Humanitext Reader

プラトン · 政治家 §271-272

クロノスの時代における地生の生活と幸福

9 / 34 箇所 · ギリシア語

要旨

お客は、クロノス統治期における人間や動物の誕生(地生え)と、自給自足的で平和な生活の様子を詳しく描写する。さらに、その時代と現代のどちらが幸福かという問いを投げかけ、宇宙の支配権が神から離れ運命の逆回転が始まる瞬間を語る。

§271ΝΕ. ΣΩ. γένεσις δὲ δὴ τίς τότʼ ἦν, ὦ ξένε, ζῴων;
若きソクラテス:異邦人よ、それではその時、動物の誕生はどのようなものだったのですか。
καὶ τίνα τρόπον ἐξ ἀλλήλων ἐγεννῶντο;
また、どのようにしてお互いから生まれ出たのですか。
ΞΕ. δῆλον, ὦ Σώκρατες, ὅτι τὸ μὲν ἐξ ἀλλήλων οὐκ ἦν ἐν τῇ τότε φύσει γεννώμενον, τὸ δὲ γηγενὲς εἶναί ποτε γένος λεχθὲν τοῦτʼ ἦν τὸ κατʼ ἐκεῖνον τὸν χρόνον ἐκ γῆς πάλιν ἀναστρεφόμενον, ἀπεμνημονεύετο δὲ ὑπὸ τῶν ἡμετέρων προγόνων τῶν πρώτων, οἳ τελευτώσῃ μὲν τῇ προτέρᾳ περιφορᾷ τὸν ἑξῆς χρόνον ἐγειτόνουν, τῆσδε δὲ κατʼ ἀρχὰς ἐφύοντο·
客人:ソクラテスよ、お互いから生まれるということは当時の自然にはなく、かつて「地生えの種族」と言われたものが、まさにその時代に地から再び戻ってきたものであることは明らかだ。 それは私たちの最初の祖先たちによって記憶に留められていた。 彼らは前の自転が終わりつつある次の時代に隣り合って暮らしており、この自転の始まりにおいて生まれた者たちである。
τούτων γὰρ οὗτοι κήρυκες ἐγένονθʼ ἡμῖν τῶν λόγων, οἳ νῦν ὑπὸ πολλῶν οὐκ ὀρθῶς ἀπιστοῦνται.
なぜなら、彼らが私たちにこれらの話の告げ手となったのであり、それは現在多くの人々によって不当にも信じられていないのだ。
τὸ γὰρ ἐντεῦθεν οἶμαι χρὴ συννοεῖν.
というのも、そこから先のことを考えるべきだからだ、と思う。
ἑπόμενον γάρ ἐστι τῷ τοὺς πρεσβύτας ἐπὶ τὴν τοῦ παιδὸς ἰέναι φύσιν, ἐκ τῶν τετελευτηκότων αὖ, κειμένων δὲ ἐν γῇ, πάλιν ἐκεῖ συνισταμένους καὶ ἀναβιωσκομένους, ἕπεσθαι τῇ τροπῇ συνανακυκλουμένης εἰς τἀναντία τῆς γενέσεως, καὶ γηγενεῖς δὴ κατὰ τοῦτον τὸν λόγον ἐξ ἀνάγκης φυομένους, οὕτως ἔχειν τοὔνομα καὶ τὸν λόγον, ὅσους μὴ θεὸς αὐτῶν εἰς ἄλλην μοῖραν ἐκόμισεν.
つまり、老人が子供の性質へと向かっていくことに伴い、他方で、死んで地に横たわっている者たちから、そこで再び組み合わされて生き返る者たちが、逆方向へと一緒に回転する誕生の逆転に従うことは一貫している。 そしてこの議論によれば、彼らは必然的に「地生え」として生まれるのであり、神が彼らのうちの誰かを別の運命へと連れ去ったのでない限り、名前も説明もそのようになるのだ。
ΝΕ. ΣΩ. κομιδῇ μὲν οὖν τοῦτό γε ἕπεται τοῖς ἔμπροσθεν.
若きソクラテス:全くもって、そのことはこれまでの話に論理的に伴っています。
ἀλλὰ δὴ τὸν βίον ὃν ἐπὶ τῆς Κρόνου φῂς εἶναι δυνάμεως, πότερον ἐν ἐκείναις ἦν ταῖς τροπαῖς ἢ ἐν ταῖσδε;
しかし、あなたがクロノスの支配期にあるとおっしゃるその生活は、あちらの逆転のなかにあったのですか、それともこちらのなかにあったのですか。
τὴν μὲν γὰρ τῶν ἄστρων τε καὶ ἡλίου μεταβολὴν δῆλον ὡς ἐν ἑκατέραις συμπίπτει ταῖς τροπαῖς γίγνεσθαι.
星や太陽の変化が両方の逆転において起こることは明らかですが。
ΞΕ. καλῶς τῷ λόγῳ συμπαρηκολούθηκας.
客人:君は実によく議論についてきている。
