる悪徳を、この女神は見据えて、――美しきフィレボスよ、快楽や満ち足りることの中に限など全く存在しないのを見て、――限を持つ法律と秩序を定めたのだ。
καὶ σὺ μὲν ἀποκναῖσαι φῂς αὐτήν, ἐγὼ δὲ τοὐναντίον ἀποσῶσαι λέγω.
そして、君は一方では彼女が台無しにすると言うが、私は反対に救うのだと言う。
σοὶ δέ, ὦ Πρώταρχε, πῶς φαίνεται;
プロタルコスよ、君にはどう思われるか?
ΠΡΩ. καὶ μάλα, ὦ Σώκρατες, ἔμοιγε κατὰ νοῦν.
プロ:ソクラテスよ、私には実にお気に召します。
ΣΩ. οὐκοῦν τὰ μὲν δὴ τρία ταῦτα εἴρηκα, εἰ συννοεῖς.
ソ:そうすると、君が理解しているなら、これら三つのものを私は語ったわけだ。
ΠΡΩ. ἀλλʼ οἶμαι κατανοεῖν·
プロ:理解していると思います。
ἓν μὲν γάρ μοι δοκεῖς τὸ ἄπειρον λέγειν, ἓν δὲ καὶ δεύτερον τὸ πέρας ἐν τοῖς οὖσι· τρίτον δὲ οὐ σφόδρα κατέχω τί βούλει φράζειν.
というのも、一つには、君は無限を語っていると思われ、そして二つ目のものとして、存在するもののうちにおける限を語っていると思われますが、三つ目のものについては、君が何を言おうとしているのかよく掴めないからです。
ΣΩ. τὸ γὰρ πλῆθός σε, ὦ θαυμάσιε, ἐξέπληξε τῆς τοῦ τρίτου γενέσεως·
ソ:驚くべき友よ、というのも、三つ目のものの生成の多さが君を圧倒したのだ。
καίτοι πολλά γε καὶ τὸ ἄπειρον παρέσχετο γένη, ὅμως δʼ ἐπισφραγισθέντα τῷ τοῦ μᾶλλον καὶ ἐναντίου γένει ἓν ἐφάνη.
もっとも、無限もまた多くの類を提供したのだが、それにもかかわらず、それらが「より多く」とその反対の類によって特徴づけられて一つのものとして現れたのだがね。
ΠΡΩ. ἀληθῆ.
プロ:本当です。
ΣΩ. καὶ μὴν τό γε πέρας οὔτε πολλὰ εἶχεν, οὔτʼ ἐδυσκολαίνομεν ὡς οὐκ ἦν ἓν φύσει.
ソ:さらに、限については多くのものを持たず、本性において一つではないとして我々が難渋することもなかった。
ΠΡΩ. πῶς γὰρ ἄν;
プロ:どうして難渋しましょうか。
ΣΩ. οὐδαμῶς.
ソ:決して難渋しない。
ἀλλὰ τρίτον φάθι με λέγειν, ἓν τοῦτο τιθέντα τὸ τούτων ἔκγονον ἅπαν, γένεσιν εἰς οὐσίαν ἐκ τῶν μετὰ τοῦ πέρατος ἀπειργασμένων μέτρων.
しかし、私が三つ目のものを語っていると考えてくれ。 これを、これらすべての子孫であり、限とともに作り出された尺度から生じる実在への生成である一つのものとして設定しながら。
ΠΡΩ. ἔμαθον.
プロ:理解しました。
ΣΩ. ἀλλὰ δὴ πρὸς τρισὶ τέταρτόν τι τότε ἔφαμεν εἶναι γένος σκεπτέον·
ソ:さて、三つに加えて、当時我々が四つ目の類があると言ったのを考察しなければならない。
κοινὴ δʼ ἡ σκέψις.
そしてその考察は共同のものだ。
ὅρα γὰρ εἴ σοι δοκεῖ ἀναγκαῖον εἶναι πάντα τὰ γιγνόμενα διά τινα αἰτίαν γίγνεσθαι.
というのも、生成するすべてのものは何らかの原因によって生成する、ということが君にとって不可避であると思われるか見てくれ。
ΠΡΩ. ἔμοιγε·
プロ:私にはそう思われます。
πῶς γὰρ ἂν χωρὶς τούτου γίγνοιτο;
これなしにどうして生成し得ましょうか。
ΣΩ. οὐκοῦν ἡ τοῦ ποιοῦντος φύσις οὐδὲν πλὴν ὀνόματι τῆς αἰτίας διαφέρει, τὸ δὲ ποιοῦν καὶ τὸ αἴτιον ὀρθῶς ἂν εἴη λεγόμενον ἕν;
ソ:それでは、作り出すものの本性は名において以外は原因と何ら異ならず、作り出すものと原因とは正しく一つのものと言われ得るのではないか?
ΠΡΩ. ὀρθῶς.
プロ:正しいです。