§288ΞΕ. τοῦτο ὃ δὴ ξηροῖς καὶ ὑγροῖς καὶ ἐμπύροις καὶ ἀπύροις παντοδαπὸν εἶδος ἐργασθὲν ἀγγεῖον μιᾷ κλήσει προσφθεγγόμεθα, καὶ μάλα γε συχνὸν εἶδος καὶ τῇ ζητουμένῃ γε, ὡς οἶμαι, προσῆκον οὐδὲν ἀτεχνῶς ἐπιστήμῃ.
異邦人:乾いたものや湿ったもの、火にかけられるものやかけられないもののために、万遍ない形で作られた、私たちが一つの呼び名で「器」と呼びかけるこれ。 これは非常に多くの種類があるが、私の思うに、私たちが探究している知識には全く関わりのないものだ。
ΝΕ. ΣΩ. πῶς γὰρ οὔ;
若きソクラテス:もちろんです。
ΞΕ. τούτων δὴ τρίτον ἕτερον εἶδος κτημάτων πάμπολυ κατοπτέον πεζὸν καὶ ἔνυδρον καὶ πολυπλανὲς καὶ ἀπλανὲς καὶ τίμιον καὶ ἄτιμον, ἓν δὲ ὄνομα ἔχον, διότι πᾶν ἕνεκά τινος ἐφέδρας ἐστί, θᾶκος ἀεί τινι γιγνόμενον.
異邦人:これらの後に、財産(所有物)の第三の、別の非常に多くの種類を観察せねばならない。 陸上のもの、水中のもの、移動の多いもの、移動しないもの、高価なもの、安価なものがあるが、一つの名前を持っている。 なぜなら、それらすべてはある種の下支えのためのものであり、常に何者かにとっての座となるからだ。
ΝΕ. ΣΩ. τὸ ποῖον;
若きソクラテス:どのようなものでしょうか。
ΞΕ. ὄχημα αὐτό που λέγομεν, οὐ πάνυ πολιτικῆς ἔργον, ἀλλὰ μᾶλλον πολὺ τεκτονικῆς καὶ κεραμικῆς καὶ χαλκοτυπικῆς.
異邦人:おそらく私たちはそれを「乗り物」と呼ぶ。 これは全く政治術の仕事ではなく、むしろ大工仕事や陶器製造、銅細工の仕事である。
ΝΕ. ΣΩ. μανθάνω.
若きソクラテス:理解しました。
ΞΕ. τί δὲ τέταρτον;
異邦人:では第四のものはどうか。
ἆρʼ ἕτερον εἶναι τούτων λεκτέον, ἐν ᾧ τὰ πλεῖστά ἐστι τῶν πάλαι ῥηθέντων, ἐσθής τε σύμπασα καὶ τῶν ὅπλων τὸ πολὺ καὶ τείχη πάντα θʼ ὅσα γήινα περιβλήματα καὶ λίθινα, καὶ μυρία ἕτερα;
これらとは別のものと言うべきだろうか。 その中には、以前に言及されたものの大部分、すなわち衣類全般、武器の大部分、すべての障壁、そして土や石で作られたすべての覆い、その他無数のものが入っている。
προβολῆς δὲ ἕνεκα συμπάντων αὐτῶν εἰργασμένων δικαιότατʼ ἂν ὅλον προσαγορεύοιτο πρόβλημα, καὶ πολλῷ μᾶλλον τέχνης οἰκοδομικῆς ἔργον καὶ ὑφαντικῆς τὸ πλεῖστον νομίζοιτʼ ἂν ὀρθότερον ἢ πολιτικῆς.
それらすべてが防御のために作られているので、全体として最も正当には「防護物」と呼ばれるべきだろう。 そしてそれは政治術の仕事というよりは、建築術や、その大部分は織物技術の仕事とみなされるのがより正しいだろう。
ΝΕ. ΣΩ. πάνυ μὲν οὖν.
若きソクラテス:全くその通りです。
ΞΕ. πέμπτον δὲ ἆρʼ ἂν ἐθέλοιμεν τὸ περὶ τὸν κόσμον καὶ γραφικὴν θεῖναι καὶ ὅσα ταύτῃ προσχρώμενα καὶ μουσικῇ μιμήματα τελεῖται, πρὸς τὰς ἡδονὰς μόνον ἡμῶν ἀπειργασμένα, δικαίως δʼ ἂν ὀνόματι περιληφθέντα ἑνί;
異邦人:そして第五に、装飾や絵画に関するもの、また、これや音楽を用いて作られるすべての模倣物を置くことにしようか。 それらは私たちの快楽のためだけに作られており、一つの名前で包括されるのが正当なものだが。
ΝΕ. ΣΩ. ποίῳ;
若きソクラテス:どのような名前でしょうか。
ΞΕ. παίγνιόν πού τι λέγεται.