ὃ δʼ ἤρου περὶ τοῦ πάντα αὐτόματα γίγνεσθαι τοῖς ἀνθρώποις, ἥκιστα τῆς νῦν ἐστι καθεστηκυίας φορᾶς, ἀλλʼ ἦν καὶ τοῦτο τῆς ἔμπροσθεν.
君が尋ねた人間にすべてのものがひとりでに生じるということについては、現在の定着した運行においては決してあり得ないことで、それもまた、前の運行におけることだったのだ。
τότε γὰρ αὐτῆς πρῶτον τῆς κυκλήσεως ἦρχεν ἐπιμελούμενος ὅλης ὁ θεός, ὣς δʼ αὖ κατὰ τόπους ταὐτὸν τοῦτο, ὑπὸ θεῶν ἀρχόντων πάντʼ ἦν τὰ τοῦ κόσμου μέρη διειλημμένα·
というのも、その時は、まず神が自らその回転全体の面倒を見て支配しており、また、場所ごとにもこれと同じように、世界のすべての部分が、支配者たる神々によって分割されていたのだ。
καὶ δὴ καὶ τὰ ζῷα κατὰ γένη καὶ ἀγέλας οἷον νομῆς θεῖοι διειλήφεσαν δαίμονες, αὐτάρκης εἰς πάντα ἕκαστος ἑκάστοις ὢν οἷς αὐτὸς ἔνεμεν, ὥστε οὔτʼ ἄγριον ἦν οὐδὲν οὔτε ἀλλήλων ἐδωδαί, πόλεμός τε οὐκ ἐνῆν οὐδὲ στάσις τὸ παράπαν·
そして、動物たちも種族や群れごとに、いわば神的なダイモーンたちが牧者として分割して受け持っており、それぞれが自らの牧するすべてのものに対して、自足的な存在であった。 そのため、野生のものは何一つなく、互いを食らうこともなく、戦争も、内乱も全く存在しなかった。
ἄλλα θʼ ὅσα τῆς τοιαύτης ἐστὶ κατακοσμήσεως ἑπόμενα, μυρία ἂν εἴη λέγειν.
そのような秩序に伴う他のことは、無数にあって語りきれないほどだ。
τὸ δʼ οὖν τῶν ἀνθρώπων λεχθὲν αὐτομάτου πέρι βίου διὰ τὸ τοιόνδε εἴρηται.
ともかく、人間のひとりでの生活について言われたことは、次のような理由から語られている。
§272ΞΕ. θεὸς ἔνεμεν αὐτοὺς αὐτὸς ἐπιστατῶν, καθάπερ νῦν ἄνθρωποι, ζῷον ὂν ἕτερον θειότερον, ἄλλα γένη φαυλότερα αὑτῶν νομεύουσι·
客人:神自身が彼らを牧し、配慮していたのだ。 ちょうど今、人間というより神的な別の動物が、自分たちより劣った他の種族を放牧しているように。
νέμοντος δὲ ἐκείνου πολιτεῖαί τε οὐκ ἦσαν οὐδὲ κτήσεις γυναικῶν καὶ παίδων·
そして、彼が牧していたときには、国制もなく、妻や子供の所有もなかった。
ἐκ γῆς γὰρ ἀνεβιώσκοντο πάντες, οὐδὲν μεμνημένοι τῶν πρόσθεν·
というのも、すべての者は地から生き返り、以前のことを何も覚えていなかったからだ。
ἀλλὰ τὰ μὲν τοιαῦτα ἀπῆν πάντα, καρποὺς δὲ ἀφθόνους εἶχον ἀπό τε δένδρων καὶ πολλῆς ὕλης ἄλλης, οὐχ ὑπὸ γεωργίας φυομένους, ἀλλʼ αὐτομάτης ἀναδιδούσης τῆς γῆς.
しかし、そのようなことは一切なく、彼らは木々や他の多くの茂みから豊かな果実を得ていたが、それは農耕によって生じたものではなく、地がひとりでに引き渡したものであった。
γυμνοὶ δὲ καὶ ἄστρωτοι θυραυλοῦντες τὰ πολλὰ ἐνέμοντο·
そして、彼らは衣服も着ず、寝床も持たず、ほとんどを屋外で過ごしながら暮らしていた。
τὸ γὰρ τῶν ὡρῶν αὐτοῖς ἄλυπον ἐκέκρατο, μαλακὰς δὲ εὐνὰς εἶχον ἀναφυομένης ἐκ γῆς πόας ἀφθόνου.
というのも、季節の気候が彼らにとって苦痛のないように調和しており、地から生え出る豊かな草の柔らかな寝床を持っていたからだ。
τὸν δὴ βίον, ὦ Σώκρατες, ἀκούεις μὲν τὸν τῶν ἐπὶ Κρόνου·
ソクラテスよ、クロノスの時代の生活についてはこのように聞いている。
τόνδε δʼ ὃν λόγος ἐπὶ Διὸς εἶναι, τὸν νυνί, παρὼν αὐτὸς ᾔσθησαι·
一方、ゼウスの時代にあると言われるこちらの生活、すなわち現在の生活については、君自身もその場にいて経験している。
