§273ΞΕ. πάντες οὖν οἱ κατὰ τοὺς τόπους συνάρχοντες τῷ μεγίστῳ δαίμονι θεοί, γνόντες ἤδη τὸ γιγνόμενον, ἀφίεσαν αὖ τὰ μέρη τοῦ κόσμου τῆς αὑτῶν ἐπιμελείας·
客人:因此,在各地与最伟大的神灵共同统治的所有神明,在得知已经发生的事情后,便再次放弃了对他们所守护的宇宙部分的照料。
ὁ δὲ μεταστρεφόμενος καὶ συμβάλλων, ἀρχῆς τε καὶ τελευτῆς ἐναντίαν ὁρμὴν ὁρμηθείς, σεισμὸν πολὺν ἐν ἑαυτῷ ποιῶν ἄλλην αὖ φθορὰν ζῴων παντοίων ἀπηργάσατο.
而宇宙则转过身来并发生碰撞,在受到与其开始和结束相反的冲动驱使下,在自身内部引起了巨大的震动,再次给各种动物带来了另一种毁灭。
μετὰ δὲ ταῦτα προελθόντος ἱκανοῦ χρόνου, θορύβων τε καὶ ταραχῆς ἤδη παυόμενος καὶ τῶν σεισμῶν γαλήνης ἐπιλαβόμενος εἴς τε τὸν εἰωθότα δρόμον τὸν ἑαυτοῦ κατακοσμούμενος ᾔει, ἐπιμέλειαν καὶ κράτος ἔχων αὐτὸς τῶν ἐν αὑτῷ τε καὶ ἑαυτοῦ, τὴν τοῦ δημιουργοῦ καὶ πατρὸς ἀπομνημονεύων διδαχὴν εἰς δύναμιν.
但在此之后,当经过了足够的时间,它已从喧嚣和混乱中平静下来,在震动后获得了安宁,便整顿自身并进入其习惯的轨道运行,自身对自身内部及属于自身的事物保持着照料和主宰,并尽其所能记着其创造者和父亲的教诲。
κατʼ ἀρχὰς μὲν οὖν ἀκριβέστερον ἀπετέλει, τελευτῶν δὲ ἀμβλύτερον·
在开始时,它执行得较为精确,但在结束时则较为迟钝。
τούτων δὲ αὐτῷ τὸ σωματοειδὲς τῆς συγκράσεως αἴτιον, τὸ τῆς πάλαι ποτὲ φύσεως σύντροφον, ὅτι πολλῆς ἦν μετέχον ἀταξίας πρὶν εἰς τὸν νῦν κόσμον ἀφικέσθαι.
对此,其混合物中的身体性因素是其原因,这是它往昔天性中所固有的,因为它在进入现在的宇宙之前,分有着许多无秩序。
παρὰ μὲν γὰρ τοῦ συνθέντος πάντα καλὰ κέκτηται· παρὰ δὲ τῆς ἔμπροσθεν ἕξεως, ὅσα χαλεπὰ καὶ ἄδικα ἐν οὐρανῷ γίγνεται, ταῦτα ἐξ ἐκείνης αὐτός τε ἔχει καὶ τοῖς ζῴοις ἐναπεργάζεται.
因为,从其建造者那里,它获得了一切美好的东西;但从其以前的状态中,天空中所发生的一切艰难和不正义的事物,这些既是由那状态而来并存在于宇宙自身之中,也由它在动物中产生出来。
μετὰ μὲν οὖν τοῦ κυβερνήτου τὰ ζῷα τρέφων ἐν αὑτῷ σμικρὰ μὲν φλαῦρα, μεγάλα δὲ ἐνέτικτεν ἀγαθά· χωριζόμενος δὲ ἐκείνου τὸν ἐγγύτατα χρόνον ἀεὶ τῆς ἀφέσεως κάλλιστα πάντα διάγει, προϊόντος δὲ τοῦ χρόνου καὶ λήθης ἐγγιγνομένης ἐν αὐτῷ μᾶλλον καὶ δυναστεύει τὸ τῆς παλαιᾶς ἀναρμοστίας πάθος, τελευτῶντος δὲ ἐξανθεῖ τοῦ χρόνου καὶ σμικρὰ μὲν τἀγαθά, πολλὴν δὲ τὴν τῶν ἐναντίων κρᾶσιν ἐπεγκεραννύμενος ἐπὶ διαφθορᾶς κίνδυνον αὑτοῦ τε ἀφικνεῖται καὶ τῶν ἐν αὑτῷ.
因此,当宇宙与它的舵手在一起、在自身中养育动物时,它产生出极少的不良事物,而产生出伟大的美好事物;但在与他分离后,在刚刚释放后的最接近的一段时间里,它总是最美妙地引导一切,但随着时间的推移和遗忘在它内部的产生,古老的不和谐状态便更加占据主导,在时间的终点它便爆发出来,在混入少量的善的同时,又掺杂了大量相反的东西,从而使自身及自身内部的事物陷入毁灭的危险之中。
διὸ δὴ καὶ τότʼ ἤδη θεὸς ὁ κοσμήσας αὐτόν, καθορῶν ἐν ἀπορίαις ὄντα, κηδόμενος ἵνα μὴ χειμασθεὶς ὑπὸ ταραχῆς διαλυθεὶς εἰς τὸν τῆς ἀνομοιότητος ἄπειρον ὄντα πόντον δύῃ, πάλιν ἔφεδρος αὐτοῦ τῶν πηδαλίων γιγνόμενος, τὰ νοσήσαντα καὶ λυθέντα ἐν τῇ καθʼ ἑαυτὸν προτέρᾳ περιόδῳ στρέψας, κοσμεῖ τε καὶ ἐπανορθῶν ἀθάνατον αὐτὸν καὶ ἀγήρων ἀπεργάζεται.
正因如此,就在那时,整顿它的神看到它处于困境中,便心存关怀,免得它被混乱的风暴所摇晃并解体,沉入那无限的不相似之海中,于是神再次坐在它的舵旁,反转了在它独自运行的前一个周期中生病和解体的部分,予以整顿和修正,使它成为不死且不老的存在。
τοῦτο μὲν οὖν τέλος ἁπάντων εἴρηται·
那么,这一切的终结已经说完了。
τὸ δʼ ἐπὶ τὴν τοῦ βασιλέως ἀπόδειξιν ἱκανὸν ἐκ τοῦ πρόσθεν ἁπτομένοις τοῦ λόγου·
而对于证明国王而言,只要我们把握住先前的论证,就已经足够了。
στρεφθέντος γὰρ αὖ τοῦ κόσμου τὴν ἐπὶ τὴν νῦν γένεσιν ὁδὸν τὸ τῆς ἡλικίας αὖ πάλιν ἵστατο καὶ καινὰ τἀναντία ἀπεδίδου τοῖς τότε.
因为,当宇宙再次转向通往现在诞生的道路时,年龄的进程再次停滞,并呈现出与当时相反的全新事物。
τὰ μὲν γὰρ ὑπὸ σμικρότητος ὀλίγου δέοντα ἠφανίσθαι τῶν ζῴων ηὐξάνετο, τὰ δʼ ἐκ γῆς νεογενῆ σώματα πολιὰ φύντα πάλιν ἀποθνῄσκοντα εἰς γῆν κατῄει.
因为,那些由于微小而几乎要消失的动物开始长大,而那些从大地中新生并长出白发的身躯,则再次死去并落入大地中。