異邦人:おそらく「遊び道具」といった名前で呼ばれるものだ。
ΝΕ. ΣΩ. τί μήν;
若きソクラテス:もちろんです。
ΞΕ. τοῦτο τοίνυν τούτοις ἓν ὄνομα ἅπασι πρέψει προσαγορευθέν·
異邦人:それゆえ、これらすべてにこの一つの名前を呼びかけるのがふさわしいだろう。
οὐ γὰρ σπουδῆς οὐδὲν αὐτῶν χάριν, ἀλλὰ παιδιᾶς ἕνεκα πάντα δρᾶται.
なぜなら、それらのどれも真面目な目的のために行われるのではなく、すべては遊びのために行われるからだ。
ΝΕ. ΣΩ. καὶ τοῦτο σχεδόν τι μανθάνω.
若きソクラテス:これも大体理解できます。
ΞΕ. τὸ δὲ πᾶσιν τούτοις σώματα παρέχον, ἐξ ὧν καὶ ἐν οἷς δημιουργοῦσιν ὁπόσαι τῶν τεχνῶν νῦν εἴρηνται, παντοδαπὸν εἶδος πολλῶν ἑτέρων τεχνῶν ἔκγονον ὄν, ἆρʼ οὐχ ἕκτον θήσομεν;
異邦人:そして、これらすべてに素材を提供するもの、そこから、またその中で、いま述べられたすべての技術が物を作り出すところのもの、すなわち、多くの他の技術の産物である多種多様な種類を、私たちは第六のものとして置くべきではないだろうか。
ΝΕ. ΣΩ. τὸ ποῖον δὴ λέγεις;
若きソクラテス:一体どのようなもののことを言っているのですか。
ΞΕ. χρυσόν τε καὶ ἄργυρον καὶ πάνθʼ ὁπόσα μεταλλεύεται καὶ ὅσα δρυοτομικὴ καὶ κουρὰ σύμπασα τέμνουσα παρέχει τεκτονικῇ καὶ πλεκτικῇ·
異邦人:金や銀、そして鉱山から採掘されるすべてのもの、また木こりやあらゆる伐採技術が切り出して大工仕事や編物技術に提供するもの。
καὶ ἔτι φλοιστικὴ φυτῶν τε καὶ ἐμψύχων δέρματα σωμάτων περιαιροῦσα σκυτοτομική, καὶ ὅσαι περὶ τὰ τοιαῦτά εἰσιν τέχναι, καὶ φελλῶν καὶ βύβλων καὶ δεσμῶν ἐργαστικαὶ παρέσχον δημιουργεῖν σύνθετα ἐκ μὴ συντιθεμένων εἴδη γενῶν.
さらに植物の皮を剥ぐ技術や、生きている体の皮を剥ぎ取る製革術、およびこれらに関するすべての技術、またコルクやパピルスや紐の加工技術であり、これらは非複合的な種類の素材から複合的な形態を作り出すことを可能にする。
ἓν δὲ αὐτὸ προσαγορεύομεν πᾶν τὸ πρωτογενὲς ἀνθρώποις κτῆμα καὶ ἀσύνθετον καὶ βασιλικῆς ἐπιστήμης οὐδαμῶς ἔργον ὄν.
私たちはこれらすべてを、人間にとっての「原初的な財産」、すなわち非複合的なものであり、王者の知識の仕事では決してないものとして一括して呼ぶのだ。
ΝΕ. ΣΩ. καλῶς.
若きソクラテス:見事です。
§289ΞΕ. τὴν δὴ τῆς τροφῆς κτῆσιν, καὶ ὅσα εἰς τὸ σῶμα συγκαταμειγνύμενα ἑαυτῶν μέρεσι μέρη σώματος εἰς τὸ θεραπεῦσαί τινα δύναμιν εἴληχε, λεκτέον ἕβδομον ὀνομάσαντας αὐτὸ σύμπαν ἡμῶν εἶναι τροφόν, εἰ μή τι κάλλιον ἔχομεν ἄλλο θέσθαι·
異邦人:それでは、食物の獲得、および身体の中に混ざり合って、それ自体の部分によって身体の部分を維持する力を得ているすべてのものを、第七のものとして言うべきだ。 他に何かより良い名前を置くことができないなら、それを全体として私たちの「栄養」と名付けよう。
γεωργικῇ δὲ καὶ θηρευτικῇ καὶ γυμναστικῇ καὶ ἰατρικῇ καὶ μαγειρικῇ πᾶν ὑποτιθέντες ὀρθότερον ἀποδώσομεν ἢ τῇ πολιτικῇ.
そして、そのすべてを農業、狩猟、体育、医学、料理法に配属させることで、政治術に割り当てるよりもいっそう正しく分類することになるだろう。
ΝΕ. ΣΩ. πῶς γὰρ οὔ;
若きソクラテス:もちろんです。
ΞΕ. σχεδὸν τοίνυν ὅσα ἔχεται κτήσεως, πλὴν τῶν ἡμέρων ζῴων, ἐν τούτοις ἑπτὰ οἶμαι γένεσιν εἰρῆσθαι.