κρῖναι δʼ αὐτοῖν τὸν εὐδαιμονέστερον ἆρʼ ἂν δύναιό τε καὶ ἐθελήσειας;
では、この二つのうちどちらがより幸福であるか、君は判断することができるか、また判断したいと思うかね。
ΝΕ. ΣΩ. οὐδαμῶς.
若きソクラテス:到底できません。
ΞΕ. βούλει δῆτα ἐγώ σοι τρόπον τινὰ διακρίνω;
客人:では、私が君にある方法で判断してみせようか。
ΝΕ. ΣΩ. πάνυ μὲν οὖν.
若きソクラテス:ええ、ぜひお願いします。
ΞΕ. εἰ μὲν τοίνυν οἱ τρόφιμοι τοῦ Κρόνου, παρούσης αὐτοῖς οὕτω πολλῆς σχολῆς καὶ δυνάμεως πρὸς τὸ μὴ μόνον ἀνθρώποις ἀλλὰ καὶ θηρίοις διὰ λόγων δύνασθαι συγγίγνεσθαι, κατεχρῶντο τούτοις σύμπασιν ἐπὶ φιλοσοφίαν, μετά τε θηρίων καὶ μετʼ ἀλλήλων ὁμιλοῦντες, καὶ πυνθανόμενοι παρὰ πάσης φύσεως εἴ τινά τις ἰδίαν δύναμιν ἔχουσα ᾔσθετό τι διάφορον τῶν ἄλλων εἰς συναγυρμὸν φρονήσεως, εὔκριτον ὅτι τῶν νῦν οἱ τότε μυρίῳ πρὸς εὐδαιμονίαν διέφερον·
客人:それでは、クロノスに養われた者たちが、これほど豊かな余暇と、人間だけでなく野獣とも言葉によって交わる能力を持っていたにもかかわらず、これらすべてを哲学のために使い、野獣たちや互いと対話し、あらゆる自然から、何か独自の能力を持っていて、知恵を集めるために他と異なる何かを感知した者がいるかどうかを尋ねまわっていたとするなら、当時の人々が現在の人々よりも幸福という点で万倍も優れていたことは、容易に判断できる。
εἰ δʼ ἐμπιμπλάμενοι σίτων ἅδην καὶ ποτῶν διελέγοντο πρὸς ἀλλήλους καὶ τὰ θηρία οἷα δὴ καὶ τὰ νῦν περὶ αὐτῶν λέγονται, καὶ τοῦτο, ὥς γε κατὰ τὴν ἐμὴν δόξαν ἀποφήνασθαι, καὶ μάλʼ εὔκριτον.
しかし、食べ物や飲み物を十分に満たして、互いに、あるいは野獣たちと、現在彼らについて語られているようなおしゃべりをしていたとするなら、これもまた、私の意見を表明するなら、極めて容易に判断できることだ。
ὅμως δʼ οὖν ταῦτα μὲν ἀφῶμεν, ἕως ἂν ἡμῖν μηνυτής τις ἱκανὸς φανῇ, ποτέρως οἱ τότε τὰς ἐπιθυμίας εἶχον περί τε ἐπιστημῶν καὶ τῆς τῶν λόγων χρείας·
だがともかく、このことは、当時の人々が知識や対話の活用についてどのように欲望を抱いていたか、十分な報告者が現れるまで、差し控えることにしよう。
οὗ δʼ ἕνεκα τὸν μῦθον ἠγείραμεν, τοῦτο λεκτέον, ἵνα τὸ μετὰ τοῦτο εἰς τὸ πρόσθεν περαίνωμεν.
しかし、私たちがこの神話を取り上げた理由は、これに続く事柄を先へと進めるために、語られねばならない。
ἐπειδὴ γὰρ πάντων τούτων χρόνος ἐτελεώθη καὶ μεταβολὴν ἔδει γίγνεσθαι καὶ δὴ καὶ τὸ γήινον ἤδη πᾶν ἀνήλωτο γένος, πάσας ἑκάστης τῆς ψυχῆς τὰς γενέσεις ἀποδεδωκυίας, ὅσα ἦν ἑκάστῃ προσταχθὲν τοσαῦτα εἰς γῆν σπέρματα πεσούσης, τότε δὴ τοῦ παντὸς ὁ μὲν κυβερνήτης, οἷον πηδαλίων οἴακος ἀφέμενος, εἰς τὴν αὑτοῦ περιωπὴν ἀπέστη, τὸν δὲ δὴ κόσμον πάλιν ἀνέστρεφεν εἱμαρμένη τε καὶ σύμφυτος ἐπιθυμία.
というのも、これらすべての時間が満了し、変化が生じるべきときが来て、地生の種族がすでに完全に消費し尽くされ、それぞれの魂がそのすべての出生を支払って、それぞれに割り当てられただけの種子が地に落ちたとき、まさにそのとき、全宇宙の操縦者は、舵の柄を放すかのように、自らの展望台へと退いた。 そして、宇宙を、運命と、生まれつきの欲望が再び逆回転させたのだ。