異邦人:そうすると、飼い慣らされた動物を除いて、およそ所有にかかわるもののほとんどすべてが、これら七つの属の中に語り尽くされたと私は思う。
σκόπει δέ·
考えてみたまえ。
ἦν γὰρ δικαιότατα μὲν ἂν τεθὲν κατʼ ἀρχὰς τὸ πρωτογενὲς εἶδος, μετὰ δὲ τοῦτο ὄργανον, ἀγγεῖον, ὄχημα, πρόβλημα, παίγνιον, θρέμμα.
最初には原初的な種類が最も正当に置かれ、その後に、道具、器、乗り物、防護物、遊び道具、栄養が置かれるのが最も正当だっただろう。
ἃ παραλείπομεν δέ, εἴ τι μὴ μέγα λέληθεν, εἴς τι τούτων δυνατὸν ἁρμόττειν, οἷον ἡ τοῦ νομίσματος ἰδέα καὶ σφραγίδων καὶ παντὸς χαρακτῆρος.
そして、私たちが省略しているものも、何か大きなものが見落とされていなければ、これらのいずれかに適合させることが可能だ。 たとえば、貨幣や印章、あらゆる刻印の類がそれだ。
γένος τε γὰρ ἐν αὑτοῖς ταῦτα οὐδὲν ἔχει μέγα σύννομον, ἀλλὰ τὰ μὲν εἰς κόσμον, τὰ δὲ εἰς ὄργανα βίᾳ μέν, ὅμως δὲ πάντως ἑλκόμενα συμφωνήσει.
というのも、これらはそれ自体で独立した大きな共通の属を持っているわけではなく、あるものは装飾に、あるものは道具へと、いささか無理にではあるが、どうしても引き入れられ、調和するからだ。
τὰ δὲ περὶ ζῴων κτῆσιν τῶν ἡμέρων, πλὴν δούλων, ἡ πρότερον ἀγελαιοτροφικὴ διαμερισθεῖσα πάντʼ εἰληφυῖα ἀναφανεῖται.
また、飼い慣らされた動物の所有については、奴隷を除けば、以前に分割された群れ飼育の技術がすべてを取り込んでいることが明らかになるだろう。
ΝΕ. ΣΩ. πάνυ μὲν οὖν.
若きソクラテス:全くその通りです。
ΞΕ. τὸ δὲ δὴ δούλων καὶ πάντων ὑπηρετῶν λοιπόν, ἐν οἷς που καὶ μαντεύομαι τοὺς περὶ αὐτὸ τὸ πλέγμα ἀμφισβητοῦντας τῷ βασιλεῖ καταφανεῖς γενήσεσθαι, καθάπερ τοῖς ὑφάνταις τότε τοὺς περὶ τὸ νήθειν τε καὶ ξαίνειν καὶ ὅσα ἄλλα εἴπομεν.
異邦人:そして、残されているのは奴隷やあらゆる奉仕者の類だ。 この人々の中に、まさに織手にとっての紡ぎ手や梳き手、その他私たちが挙げたすべての人々がそうであったように、国家という織物そのものをめぐって王と争う人々が姿を現すだろうと私は予言する。
οἱ δὲ ἄλλοι πάντες, ὡς συναίτιοι λεχθέντες, ἅμα τοῖς ἔργοις τοῖς νυνδὴ ῥηθεῖσιν ἀνήλωνται καὶ ἀπεχωρίσθησαν ἀπὸ βασιλικῆς τε καὶ πολιτικῆς πράξεως.
その他のすべての人々は、共同原因と呼ばれたが、いま述べられた諸々の仕事とともにすべて出尽くし、王者・政治的活動から区別された。
ΝΕ. ΣΩ. ἐοίκασι γοῦν.
若きソクラテス:たしかにそのように見えます。
ΞΕ. ἴθι δὴ σκεψώμεθα τοὺς λοιποὺς προσελθόντες ἐγγύθεν, ἵνα αὐτοὺς εἰδῶμεν βεβαιότερον.
異邦人:さあ、残りの人々を近くに寄って検討し、彼らをより確実に知るようにしよう。
ΝΕ. ΣΩ. οὐκοῦν χρή.
若きソクラテス:そうしなければなりませんね。
ΞΕ. τοὺς μὲν δὴ μεγίστους ὑπηρέτας, ὡς ἐνθένδε ἰδεῖν, τοὐναντίον ἔχοντας εὑρίσκομεν οἷς ὑπωπτεύσαμεν ἐπιτήδευμα καὶ πάθος.
異邦人:さて、ここから見る限り、最大の奉仕者たちは、私たちが疑ったのとは正反対の仕事や状態を持っていることがわかる。
ΝΕ. ΣΩ. τίνας;
若きソクラテス:どのような人々でしょうか。
ΞΕ. τοὺς ὠνητούς τε καὶ τῷ τρόπῳ τούτῳ κτητούς·
異邦人:買い取られ、この方法で獲得された人々、すなわち私たちが議論の余地なく奴隷と呼ぶことができる人々のことだ。
οὓς ἀναμφισβητήτως δούλους ἔχομεν εἰπεῖν; ἥκιστα βασιλικῆς μεταποιουμένους τέχνης.
彼らは王者の技術を要求することが最も少ない。
ΝΕ. ΣΩ. πῶς δʼ οὔ;
若きソクラテス:もちろんです。