語釈・文法注

  1. ¦271b¦τῷ τοὺς πρεσβύτας ἐπὶ τὴν τοῦ παιδὸς ἰέναι φύσιν — `τῷ τοὺς πρεσβύτας ... ἰέναι` は、冠詞の付いた中性与格の不定詞句であり、形容詞 `ἕπομενον`(伴う、一致する)の補語として機能している。その内部に、対格+不定詞 `τοὺς πρεσβύτας ἰέναι`(老人が進むこと)の構造を抱えている。
  2. ¦271e¦αὐτάρκης εἰς πάντα ἕκαστος ἑκάστοις ὢν οἷς αὐτὸς ἔνεμεν — `ἕκαστος ἑκάστοις ὢν οἷς αὐτὸς ἔνεμεν` において、`ἕκαστος` と `ἑκάστοις` が並置される「多格格変化」の表現が用いられており、「個々の(牧者が)個々の(群れに)対して」という意味を表す。また、関係代名詞 `οἷς` は、本来は他動詞 `ἔνεμεν` の直接目的語(対格)となるべきだが、先行詞である与格の `ἑκάστοις`(あるいは先行詞の省略された与格句)に引かれて与格へと「格同化」している。
  3. ¦272c¦εἰ μὲν τοίνυν οἱ τρόφιμοι τοῦ Κρόνου... κατεχρῶντο τούτοις σύμπασιν ἐπὶ φιλοσοφίαν — `εἰ μὲν τοίνυν ... κατεχρῶντο` は、反実仮想(過去または継続する過去の状態)を表す条件節であり、現実にそうであったかどうかは定かではない(あるいはそうしなかったかもしれない)というニュアンスを含む。帰結節では、未完了過去 `διέφερον` や省略された判断の表現へと接続され、当時の人々が哲学探究に余暇をあてていた場合の幸福度が議論されている。
  4. ¦272e¦πάσας ἑκάστης τῆς ψυχῆς τὰς γενέσεις ἀποδεδωκυίας — `ἑκάστης τῆς ψυχῆς ... ἀποδεδωκυίας` は、完了分詞 `ἀποδεδωκυίας` を用いた「属格絶対」構文である。文全体の主語(`ὁ μὲν κυβερνήτης`)とは異なる「それぞれの魂が」を意味上の主語として、「すべての生まれ変わりを終えた(支払い尽くした)とき」という時間的条件を表している。

この箇所を引用する

プラトン, 政治家 §271-272. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0059.tlg008.humanitext-grc2:271-272

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。